← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§286.23-288.9

批判将质料与物体性质视为作用因的观点

针对将质料或物体的诸性质(冷热)视为作用因的自然哲学家,反驳指出质料只是被动的、被运动者,而冷热不过是服务于形式与终极目的的工具。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128

" Ὡσαύτως δὲ κἀπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πραττομένων." Τουτέστιν ὁ αὐτὸς λόγος ἐπὶ πάντων τῶν καθ’ ἕξιν πραττομένων, οἷόν περ εἰρήκαμεν ἐπὶ ἰατρικῆς καὶ ἐπιστήμης.

“在依照潜能而行之事的其余情况下亦同样如此。” 也就是说,正如我们在医术和知识的情形中所说的那样,同样的道理适用于一切依照品质而行之事。

§2.129

"Εἰ δὲ τὴν ὕλην φήσει τις γεννᾶν διὰ τὴν κίνησιν." Ὅσοι, φησί, τὴν ὕλην ποιητικὴν ἀρχὴν ὑπέθεντο, τῇ κινήσει καὶ τῇ τροπῇ αὐτῆς ἀπιδόντες, δοκοῦσι φυσικώτερον ἀποδεδωκέναι αἴτιον, διότι τὸ τλʹ κυριώτερον1 τοῦ γεννᾶν αἴτιόν ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οὕτως δὲ ὁρίζειν εἰώθαμεν τὸ ποιητικὸν αἴτιον), πλήν, φησίν, ἠγνόησαν οὗτοι ὅτι τὴν κίνησιν οὐκ ἀφ’ ἑαυτῆς ἔχει ἡ ὕλη. οὐ γὰρ ἀφ’ ἑαυτοῦ τὸ ὕδωρ ποιεῖ ζῷα οὐδὲ τὸ ξύλον κλίνην, ἀλλὰ ὑπὸ τέχνης καὶ φύσεως ποιητικῶν αἰτίων γίνονται· τῆς γὰρ ὕλης ἴδιον οὐ τὸ κινεῖν, ἀλλὰ τὸ κινεῖσθαι.

“如果有人说质料因运动而生成。” 他说,那些着眼于质料的运动和转变而将质料设定为作用本原的人,似乎给出了一个更属自然学的原因,因为生成之更根本的原因乃是运动之本原所由出者(而我们习惯于如此定义作用因);然而他说,这些人未曾认识到质料并不是从自身拥有运动的。因为水并非从自身造出动物,木材亦非从自身造出床榻,而是由作为作用因的技艺和自然所产生的;因为质料的特有属性不是去运动,而是被运动。

§2.130

"Καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν· ἐξαιροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν." Ἤτοι ὡς παραλιπόντας καὶ τὸ εἶδος πρὸς τῷ ποιητικῷ αἰτίῳ μέμφεται,2 ἤγουν τὸ ποιητικὸν αἴτιον εἶδος καὶ μορφὴν ἐκάλεσεν, ὡς φησιν ὁ Ἀλέξανδρος, διότι τὸ ποιοῦν ἐνεργείᾳ ὂν ποιεῖ, τὸ δὲ ἐνεργείᾳ ὂν τοιοῦτόν ἐστι κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· ἕκαστον γὰρ τὸ εἶναι ἔχει κατὰ τὸ εἶδος. πιθανώτερον δὲ λέγειν τὸ τελικὸν αἴτιον λέγειν αὐτόν,3 ὅπερ ἀναιροῦσι τὴν ὑλικὴν αἰτίαν αἰτιώμενοι τῆς γενέσεως, καὶ μήτε νοῦν μήτε φύσιν ὑποτιθέμενοι προεπινοοῦντα τὸ τέλος, ἀλλ’ ἐκ συντυχίας γίνεσθαι τὰ γινόμενα.

“而且他们遗漏了更根本的原因;因为他们排除了本质与形式。” 要么他是责备他们除了作用因之外还遗漏了形式;要么正如亚历山大所言,他将作用因称为形式与形态,因为起作用者是作为现实态存在而起作用的,而现实态存在者是按照形式与形态而成为如此这般的;因为每个事物都是按照形式而具有其存在的。但是,说他指的是目的因更为可信,他们将生成的责任归于质料因,既未设定预先设想目的的心灵,亦未设定预先设想目的的自然,而是主张生成之物是出于偶然生成的,从而恰恰取消了目的因。

§2.131

"Ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι’ ἃς γεννῶσι, λίαν ὀργανικάς." Ἔτι ὁ λόγος αὐτῷ πρὸς τοὺς τὴν ὕλην αἰτίαν θεμένους4 τοῦ γεννᾶν, ἐγκαλεῖ δὲ αὐτοῖς διότι δυνάμεις ὑπέθεντο αἰτίας τοῦ γεννᾶν πάσας ὀργανικάς, παρέντες τὴν κατὰ τὸ εἶδος αἰτίαν· εἶδος δὲ προφανῶς τὴν ποιητικὴν αἰτίαν λέγει ἐνταῦθα. ποίας δὲ δυνάμεις ὑπετίθεντο; τὸ θερμὸν καὶ τὸ ψυχρόν· τοῦ γὰρ θερμοῦ διακρίνοντος καὶ τοῦ ψυχροῦ συνιστῶντος λέγουσι τὰ ἄλλα γίνεσθαι. ἡμεῖς δὲ ὁμολογοῦμεν ταύτας ἕκαστον τῶν φύσει γινομένων ἔχειν ὑποκειμένας τῷ κινοῦντι· ἄλλο γάρ ἐστιν ὅπερ ταύταις χρώμενον ὡς ὀργάνῳ αἴτιόν ἐστι γενέσεως καὶ φθορᾶς. φησὶ δὲ ὁ Ἀλέξανδρος τοὺς περὶ Παρμενίδην τοιαύτης γεγονέναι δόξης.

