← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§281.1-282.21

生成毁灭之因的探究与对先行学说动力因的批判

斐洛庞努斯阐明亚里士多德从四元素论总结过渡到对生成与毁灭之普遍原理的探究,并解释其对先前哲学家们(柏拉图的相论、原子论者的质料论以及以冷热为动力的观点)未能充分阐明动力因所作出的批判与驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.117

" Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε τῶν ἁπλῶν, εἴρηται." Εἰπὼν ἐν τοῖς προλαβοῦσι τί ποτέ ἐστιν ἡ γένεσις καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει, εἶτα ἐν μέσῳ πολὺν κατατείνας λόγον περὶ τῆς καθόλου εἰς ἄλληλα τῶν στοιχείων μεταβολῆς, μέλλων ἐν τοῖς ἐφεξῆς περὶ τῆς καθ’ ἕκαστα γενέσεως εἰπεῖν, καὶ περὶ τῆς ἰδικωτέρας τῶν στοιχείων μεταβολῆς κατὰ τὴν τῶν Μετεώρων πραγματείαν μέλλων διδάξαι, ἀναλαμβάνει1 τὸν περὶ τῆς καθόλου γενέσεως λόγον, ζητῶν πόσαι ποτέ εἰσιν ἀρχαὶ καθόλου τῶν γινομένων καὶ φθειρομένων καὶ ποῖαι. ἐκ τούτων γὰρ καὶ τὰς τῶν καθ’ ἕκαστα γενέσεων ἀρχὰς εἰσόμεθα· ὅσαι γὰρ τῶν καθόλου γενέσεων, τοσαῦται καὶ τῶν κατὰ μέρος ἀρχαὶ ἔσονται. φησὶν οὖν ὅτι τοσαῦται τὸν ἀριθμόν εἰσι τῶν γενητῶν καὶ φθαρτῶν ἀρχαί, ὅσαι καὶ τῶν ἀιδίων, καὶ τῷ γένει αἱ αὐταί. ὕλη τε γὰρ ἐν ἀμφοτέροις ἐστὶν ὑποκειμένη, καὶ εἶδος ὡσαύτως ἔν τε τούτοις καὶ ἐν ἐκείνοις θεωρεῖται, ἀλλ’ ἡ μὲν ἐν τοῖς γενητοῖς ὕλη κατὰ τὸ δυνάμει θεωρεῖται (δυνάμει γάρ ἐστιν ἑκάτερον τῶν ἐναντίων), ἐπὶ δὲ τῶν ἀιδίων οὐ κατὰ τὸ δυνάμει θεωρεῖται, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστὶν εἰδοπεποιημένη, καὶ οὐ ποτὲ μὲν προσκτᾶται τὸ εἶδος ποτὲ δὲ στερεῖται τούτου, διότι ἐκεῖ μὲν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ εἶδος καὶ μὴ ἔχον ἐναντίον, ἐνταῦθα δὲ γενητὸν καὶ φθαρτόν, διότι ἐναντιότης περὶ τοῦτο θεωρεῖται. ἔστι δέ, φησί, καὶ τρίτον αἴτιον ποιητικόν, ἐν μὲν τοῖς γενητοῖς καὶ φθαρτοῖς αἴτιον τῆς γενέσεως, ἐν δὲ τοῖς ἀιδίοις τὸ ποιητικὸν αἴτιον οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τοῦ εἶναι καὶ τῆς διαμονῆς. τοσούτων τοίνυν οὐσῶν τῶν ἀρχῶν τῆς γενέσεως τὸ μὲν ὑλικὸν καὶ εἰδικόν, φησίν, ἅπαντες ἔγνωσαν, τὸ δὲ ποιητικὸν ὠνείρωξαν μὲν διήρθρωσε δὲ οὐδείς. οἱ μὲν γὰρ ποιητικὸν αἴτιον ἀποδεδώκασι τὸ εἶδος, καθάπερ Πλάτων ἐν τῷ Φαίδωνι· οὗτος γὰρ ἐπιτιμήσας τοῖς