- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:282.22-283.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺澄清了亚里士多德使用“有些”一词的用意,指明其限定了全宇宙中处于中心的生成毁灭之物,随后探讨了为何生成之物与永恒之物的原理在类上同一,指出此处的质料应当按“底层”而非“潜能”来理解。
" Ἐπειδή ἐστιν ἔνια γενητὰ καὶ φθαρτά." Τὸ ἔνια οὐ πρὸς τὸ ἄνω φησίν·1 οὐ γὰρ τοῦτό φησιν ὅτι ἔνια τῶν σωμάτων τῶν συνεστηκότων ἐξ ἁπάντων τῶν στοιχείων γενητά ἐστι καὶ φθαρτά (τὰ γὰρ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων γενητά ἐστι καὶ φθαρτά), ἀλλ’ ἐπειδὴ τῶν ἁπάντων σωμάτων τὰ μέν ἐστιν ἀίδια τὰ δὲ γενητὰ καὶ φθαρτά, διὰ τοῦτό φησιν ‘ὄντων τινῶν γενητῶν καὶ φθαρτῶν, ἅπερ περὶ τὸ μέσον τοῦ παντὸς συνέστηκε, ζητητέον πόσαι καὶ τίνες αὐτῶν αἱ ἀρχαὶ τῆς γενέσεως’.
“因为有些事物是可生成且可毁灭的。” 他说“有些”并不是关涉上面的文句;因为他并不是说,由所有元素构成的物体中有一些是可生成且可毁灭的(因为由四种元素构成的一切复合物都是可生成且可毁灭的),而是因为在一切物体中,有些是永恒的,有些是可生成且可毁灭的,因此他说:“由于存在某些可生成且可毁灭之物,它们聚集在宇宙的中心周围,所以必须探究它们的生成原理有几个以及是怎样的。”
"Καὶ τῷ γένει αἱ αὐταί, αἵπερ ἐν τοῖς ἀιδίοις τε καὶ πρώτοις· ἡ μὲν γὰρ ὡς ὕλη." Ὁμογενεῖς φησιν εἶναι τὰς ἀρχὰς τῶν τε γενητῶν καὶ τῶν ἀιδίων. καὶ γὰρ ὕλη, φησίν, ἐπὶ ἀμφοτέρων θεωρεῖται τῶν γενητῶν καὶ τῶν ἀιδίων, ὕλην δὲ σκοπεῖ ἐνταῦθα τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην. διὸ εἰκότως ὁμογενεῖς αὐτάς φησιν εἶναι· τὸ γὰρ ὑποκείμενον κοινῶς ἐπ’ ἀμφοτέρων θεωρεῖται τῶν τε ἀιδίων καὶ τῶν γενητῶν. εἰ γὰρ καὶ εἴη ἡ μὲν κρείττων ἡ δὲ χείρων, οὐδὲν ἧττον ὁμογενεῖς ἔσονται, ἐπειδὴ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ζῷον ταύτην πρὸς ἄλληλα τὴν διαφορὰν 〈ἔχοντα〉, τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, ὅμως ὁμογενῆ ἐστι. κρείττων δὲ ἐκείνη καθὸ ἐνεργείᾳ ἀεὶ οὖσα οὐδέποτε δυνάμει ἐστίν, ἡ δὲ τῶν γενητῶν ὕλη δυνάμει τὰ ἐναντία οὖσα ἀεὶ ἔχει τὸ δυνάμει εἶναι τὸ ἐναντίον τοῦ ἐν αὐτῇ ὄντος εἴδους. καὶ ἴσως ἄν τις ὑποπτεύσειεν οὐ διὰ τὴν φύσιν τῆς ὕλης, ἀλλὰ διὰ τὰ εἴδη ταύτην προσιέναι τὴν διαφοράν. διότι γὰρ τὸ τῶν οὐρανίων εἶδος οὐκ ἔχει ἐναντίον, ἀλλ’ ἐστὶν ἀΐδιον καὶ ἀεὶ ὡσαύτως ἔχει, διὰ τοῦτο