- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:283.26-285.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯从质料适宜性的角度论述了为何仅凭质料与相不足以促成生成与持存而必须需要作用因,并在将质料界定为可存在与可不存在之潜能的基础上,阐释了相因与目的因的同一性。
" Οὐ γὰρ ἱκαναὶ γεννῆσαι αἱ δύο." Ἀλλαχοῦ αὐτὸς εἴρηκεν ὅτι ἡνίκα ἐπιτηδεία γένηται ἡ ὕλη πρὸς τὸ καταδέξασθαι τὸ εἶδος, οὐ χρεία τρίτου τινὸς τοῦ δέοντος αὐτῇ τὸ εἶδος,1 ἀλλ’ αὐτοφυῶς καὶ αὐτομάτως αὐτὸ δέχεται. πῶς οὖν ἐνταῦθα φαίνεται λέγων μὴ ἱκανὰς εἶναι τὰς δύο ἀρχάς, ἀλλὰ δεῖσθαι τὸ γινόμενον καὶ τοῦ ποιητικοῦ αἰτίου· πρὸς ὅ φαμεν ὅτι ἡ ὕλη τὸ ἐπιτηδεία γενέσθαι οὐκ ἀφ’ ἑαυτῆς ἀλλ’ ἐκ τοῦ ποιητικοῦ αἰτίου ἔχει· καὶ πρὸς τοῦτο χρεία τοῦ ποιητικοῦ αἰτίου, πρὸς τὸ ποιῆσαι τὴν ὕλην ἐπιτηδείαν ἐργάσασθαι.2 ταύτῃ γὰρ ὁ ἀγαλματοποιὸς τὸ εἶδος ποιεῖν λέγεται, τῷ τὸ ἐμποδὼν τῷ εἴδει ἐξαίρειν ἐκ τῆς ὕλης· οὐ γὰρ τῷ τὸ εἶδος ἔξωθεν ἐπιτιθέναι. ἡ δὲ ὕλη ἅμα τε τὴν ἐπιτηδειότητα ἔλαβε καὶ τὸ εἶδος προσεκτήσατο.
“因为这两者不足以生成。” 他自己在别处曾说过,一旦质料变得适宜于接受相,就不需要某种第三者将相结合于它,而是自然且自发地接受它。那么,为何在此处他看起来却说这两种原理是不充分的,生成之物还需要作用因呢?对此我们回答说,质料变得适宜这一状态并非来自自身,而是来自作用因;并且正是为了这一点才需要作用因,即为了通过加工使质料变得适宜。实际上,雕塑家正是依此被说成是在制作相的,即通过从质料中清除阻碍相的事物;因为并不是通过从外部把相强加于上。而质料则是在获得适宜性的同时也获得了相。
"Καθάπερ οὐδὲ ἐν τοῖς πρώτοις." Οὐδ’ ἐν τοῖς πρώτοις, φησίν, ἱκανὸν τὸ εἶδος καὶ ἡ ὕλη, ἀλλὰ δεῖ καὶ τοῦ ποιητικοῦ αἰτίου τούτοις· ἀλλ’ οὐ πρὸς τὸ γενέσθαι, ἀλλὰ πρὸς τὸ εἶναί τε καὶ διαμεῖναι.
“正如在第一之物中也并非如此。” 他说,即使在第一之物中,相与质料也是不充分的,它们也需要作用因;然而不是为了生成,而是为了存在以及持存。
"Ὡς μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστιν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.3" Τῶν γενητῶν, φησίν, ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστι τὸ δυνάμει ὄν, ὅπερ δύναται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐπειδὴ γάρ, φησί, τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀίδια, ἅπερ καὶ ἀδύνατον μὴ εἶναί φησι, τὰ δὲ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἅπερ καὶ ἀδύνατον εἶναι λέγει, οἷον τὰ μηδαμῇ μηδαμῶς ἐν ὑπάρξει ὄντα πλὴν ἢ κατὰ ψιλὴν ἐπίνοιαν, οἷον ὁ τραγέλαφος, τὰ δέ, φησί, καὶ εἶναι καὶ μὴ εἶναι δύναται, ὥσπερ τὰ γενητὰ καὶ φθαρτά, εἰκότως, φησί, καὶ τὸ ὑποκείμενον αὐτῶν δύναται καὶ εἶναι τόδε τὸ εἶδος καὶ μὴ εἶναι.