ἄλλοις ὡς μηδεμίαν ἔννοιαν λαβοῦσι τοῦ ποιητικοῦ αἰτίου, ἔνθα καὶ τὸν Ἀναξαγόραν ὑπεδέξατο εἰπόντα τὸν νοῦν ποιητικὸν αἴτιον, εἰ καὶ ὅτι2 οὐδ’ ἐκεῖνος ἐχρήσατο αὐτῷ ἐν τῇ γενέσει τῶν γενητῶν, αὐτὸς ὑποκατιών φησι τὸ εἶδος ποιεῖν τῇ παρουσίᾳ αὐτοῦ τὸ εἰδοπεποιημένον. μέμφεται δὲ αὐτὸν φάσκων ὅτι οὐχ ἱκανὸν τὸ εἶδος ὑπάρχον ποιῆσαι· οὐδὲ γὰρ ἡ εἰκὼν ποιεῖν λέγεται τὸ πρὸς αὐτὴν γινόμενον ἀλλ’ ὁ τεχνίτης, οὐδὲ ἡ ὑγεία τὸν νοσοῦντα ὑγιάζει μὴ ὄντος τοῦ ἰατροῦ. ἔπειτα, φησίν, εἰ εἰσὶν αἱ ἰδέαι (ταύτας γὰρ φησιν εἴδη ὁ Πλάτων), διὰ τί ὄντος τοῦ μεθεκτικοῦ οὐκ εὐθέως γίνεται; οἷον τοῦ εἴδους τῆς ὑγείας 〈ὄντος〉, ὄντος δὲ καὶ τοῦ κάμνοντος, διὰ τί μὴ εὐθέως μεταβαλὼν ὁ κάμνων ἐκ νόσου ὑγιαίνει, ἀλλὰ χρεία ἐστὶ δηλονότι τοῦ ἰατροῦ; οὕτως μὲν οὖν ἐλέγχει τοὺς λέγοντας τὰ εἴδη εἶναι τὰ ποιοῦντα. ἄλλοι δέ, φησί, τὴν ὕλην ᾐτιάσαντο λέγοντες αὐτὴν τρεπομένην ποιεῖν. ταύτης δὲ τῆς δόξης εἶεν ἂν καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποθέμενοι. καί φησιν ὅτι καθ’ ὅσον μὲν τοῖς πάθεσι καὶ τῇ κινήσει προσεσχηκότες3 ποιητικὸν αὐτὴν αἴτιον εἰρήκασι, φυσικώτερον ἀπεφήναντο (ποιητικὸν γὰρ αἴτιόν φαμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως), καὶ κατὰ τοῦτο ἀποδοχῆς μᾶλλον εἰσὶν ἄξιοι τῶν τὰ εἴδη εἰρηκότων ἀκίνητα ὄντα· καθ’ ὅσον δὲ οὐκ ἄλλο τι τῆς κινήσεως τῆς ἐν τῇ ὕλῃ ἔλεγον εἶναι αἴτιον, κατὰ τοῦτο μέμψεως ἄξιοι· ἡ γὰρ ὕλη οὐ τοῦ ποιεῖν καὶ κινεῖν φαίνεται τὴν ἀρχὴν ἔχουσα, ἀλλὰ τοῦ κινεῖσθαι καὶ πάσχειν ὑπ’ ἄλλου. ἄλλοι δέ τινες τὰς ποιητικὰς αἰτίας ἀποδιδόασι ταῖς δυνάμεσι τῶν σωμάτων, θερμότητι καὶ ψυχρότητι, αἵτινες ὄργανά εἰσι τῆς ποιητικῆς αἰτίας, οὐκ αὐταὶ ποιητικαὶ αἰτίαι· διὰ τούτων γὰρ ἡ φύσις ὡς δι’ ὀργάνων ποιεῖ. δείκνυσι δὲ ὅτι καὶ χεῖρον ἢ κατ’ ὄργανον ταῦτα ἐνεργοῦσιν, εἴ γε τὰ μὲν ὄργανα μὴ ἐπιστατούσης τέχνης οὐδὲν δρᾷ περὶ τὴν ὕλην, τὸ δὲ θερμὸν καὶ ψυχρόν, εἰ μὴ ὑπὸ φύσεως ἢ τέχνης μετρηθῇ, φθείρει τὸ ὑποκείμενον. ταῦτα εἰπὼν τὴν οἰκείαν δόξαν περὶ τῆς ποιητικῆς αἰτίας ἐκτίθεται. Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε τῶν ἁπλῶν. ἅπαντά φησι τὰ σύνθετα· τὰ γὰρ ἁπλᾶ οὐ συνέστηκεν ἐξ ἁπλῶν, ἐπεὶ οὐκ ἂν ἦν ἁπλᾶ.

