- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:288.10-289.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者在此疏解亚里士多德将天体的圆周运行(尤其是太阳的靠近与远离)确立为生成与毁灭之作用因的段落(336a13),并阐明了天体运动引致相反变化的两种方式(运行本身的相反性与运行的不均等性)。
" Ἡμῖν δὲ καθόλου τὸ πρότερον εἴρηται περὶ τῶν αἰτίων, καὶ νῦν διώρισται." Εἰπὼν ὅπως οἱ ἄλλοι ἐσφάλησαν περὶ τὴν τοῦ ποιητικοῦ αἰτίου ἀπόδοσιν, οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος αἰτιασάμενοι, καὶ δείξας μηδέτερον τούτων δυνάμενον μήτε τὴν ὕλην μήτε τὸ εἶδος ποιητικοῦ αἰτίου λόγον ἐπέχειν, φησὶ νῦν ὅτι ἤδη μὲν ἡμῖν πρότερον ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν αἰτίων διῄρηται καθόλου, ἐν οἷς καὶ περὶ τοῦ ποιητικοῦ λόγον ἐποιησάμεθα, καὶ κατὰ τὸ παρὸν δὲ περὶ μὲν τῆς ὕλης ἤδη εἴρηται καὶ τοῦ εἴδους, περὶ δὲ τοῦ ποιητικοῦ ἐντεῦθεν διδάσκει, καί φησιν ὅπερ κἀν τῇ Φυσικῇ πρὸς αὐτοῦ λέλεκται, ὅτι ἡ κυκλοφορία τοῦ οὐρανοῦ ποιητικὴ αἰτία ἐστὶ τῶν γινομένων καὶ φθειρομένων. ἐξ ἐκείνης γὰρ ἡ τροπὴ τῶν ὡρῶν, ταῖς δὲ ὥραις συμμεταβάλλει τὰ στοιχεῖα καὶ ἡ τῶν καρπῶν γένεσις. ὁρῶμεν γὰρ ὅτι προσιόντος ἡμῖν τοῦ ἡλίου τά τε φυτὰ θάλλει καὶ οἱ καρποὶ γεννῶνται καὶ τὰ πολλὰ τῶν ζῴων, ἀποχωροῦντος δὲ αὐτοῦ τἀναντία συμβαίνει. καὶ καλῶς ἔχει λέγειν τὴν ἐκ τῶν οὐρανίων ἐπιρρέουσαν ζωὴν πρὸς τὰ τῇδε αὐτὴν εἶναι τὴν φύσιν καθ’ ἣν γεννῶνται τὰ γεννώμενα. ἐντεῦθεν, φησί, δῆλον ὅτι καλῶς ἐν τῇ Φυσικῇ ἡμῖν εἴρηται ἀκροάσει, ὅτι πρώτη τῶν μεταβολῶν ἐστιν ἡ κατὰ τόπον καὶ αὐτῆς τῆς γενέσεως·1 καὶ γὰρ τῆς γενέσεως αὕτη ἐστὶν αἰτία, οὐχ ἡ γένεσις τῆς κινήσεως. εἰ γὰρ τὸ γινόμενον οὔπω ἐστὶν ἐν ὅσῳ γίνεται, τὸ δὲ κατὰ τόπον μεταβάλλον ὑπάρχον ἤδη κινεῖται, εὔλογον τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον λέγειν, οὐ τὸ μὴ ὄν, τουτέστι τὸ γινόμενον, αἴτιον φάσκειν εἶναι τοῦ ἤδη ὄντος καὶ κατὰ τόπον κινουμένου. Ταῦτα εἰρηκὼς ἐφεξῆς ἀπορεῖ πῶς φαμεν τὴν κύκλῳ φορὰν αἰτίαν εἶναι γενέσεως καὶ φθορᾶς. ἐπεὶ γὰρ αὗται δύο εἰσὶ μεταβολαὶ ἐναντίαι ἀλλήλαις, τί ποτέ ἐστι τὸ τούτων αἴτιον; οὐ γὰρ δυνατὸν ἓν καὶ ταὐτὸν ἐναντίων μεταβολῶν εἶναι αἴτιον· τῶν γὰρ ἐναντίων καὶ τὰ ποιητικά, τὰ φύσει λέγω ποιοῦντα, ἐναντία εἶναι δεῖ. ὥστε εἰ ἡ κατὰ τόπον κίνησις αἰτία γενέσεως ἐστι καὶ φθορᾶς, ἀνάγκη καὶ τὰς τῶν ποιητικῶν αἰτίων κινήσεις καὶ αὐτὰς ἐναντίας εἶναι ἢ τῇ φορᾷ ἤγουν τῇ ἀνωμαλίᾳ·2 τῇ μὲν φορᾷ ὥστε δύο εἶναι φορὰς ἐναντίας, τὴν μὲν γένεσιν ποιοῦσαν τὴν δὲ φθοράν, τῇ δὲ ἀνωμαλίᾳ ὥστε μίαν μὲν εἶναι φοράν, διὰ δὲ τὸ μὴ ὁμοίως ἔχειν ἀεὶ πρὸς ἡμᾶς τὸ κινούμενον, ἀλλὰ ποτὲ μὲν ἐγγίζειν ἡμῖν ποτὲ δὲ ἀφίστασθαι, προσιόντος μὲν ποιεῖν γένεσιν ἀπιόντος δὲ φθοράν. εἰδέναι οὖν χρὴ ὅτι ἀμφότερα συμβέβηκε.