ἡ τούτου ὕλη ἀεὶ ἐνεργείᾳ ἐστίν· ἡ δὲ τῶν γενητῶν ἐνεργείᾳ οὖσα καὶ αὐτὴ καὶ μηδέποτε ἀνείδεος μένουσα, διὰ τὸ ἐναντιότητα εἶναι περὶ τὸ εἶδος συμβαίνει αὐτὴν ἀεὶ τὸ δυνάμει ἔχειν. εἰδέναι μέντοι χρὴ ὅτι οὐ μόνον διὰ τὸ εἶδος, ἀλλὰ καὶ δι’ αὐτὴν τῆς ὕλης τὴν φύσιν ἡ διαφορὰ προσέρχεται. ἥ τε γὰρ τῶν γενητῶν ὕλη οὐκ ἂν τὸ ἐναντίον ἐδέξατο ἀποβάλλουσα τὸ πρότερον, εἰ μὴ ὑπῆρχεν ἔχουσα τὸ δυνάμει· οὕτως δὲ καὶ ἡ τῶν ἀϊδίων, εἴπερ εἶχε δύναμιν τοῦ ἀποβάλλειν τὸ εἶδος, κἂν ἀπέβαλλεν εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως.2 μεμνῆσθαι δὲ χρή, καθάπερ προλαβόντες εἰρήκαμεν, ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα ὕλην καλεῖ τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην καὶ οὐχὶ τὴν κατὰ τὸ δυνάμει εἶναι νοουμένην· εἰ γὰρ τὴν κατὰ τὸ δυνάμει λάβωμεν παρ’ αὐτοῦ λεγομένην ἐνταῦθα ὕλην, οὐκέτι ἔσται ὁμογενὴς ἡ τῶν γενητῶν τῇ τῶν ἀϊδίων, ἐπειδὴ ἐν ἐκείνῃ οὐκ ἔστι τὸ δυνάμει.
“并且在类上与永恒且第一之物中的相同;因为其一作为质料。” 他说可生成之物的原理与永恒之物的原理是同类的。他说,因为在可生成之物与永恒之物两者中都考察到了质料,而他在此处所考虑的质料是依照底层被考察的质料。因此他理所当然地说它们是同类的;因为作为底层在永恒之物与可生成之物两者中被共同考察到。因为纵使一者更优越而另一者更低劣,它们也丝毫不减损其为同类,因为理性的与无理性的动物彼此之间虽然也具有这种差异——依照更优与更劣的差异——却依然是同类的。而那一质料之所以更优越,在于它始终处于现实中而绝不处于潜能中,但可生成之物的质料由于潜能地是相反者,因而始终具有成为存在于其中的相的相反者的潜能。或许有人会怀疑,这种差异的引入并不是由于质料的本性,而是由于诸相。因为既然天体之物的相没有相反者,而是永恒且始终处于同一状态,因此它的质料始终处于现实中;但可生成之物的质料虽然自身也处于现实中且绝不保持无相状态,却由于关于相存在着相反性,结果始终具有潜能。然而应当明了的是,这种差异的引入不仅是由于相,而且也是由于质料本身的自然本性。因为可生成之物的质料若不具有潜能,就不会在抛弃前一个相的同时接受相反的相;同样地,永恒之物的质料如果具有抛弃相的潜能,当潜能推进为现实时它就会抛弃相了。但应当记住,正如我们此前所说过的,亚里士多德在此处称为质料的是依照底层被考察者,而非依照处于潜能中被理解者;因为如果我们把他在此处所说的质料理解为依照潜能者,那么可生成之物的质料就将不再与永恒之物的质料同类,因为在后者之中并不存在潜能。
- 2.118Τὸ ἔνια οὐ πρὸς τὸ ἄνω φησίν
否定词 οὐ 修饰介词短语 πρὸς τὸ ἄνω,意为“他说‘有些’并不是关联于上文”。后文的 οὐ γὰρ τοῦτό φησιν ὅτι... 对此作了进一步的具体解释。
- 2.119κἂν ἀπέβαλλεν εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως
κἂν ἀπέβαλλεν(即 καὶ ἄν ἀπέβαλλεν)构成与事实相反的虚拟条件句结论分句(未完成过去时直陈式 + ἄν)。独立属格 εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως(“潜能若推进至现实”)在此充当反事实条件的分词从句。