“因此,作为质料,可生成之物的原因乃是能够存在与能够不存在之物。” 他说,可生成之物的质料与底层乃是处于潜能中之物,它能够有时存在,有时不存在。他说,因为在存在物中,有些是出于必然存在的(例如永恒之物,他也说它们不可能不存在),有些是出于必然不存在的(他也说它们不可能存在,例如除纯粹构想之外绝无任何方式在实在中存在的事物,如鹿山羊),而另一些,他说,能够存在也能够不存在(如同可生成且可毁灭之物),所以顺理成章地,他说,它们的底层也能够是这个相,也能够不是。
"Τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ εἶναι." Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, τῶν ἐξ ἀνάγκης ὄντων καὶ ἐξ ἀνάγκης οὐκ ὄντων, τὰ μὲν ἀδύνατον μὴ εἶναι, τὰ ἀίδια δηλονότι, τὰ δὲ ἀδύνατον εἶναι, ἃ μηδέποτε εἰς γένεσιν ἔρχεται, οἷον ὁ ἱπποκένταυρος. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τὸ μὴ ἐνδέχεσθαι, φησί, παρὰ τὸ ἀναγκαῖον ἄλλως ἔχειν· τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης οὐκ ἔστι. διὰ τοῦτο οὖν τὰ μὲν αὐτῶν ἀδύνατον εἶναι, τὰ δὲ ἀδύνατον μὴ εἶναι. οὐκοῦν ἡ γένεσίς ἐστι καὶ ἡ φθορὰ περὶ τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι.
“而在这些事物中,有些是不可能不存在的。” 他说,在这些事物中,即刚提到的那些出于必然存在与出于必然不存在的事物中,有些是不可能不存在的——显然是指永恒之物——而另一些是不可能存在的,即绝不会进入生成之物,例如半人马。随后他又加上了原因,说这是由于不可能在必然之外呈其他状态;因为有些事物出于必然存在,而另一些出于必然不存在。因此,由于这一缘故,它们中有些不可能存在,有些则不可能不存在。由此可见,生成与毁灭关涉的是能够存在与能够不存在之物。
"Ὡς δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος." Εἰπὼν περὶ τοῦ ὑλικοῦ αἰτίου νῦν περὶ τοῦ εἴδους διαλαμβάνει, φάσκων εἶδος εἶναι τὸν λόγον τῆς ἑκάστου οὐσίας. οὗ δὲ ἕνεκεν αὐτὸ ἐκάλεσεν δηλῶν ὅτι4 εἰς ταὐτὸν συντρέχει τὸ εἰδικὸν αἴτιον τῷ τελικῷ, καθάπερ καὶ ἐν τῇ Φυσικῇ εἶπεν. καὶ γὰρ καὶ σκοπὸν τίθεται καὶ τέλος ἡ φύσις τὸ ἑκάστου εἶδος ἐν τῇ ὕλῃ ποιῆσαι, καὶ τὸ ἀποτελούμενον καὶ τῇ ὕλῃ ἐπιγινόμενον αὐτὸ τυγχάνει τὸ εἶδος.
“而作为‘为了它’者,则是形态与相。” 在谈论了质料因之后,他现在讨论相,断言相就是每个事物的实体的定义。而他之所以称之为“为了它”,是为了表明相因与目的因汇归于同一事物,正如他也在《自然学》中所说的那样。因为自然把在质料中产生每个事物的相确立为目的与终极目标,而那最终完成并附加在质料之上的东西恰好就是相本身。
- 2.120τοῦ δέοντος αὐτῇ τὸ εἶδος
分词 δέοντος 是动词 δέω(系绑、结合)的现在时主动分词属格,修饰前面的不定代词 τρίτου τινός,受 οὐ χρεία 管辖,意为“不需要某种将相结合到质料上的第三者”。
- 2.120πρὸς τὸ ποιῆσαι τὴν ὕλην ἐπιτηδείαν ἐργάσασθαι
介词 πρός 支配带冠词的不定词 τὸ ποιῆσαι,其后伴随解释性或手段性的不定词 ἐργάσασθαι,两者结合表达目的与手段:“为了通过加工使质料变得适宜”。
- 2.122Ὡς μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστιν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι
该句的句法结构中,带冠词短语 τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι(能够存在与能够不存在)作主语,αἴτιον 作表语,τοῖς γενητοῖς 是关涉与格,Ὡς μὲν οὖν ὕλη 是表示视角或方式的修饰短语(“作为质料”)。
- 2.124οὗ δὲ ἕνεκεν αὐτὸ ἐκάλεσεν δηλῶν ὅτι
短语 οὗ ἕνεκεν 被实质化引用,作为 ἐκάλεσεν 的宾格补足语(“他把它称为‘为了它’”),句末的分词 δηλῶν 则说明其意图(“以表明……”)。
