← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§27.27-29.2

处处可分性的疑难与点不能构成量度

斐洛庞奴斯解释了亚里士多德在Bekker 316a14中如何通过量度处处可分所引起的疑难来展示德谟克利特主张不可分实体的论据,并论证了点绝不可能构成量度或数量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43

" Ἔχει γὰρ ἀπορίαν, εἴ τις θήσει σῶμά τι εἶναι καὶ μέγεθος πάντῃ διαιρετόν." Ὑφ’ ὧν κινηθεὶς λόγων ὁ Δημόκριτος ἄτομα ἔθετο σώματα παρατίθεται,1 καὶ συμμαχεῖ τῷ τῆς δόξης πιθανῷ τε καὶ εὐλόγῳ, καὶ τίθεται ἐξ ἀρχῆς ταὐτὸν εἶναι ἐπ’ ἄπειρον λέγων γίνεσθαι τὴν τομὴν τοῦ συνεχοῦς καὶ τὸ ἅμα πάντῃ δύνασθαι διαιρεῖσθαι τὸ συνεχές, ἐξ οὗ τὸ ἄτοπον συνάγεται τὸν τρόπον τοῦτον. εἰ γὰρ ἕκαστον τῶν ἐκ τῆς τομῆς ἀεὶ γινομένων μονάδων δυνατὸν πάλιν ἐπιδιελεῖν, δῆλον ὡς πάντῃ διαιρετόν ἐστι τὸ σῶμα. εἰ οὖν πάντῃ, φησίν, ἐστὶ διαιρετὸν τὸ σῶμα, τουτέστιν εἰ δυνατὸν πάντῃ διαιρεθῆναι, καὶ ἅμα πάντῃ δυνατὸν διαιρεθῆναι. πᾶν δὲ ὅ ἐστι δυνάμει, τοῦτο ὑποθέσθαι ἐνεργείᾳ ἐκβεβηκὸς οὐκ ἄτοπον· καθόλου γὰρ τοῦ δυνάμει ὑποτεθέντος ἐνεργείᾳ ἐκβεβηκέναι ψεῦδος μὲν ἕψεται, οὐ μὴν ἀδύνατον. εἰ οὖν μὴ ἀδύνατον, ὑποκείσθω ὅτι πάντῃ διῃρημένον. ἀλλ’ εἰ πάντῃ διῄρηται, οὐκ εἰς μεγέθη ἔσται διῃρημένον τὸ μέγεθος, ἀλλ’ ἢ εἰς στιγμὰς ἢ εἰς οὐδέν. εἰ γὰρ εἰς μεγέθη, οὐκέτι ἂν εἴη πάντῃ διῃρημένον· εἰ δὲ πάντῃ, ἢ εἰς στιγμὰς ἢ εἰς οὐδὲν ἔσται διῃρημένον, καὶ ἐκ τούτων ἔσται συγκείμενον. πᾶν γὰρ εἰς ἃ διαιρεῖται, ἐκ τούτων καὶ σύγκειται. ἔσται ἄρα ἐξ οὐδενὸς ἢ ἐκ στιγμῶν τὸ μέγεθος συγκείμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα πάντῃ δυνατὸν τὸ μέγεθος διαιρεθῆναι. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τινὰ ἄτομα μεγέθη. ἡ μὲν ἀγωγὴ τοῦ λόγου τοιαύτη. ἑπομένου δὲ τῷ φάσκειν εἰς οὐδὲν ἢ εἰς ἄτομα διαιρεῖσθαι τὸ μέγεθος τοῦ ἐξ οὐδενὸς ἢ στιγμῶν συγκεῖσθαι τὸ μέγεθος,2 δείκνυσι παντοίως ὂν τοῦτο ἀδύνατον, τὸ ἐκ στιγμῶν γίνεσθαι ποσόν. αἱ γὰρ στιγμαὶ τῷ ποσῷ προστιθέμεναι οὔτε μεῖζον οὔτε ἔλαττον ἀπεργάζονται· ὁρῶμεν γὰρ ὅτι ποσοῦ τινος εἰς πλείονα διαιρεθέντος, ὡς ἐνεργείᾳ γενέσθαι στιγμὰς πλείους (στιγμαὶ γὰρ τὰ πέρατα τοῦ διῃρημένου), καὶ πάλιν συντεθέντος μηδὲν μεῖζον ἐν τῇ συνθέσει γινόμενον τὸ πᾶν μηδὲ ἔλαττον ἐν τῇ διαιρέσει οὗ ἦν ἐξ ἀρχῆς πρὶν διαιρεθῇ. εἰ δὲ αἱ τοσαῦται οὐ συναύξουσι τὸ μέγεθος προστεθεῖσαι, τῷ μὴ φύσιν ἔχειν τὸ ἀμερὲς καὶ ἀμέγεθες ποιεῖν μέγεθος, δῆλον ὡς οὐδὲ ἂν πᾶσαι ἐν τῷ μεγέθει, εἰς ἃς ὑπόκειται διῃρῆσθαι, συντεθῶσι, ποιήσουσί τι μέγεθος. καὶ ὅλως ἀδύνατον σημεῖον σημείῳ συντεθὲν ποιῆσαί τι ποσόν· ἀνάγκη γὰρ ἤτοι καθ’ ὅλα ἑαυτὰ τὰ συντιθέμενα σημεῖα ἅπτεσθαι ἀλλήλων, ἢ κατά τι μὲν ἅπτεσθαι κατά τι δὲ μὴ ἅπτεσθαι. εἰ μὲν οὖν καθ’ ὅλα ἐφαρμόσουσιν ἀλλήλοις, ἔσται πάλιν πάντα ἓν σημεῖον. εἰ δὲ κατά τι μὲν μέρος ἁψάμενα ἑνωθεῖεν, κατά τι δὲ μὴ ἅψωνται, μέρος ἕξει τὸ σημεῖον καὶ οὐκ ἔσται ἀμερές, ὅπερ ἀδύνατον· ἀναιρήσομεν γὰρ τὴν ἔννοιαν τοῦ σημείου. τούτων οὕτως εἰρημένων τῇ λέξει ἐπέλθωμεν.