“此外,他们赋予物体用以生成的诸能力,也过于属于工具性的。” 他的论证依然针对那些将质料设定为生成之原因的人,他指责他们,是因为他们设定用以生成的诸能力全都是工具性的,而遗漏了按照形式的原因;在此处他显然将作用因称为形式。那么他们设定了怎样的能力呢?热与冷;因为他们说,通过热的分离和冷的凝结,其余事物得以生成。但我们承认,因自然而生成的每个事物都拥有这些作为服从于推动者的潜底;因为另有某种东西将这些作为工具使用,从而成为生成与毁灭的原因。亚历山大说,巴门尼德周围的人就持有这种见解。

§2.132

"Φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον." Τὸ πῦρ, φησίν, ὃ μάλιστα δραστικώτερον λέγουσι, φαίνεται καὶ αὐτὸ ἀλλοιούμενον καὶ πάσχον, τὸ δὲ ποιητικὸν αἴτιον τὸ κυρίως οὐ πάσχει. ἀμέλει τὴν φύσιν οὐκ ἂν φαίημεν πάσχειν ποιητικὸν αἴτιον οὖσαν, ἀλλ’ εἰ ἄρα τὸ ὑποκείμενον αὐτῆς· αὕτη δὲ ἀεὶ κινεῖ. τὸ δὲ πῦρ οὐ μόνον κινεῖ, ἀλλὰ καὶ πάσχει, ἔπειτα δὲ καὶ κινούμενον οὐ κινεῖται ὥστε ποιῆσαι, ἀλλ’ ἐν ὀργάνου τάξει, ὡς ὁ πρίων· εἰ γὰρ καὶ πρίζοντος αὐτοῦ γίνεται τὸ γινόμενον, ἀλλ’ οὐκ ἔστιν αὐτὸ τὸ ποιοῦν. οὕτω δὲ ἔχει καὶ τὸ πῦρ, μᾶλλον δὲ καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα, μὴ κυβερνώμενον ὑπὸ τέχνης, δι’ ἣν εἴπομεν αἰτίαν. εἰ δέ τις ζητεῖ πῶς ὀργανικὸν αἴτιον οὐχ ὑποτίθεται τῶν φυσικῶν, εἴπερ ὅλως οἶδε τὰς τοιαύτας δυνάμεις ὀργανικοῦ αἰτίου λόγον ἐπεχούσας, ἴστω ὅτι τῇ ὕλῃ ταύτας συγκατατάττει· προσεχὴς γὰρ ὕλη τὰ τοιαῦτα.

“而且火本身也被看到是在被运动和受作用的。” 他说,他们声称最为能动的火本身,也被看到在发生变质和受作用,而严格意义上的作用因是不受作用的。当然,我们不会说作为作用因的自然受作用,如果有的话,受作用的乃是它的载体;而自然本身总是在推动。然而火不仅推动,而且也受作用;其次,它在被运动时,其运动也并非为了起产生作用,而是在工具的序列之中,正如锯子;因为即使在它锯切时生成物得以产生,但并非它本身是起产生作用者。火亦是如此,甚至比工具的情况更糟,由于我们所说的原因,它未被技艺所统摄。如果有人探究,既然他完全知道此类能力具有工具因的性质,为何不在自然物中设定工具因,那么他应当知道,他是将这些与质料归为一类的;因为此类事物乃是切近的质料。

语法注4 条
  1. 2.129τὸ τλʹ κυριώτερον

    底本印刷为“τὸ τλʹ κυριώτερον”之处当系抄本记号混入或排印讹误;在句法上,它明确作为主语“τὸ κυριώτερον τοῦ γεννᾶν αἴτιον”(生成之更根本的原因),与后续的表语“τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως”相对置。

  2. 2.130Ἤτοι ὡς παραλιπόντας καὶ τὸ εἶδος πρὸς τῷ ποιητικῷ αἰτίῳ μέμφεται

    由“Ἤτοι ... ἤγουν”引出两种备选解释。“ὡς παραλιπόντας”是带有 ὡς 的宾格分词结构,表示动词“μέμφεται”所指控的罪由(即责备自然学者们“除了作用因之外还遗漏了形式”)。

  3. 2.130πιθανώτερον δὲ λέγειν τὸ τελικὸν αἴτιον λέγειν αὐτόν

    此处出现两个连续的“λέγειν”:前一个“πιθανώτερον [ἐστὶ] λέγειν”是非人称主句(“说……更为可信”),后一个不定词从句“τὸ τελικὸν αἴτιον λέγειν αὐτόν”则是带宾格主语的宾格不定词结构(“他[亚里士多德]指的是目的因”),其中“αὐτόν”为主语,“τὸ τελικὸν αἴτιον”为宾语。

  4. 2.131Ἔτι ὁ λόγος αὐτῷ πρὸς τοὺς τὴν ὕλην αἰτίαν θεμένους

    系词(ἐστί)在此省略。“αὐτῷ”(对他而言=亚里士多德)是表示所属或关涉的与格,修饰“ὁ λόγος”。全句结构为“Ἔτι [ἐστὶν] ὁ λόγος αὐτῷ πρὸς τούς...”(他的论证依然针对那些……)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:286.23-288.9