“因此,所有物体都是由所有单纯者构成的,这已经被陈述了。” 在前面的部分陈述了生成究竟是什么、以及它与其他变化有何区别之后,接着在中间对元素相互之间的普遍转变展开了长篇论述,随后他将要在接下来的部分中讨论个别的生成,并且将在《气象学》论著中阐明诸元素更特殊的转变,于是他重新拾起关于普遍生成的论说,探究普遍而言生成与毁灭之物的原理究竟有几个以及是怎样的。因为从这些之中,我们也将认识各个具体生成的原理;普遍生成有多少原理,个别生成的原理也就有多少。因此他说,可生成且可毁灭之物的原理在数量上与永恒之物的原理相同,在类上也是同一种。因为在两者之中质料都作为底层存在,相也同样在这些事物以及那些事物中被考察;但是,在可生成之物中的质料是依照潜能被考察的(因为它潜能地是相反者中的每一方),而在永恒之物的情形下,它不是依照潜能被考察的,而是始终现实地被赋相的,并且不会有时获得相、有时被剥夺相,因为在彼处,相是永恒的、始终处于相同状态且没有相反者,而在此处,相是可生成且可毁灭的,因为关于它考察到了相反性。他说,还有第三种原因即动力因,它在可生成且可毁灭之物中是生成的原因,而在永恒之物中,动力因不是生成的原因,而是存在与持久的原因。那么,生成的原理既然有这么多,他说所有人虽然都认识了质料因和形式因,但对于动力因,他们虽曾梦想过,却没有任何人清楚地阐明过。因为有些人将相指定为动力因,正如柏拉图在《斐多篇》中所做的那样;因为柏拉图斥责其他人没有领会任何关于动力因的概念——在此处他也接受了称心灵为动力因的阿那克萨哥拉,尽管那个人在可生成之物的生成中也根本没有使用心灵——他自己却在稍往下处,说相以自身的临在产生被赋相之物。〔亚里士多德〕责难他,声称相仅仅存在并不足以产生;因为画像也不被说成制造了对照它而生成的东西,而是工匠制造的,健康如果不存在医生也不会使病人康复。其次,他说,如果诸理型存在(因为柏拉图称这些为相),为什么在能够分有之物存在时它不能立即生成呢?例如,当健康的相存在、患病的人也存在时,为什么患病者不能立即从疾病中转变并康复,而显然需要医生呢?因此他就以这种方式驳斥了那些主张诸相是产生者的人。他说,另一些人则把原因归于质料,说质料自身转变而产生。那些设定原子为原理的人也当属于这种见解。他说,就他们着眼于受动与运动而把质料称为动力因而言,他们的论断更具有自然学性质(因为我们所说的动力因乃是运动源头由之而出的东西),且就这一点而言,他们比那些把不动的相称为〔动力因〕的人更值得赞同;但就他们没有说明质料中运动的原因是另外的某种东西而言,就这一点而言他们应当受到责难;因为质料看起来并不具有产生和运动的源头,而是具有被动和被他者运动的源头。还有一些人把动力因归于物体的诸能力即热与冷,但这些是动力因的工具,本身并不是动力因;因为自然通过这些如通过工具一般产生。并且他表明它们的运作甚至比依照工具的方式更糟,因为工具在没有技术监督时不对质料起作用,而热和冷若不受自然或技术的计量,就会摧毁底层。在说了这些之后,他陈述了关于动力因的己见。“因此,所有物体都是由所有单纯者构成的。”他说的是所有复合物体;因为单纯者并不是由单纯者构成的,否则它们就不是单纯者了。

语法注3 条
  1. 2.117Εἰπὼν ... κατατείνας ... μέλλων ... μέλλων ... ἀναλαμβάνει

    从句首到 ἀναλαμβάνει 的长句骨架是主语(亚里士多德)及其主谓动词 ἀναλαμβάνει;在此之前修饰主语的是一系列表伴随或时间的状语分词:不定过去时分词 Εἰπὼν、κατατείνας,以及两个表示即将进行某事的现在时分词 μέλλων。

  2. 2.117εἰ καὶ ὅτι

    表示让步的习惯表达(“尽管”、“哪怕”)。此处在关系从句 ἔνθα καὶ τὸν Ἀναξαγόραν ὑπεδέξατο ... 内部引导一个副词从句,对赞许阿那克萨哥拉一事作出保留限制。

  3. 2.117προσεσχηκότες

    动词 προσέχω 的完成时主动态分词。此处承袭了短语 νοῦν προσέχειν(留心、注重)中省略宾语 νοῦν 的习惯用法,直接支配与格(τοῖς πάθεσι καὶ τῇ κινήσει),意为“着眼于/关注受动与运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:281.1-282.21