“对于我们,此前已一般地论述了诸原因,如今则已加以界定。” 在说明了其他人关于提出作用因如何犯错(有些人将原因归于质料,另一些人则归于形式),并指出这两者——无论是质料还是形式——都不能承担作用因的定义之后,他现在说,此前我们在《物理学》中已对诸原因进行了一般的划分,在其中我们也对作用因作了论述;而在眼下,关于质料和形式已经讲过,从这里开始他传授关于作用因的道理,并且阐明正如他在《物理学》中所说的那样:天体的圆周运行是生成物和毁灭物的作用因。因为诸季节的转变由那运行而来,而元素以及果实的生成亦随季节一同发生变化。正如我们所见,随着太阳朝我们走近,植物繁茂,果实以及多数动物得以产生;而当太阳离去时,相反的情形发生。而且理应这样说:从天体向下流溢到此地的生命,正是生成之物赖以生成的自然本身。他说,由此显然可见,我们在《物理学》中所说的是正确的,即位置上的变化是诸变化之首,甚至优先于生成本身;因为正是这种变化构成了生成的原因,而不是生成构成了运动的原因。因为如果生成之物只要在生成中就尚不存在,而在位置上变化之物则是已经实际存在着而被运动,那么主张存在之物是不存在之物的原因就是合乎情理的,而不是断言不存在之物(即生成之物)是已经存在且在位置上运动之物的原因。在讲了这些之后,他接着提出疑难:我们怎么能说圆周运行是生成与毁灭的原因呢?因为既然这两者是彼此相反的两种变化,它们的原因到底是什么呢?因为同一件事物不可能成为相反诸变化的原因;相反事物的作用因(我指的是自然地产生作用者)本身也必须是相反的。因此,如果位置运动是生成与毁灭的原因,那么作用因的诸运动本身也必须是相反的,要么依循运行,要么依循不均等性:依循运行,是指存在两个相反的运行,一个产生生成,另一个产生毁灭;依循不均等性,是指运行虽是一个,但由于运动者并非始终对我们处于同样状态,而是有时接近我们,有时远离我们,因而在走近时产生生成,离去时产生毁灭。因此应当知道,这两种情况都已发生。
- 2.133πρώτη τῶν μεταβολῶν ἐστιν ἡ κατὰ τόπον καὶ αὐτῆς τῆς γενέσεως
属格 καὶ αὐτῆς τῆς γενέσεως 是由最高级 πρώτη 所支配的比较属格(“甚至优先于生成本身”)。紧随其后的因果根据(τῆς γενέσεως αὕτη ἐστὶν αἰτία)证实了生成本身在此作为优先性的比较对象。
- 2.133ἢ τῇ φορᾷ ἤγουν τῇ ἀνωμαλίᾳ
虚词 ἤγουν 在此并非用于同位语或换言性的“即/也就是”,而是用作选言(“或者”)。紧随其后以 τῇ μὲν φορᾷ ... τῇ δὲ ἀνωμαλίᾳ 详细对比的两种互斥方式,证实了它在此与 ἤ 同样起到了引出不同可能性的作用。
