← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§279.8-280.29

复合物中的相反元素必然性与火的受滋养

注解亚里士多德《论生成与消灭》335a4–335a14。菲洛波庞论证了复合物体中必然包含与地和水相反的元素即气和火,通过食物作为复合体这一论据确立了四元素说,并阐明了为何在单纯物中唯独作为相的火在诗意表达中被说成受到“滋养”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.114

" Ἀὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι." Δείξας ὑπάρχειν ὕδωρ καὶ γῆν τοῖς συνθέτοις, νῦν δείκνυσιν ὅτι καὶ πῦρ καὶ ἀέρα ἀνάγκη ἐν τούτοις εἶναι. εἰ γὰρ μικτά φαμεν εἶναι τὰ σύνθετα, μίγνυται δὲ οὐ τὰ τυχόντα τοῖς τυχοῦσιν ἀλλ’ ὅσα πέφυκε πάσχειν ὑπ’ ἀλλήλων, πάσχει δὲ τἀναντία, δῆλον ὅτι γῆς καὶ ὕδατος ὄντων ἀνάγκη καὶ τἀναντία τούτων εἶναι. ἔστι δὲ γῇ μὲν ἐναντίον ἀὴρ ὕδατι δὲ πῦρ. ὥστε εἰ ἔστι ξηρὸν ἐν τῷ συνθέτῳ καὶ ψυχρὸν διὰ τῆς γῆς, δεῖ καὶ ἀέρα εἶναι ὑγρὸν ὄντα καὶ θερμόν, ἵνα τῶν ἐναντίων μίξις γένηται. ὡσαύτως δὲ εἰ ἔστι ψύξις ἡ κατὰ τὸ ὕδωρ, καὶ ὑγρότης ἔσται καὶ θερμότης ὁμοῦ καὶ ξηρότης διὰ τὸ πῦρ. εἰπὼν δὲ ὅτι τὸ πῦρ καὶ ὁ ἀὴρ ἐναντία ἐστὶν ὕδατι καὶ γῇ, ἀναγκαίως προστέθεικεν τὸ ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι·1 οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ μόνον κατὰ τὰς εἰδοποιοὺς δυνάμεις, λέγω δὲ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν. κατὰ ταῦτα γὰρ τὰ στοιχεