← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§285.8-286.22

对柏拉图将相视为动力因的批判

亚里士多德论述了引入作用因的必要性,并批判了将相视为作用因的柏拉图(《斐多篇》中的苏格拉底)以及将运动归因于质料的人;斐洛庞诺斯在此疏解了关于柏拉图真实意图的辩护解释(造物主式的相论)以及亚里士多德反驳相在生成中具有自足性的论证逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.125

" Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ’ οὐδείς." Τὴν ποιητικὴν λέγει αἰτίαν. αἰνίττεται δὲ καὶ πρὸς Ἀναξαγόραν καὶ πρὸς Πλάτωνα. Ἀναξαγόρας μὲν γὰρ ποιητικὸν τὸν νοῦν εἰπὼν οὐ χρῆται αὐτῷ ἐν τῇ γενέσει τῶν πραγμάτων, ἀλλὰ καὶ Πλάτων ἐν Τιμαίῳ τῆς ποιητικῆς αἰτίας μνησθεὶς ἐν τῷ Φαίδωνι τοῖς εἴδεσι τὴν ποιητικὴν αἰτίαν ἀπέδωκεν, εἰπὼν “ἀλλ’ ἐάν τις μοι λέγῃ δι’ ὅ τι καλόν ἐστιν ὁτιοῦν, ἢ ὅτι χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τἆλλα χαίρειν ἐῶ·1 ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι, τοῦτο δὲ ἁπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη· οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι.” ὥστε οὐχ οἷός τε γέγονεν ὁ Πλάτων τὴν προσεχῆ ποιητικὴν αἰτίαν τῶν γινομένων ἀποδοῦναι, ἀλλ’ ἐπὶ τὰς ἰδέας κατέφυγεν.

“而且还必须存在第三者,这正是所有人都在梦想、却无人言说的。” 他指的是作用因。他既暗指阿那克萨戈拉,又暗指柏拉图。因为阿那克萨戈拉虽称心灵是能动的,在事物的生成中却并未运用它;而柏拉图虽然在《蒂迈欧篇》中提到了作用因,在《斐多篇》中却把作用因归于诸相,他说:“但如果有人告诉我,任何事物是因为什么而是美的,或是因为它具有鲜艳的色彩、形状或任何其他此类事物,我对其他那些一概不予理睬;因为在所有其他事情上我都感到困惑,但我只是简单、质朴、或许也是天真地固执于此:即除了那美本身的临在或分有,无论它是以何种方式、如何附加其上的,绝无其他任何东西使它成为美的;因为这一点我不再坚持。”因此,柏拉图未能够提供生成之物的切近作用因,而是逃遁到了理念中。

§2.126

"Ἀλλ’ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γενέσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης." Πρὸς Πλάτωνα νῦν ἀποτείνεται λέγοντα τὰ εἴδη ποιητικὸν αἴτιον εἶναι καὶ ἀρκεῖν αὐτὰ ποιεῖν τὰ γινόμενα. φησὶ γὰρ τὸ μὲν εἶναι ἔχειν ἕκαστον κατὰ τὰ εἴδη τὰ ὄντα, τὸ δὲ γενέσθαι κατὰ τὸ τούτων μεταλαμβάνειν, ὥσπερ τὸ φθείρεσθαι κατὰ τὴν ἀποβολὴν τὴν τούτων. ὥστε ἐκ τῶν εἰδῶν τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔλεγεν ὑπάρχειν τοῖς οὖσιν. ἀπολογούμενοι δέ τινες ὑπὲρ Πλάτωνός φασιν ὅτι τὰ δημιουργικὰ εἴδη ἔλεγεν ὁ Πλάτων αἴτια εἶναι ποιητικά, ὧν κατὰ μετάληψιν γίνεσθαι τὰ γινόμενα, καὶ κατὰ ἀποβολὴν τούτων φθείρεσθαι. εἰ δὲ τὰ δημιουργικὰ εἴδη ὑποτίθεται, δῆλον ὅτι καὶ αὐτὸς ποιητικὸν αἴτιον οἶδεν ταῦτα τῶν ἐν τοῖς γενητοῖς εἰδῶν· ὁ γὰρ δημιουργικὰ αἴτια εἰπὼν εὐθὺς οἶμαι εἰς ἐπίνοιαν ἄγει τῶν ποιητικῶν. ἴσως οὖν φαίη τις ἂν τὸν Ἀριστοτέλην διὰ τοῦτο αὐτῷ μέμφεσθαι τῷ Πλάτωνι, διότι τὰ εἴδη αὐτά φησι ποιεῖν, μὴ αἰτιασάμενος τὸν ἀφορῶντα τοῖς εἴδεσι δημιουργὸν καὶ πρὸς αὐτὰ καθ’ ὁμοιότητα τὰ τῇδε παράγοντα.2 καὶ διὰ τοῦτο πρὸς αὐτὸν ἀντιλέγων φησὶν ὅτι οὔσης ὑγείας καὶ ἐπιστήμης, τουτέστι τῶν λόγων τῆς ὑγείας καὶ τῆς ἐπιστήμης ὄντων, ὄντων δὲ καὶ τῶν μεθεκτικῶν τῆς ὑγείας καὶ τῆς ἐπιστήμης, ὅμως χρεία ἐστὶ καὶ ἄλλου αἰτίου ποιητικοῦ, οἷον τοῦ ἰατροῦ καὶ τοῦ ἐπιστήμονος. εἰ μὴ γὰρ οὗτοι ποιήσωσιν, οὔτ’ ἂν ὁ νοσῶν ὑγιάνῃ, οὔτε ὁ ἀνεπιστήμων μεταβάλοι εἰς ἐπιστήμην. ἐπεὶ εἰ αὔταρκες ἦν τὸ εἶδος ὄντος τοῦ μεθεκτικοῦ ποιῆσαι, τί δήποτε οὐκ ἀεὶ ὁ νοσῶν ὑγιαίνει καὶ ὁ ἀνεπιστήμων γίνεται ἐπιστήμων;