“因为如果有人假定任何物体与量度都是在处处可分的,这就会包含疑难。” 他列举了促使德谟克利特假定不可分物体的诸论据,并协助增强该观点的说服力与合情理性,从一开始就假定:说连续体的分割进行至无限,与说连续体能够同时在处处被分割,二者乃是同一回事;荒谬的结论便以如下方式由此推导出来。因为如果因分割而不断产生的单位中的每一个都能够再次被进一步分割,显而易见物体便是在处处可分的。他说,因此如果物体在处处可分,也就是说如果它能够处处被分割,那么它也能够同时在处处被分割。而对于任何潜能存在的事物,假定它已经在现实中实现,这并非不合情理;因为一般而言,当假定潜能存在的事物在现实中实现时,固然会得出虚假的结果,却绝非得出不可能的结果。因此,如果不属不可能,就假定它已经在处处被分割。但是如果它已经在处处被分割,量度便不是被分割为诸量度,而或者是被分割为点,或者是被分割为无。因为如果是分割为诸量度,它就不再是处处被分割了;而如果是处处被分割,它就将或者是被分割为点,或者是被分割为无,并且它也将由这些东西构成。因为一切事物都由它所被分割为的那些东西所构成。因此量度将是由无构成,或者是由诸点构成,而这是荒谬的。由此可见,量度不可能处处被分割。如果是这样,那就必然存在某些不可分割的量度。论证的脉络便是如此。另一方面,由于声称量度被分割为无或不可分之物必然带来量度由无或诸点构成的后果,他便表明:数量由诸点生成是全无可能的。因为诸点被加于数量之上,既不会使之变得更大,也不会使之变得更小;因为我们看到,当某一数量被分割为更多部分,以至于在现实中生成了更多的点时(因为点乃是被分割之物的界限),而当它再次被组合时,整体在组合中丝毫不比它最初被分割之前更大,在分割中也丝毫不比先前更小。如果如此之多的点在被附加时都不增加量度(因为无部分且无量度的东西本性上不能造就量度),那么显然,即便在量度内部的、假定〔该量度〕所被分割为的所有的点都被组合起来,它们也不会造就任何量度。并且总括而言,点与点组合绝不可能造就任何数量;因为被组合的诸点必然或者整体与整体彼此接触,或者在某一方面接触而在另一方面不接触。因此,如果它们整体相互重合,一切就将再次成为一个单独的点。但如果它们因在某个部分接触而结合,在另一部分却不接触,点就将具有部分而不再是无部分的,而这是不可能的;因为我们将消解点的概念。在以这种方式说明了这些之后,让我们进入字句本身。

语法注2 条
  1. 1.43Ὑφ’ ὧν κινηθεὶς λόγων ὁ Δημόκριτος ἄτομα ἔθετο σώματα παρατίθεται

    先行词 λόγοι 被吸收入由关系代词 ὧν 引导的从句之中(先行词嵌入结构),主句的基本结构可整理为 παρατίθεται [τούτους τοὺς λόγους] ὑφ' ὧν κινηθεὶς ὁ Δημόκριτος ἄτομα ἔθετο σώματα。句中省略的主语按上下文为亚里士多德。

  2. 1.43ἑπομένου δὲ τῷ φάσκειν εἰς οὐδὲν ἢ εἰς ἄτομα διαιρεῖσθαι τὸ μέγεθος τοῦ ἐξ οὐδενὸς ἢ στιγμῶν συγκεῖσθαι τὸ μέγεθος

    这是一个独立属格结构,其中带冠词的不定式短语 τοῦ ... συγκεῖσθαι τὸ μέγεθος 充当意义上的主语,ἑπομένου 为谓词分词。与格短语 τῷ φάσκειν ... 则充当分词 ἑπομένου 的补足成分(“由于……伴随/随之归结于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:27.27-29.2