“有些人认为诸相的本性对于生成而言是充分的原因,正如《斐多篇》中的苏格拉底那样。” 他现在针对的是柏拉图,后者声称诸相是作用因,且它们自身足以产生生成之物。因为他说,每个事物根据实存的诸相而具有存在,根据分有这些相而生成,正如根据失去这些相而毁灭一样。因此他曾说,对于存在物而言,生成与毁灭来自于诸相。但有些为柏拉图辩护的人主张,柏拉图所说的作用因是指造物主式的诸相,生成之物是根据分有它们而生成,根据失去它们而毁灭。但如果他设定了造物主式的诸相,显然他自己也认识到这些相是生成物中各相的作用因;因为我认为,提及造物主式原因的人,立刻就会引导人们想到作用因。或许有人会说,亚里士多德正是因此才责备柏拉图本人的,即因为他声称诸相自身在起作用,而没有将那注视着诸相并按照与它们的相似性产生此处事物的造物主作为原因。正因如此,他在反驳他时说,即使健康和知识存在——也就是健康和知识的定义存在——并且能分有健康和知识的事物也存在,然而仍然需要另一种作用因,例如医生和有知识的人。因为如果这些人不起作用,患病者既不会恢复健康,无知者也不会转变为具有知识。因为如果当能接受者存在时,相就足以产生效果,那么究竟为何患病者不是总能恢复健康,无知者也不是总能变成有知识的人呢?

§2.127

"Οἱ δὲ αὖ τὴν ὕλην· ὑπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν." Εἰπὼν πῶς ὁ Πλάτων φησὶ τὰ εἴδη ποιητικὰ αἴτια, ἐν μέσῳ φησὶν ὅτι ἕτεροι τὴν ὕλην ᾠήθησαν ποιεῖν, ὑπὸ τῆς ἐν αὐτῇ τροπῆς καὶ κινήσεως ἀπατηθέντες. εἶτα οὕτως τρέπεται ἐπὶ τοὺς ἐλέγχους τῆς Πλάτωνος δόξης, ἐφεξῆς δὲ καὶ τοὺς τὴν ὕλην λέγοντας αἰτίαν εἶναι ὡς ποιητικὸν ἐλέγχει.

“另一些人则认为是质料;因为运动是由此引起的。” 在说明了柏拉图如何声称诸相是作用因之后,他在中间顺便提到,其他人则被质料内部的转变与运动所欺骗,认为质料在起作用。随后,他就这样转向对柏拉图观点的驳斥,紧接着也驳斥了那些声称质料是作为作用因的原因的人。

语法注2 条
  1. 2.125τἆλλα χαίρειν ἐῶ

    习惯用语 χαίρειν ἐῶ(“向……告别/不予理睬”)与宾格 τἆλλα(τὰ ἄλλα 的缩合式)结合的结构。在此表示摒弃并排除前面提到的诉诸颜色、形状等的所有解释。

  2. 2.126μὴ αἰτιασάμενος τὸν ἀφορῶντα τοῖς εἴδεσι δημιουργὸν καὶ πρὸς αὐτὰ καθ’ ὁμοιότητα τὰ τῇδε παράγοντα

    带有否定词 μή 的分词短语,用作伴随状况或原因,用于进一步阐释前文 διότι 从句(“因为他声称诸相自身在起作用”)的内涵。分词 αἰτιασάμενος 支配宾格宾语 τὸν ... δημιουργὸν(“造物主”),意为“而没有将造物主归为原因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:285.8-286.22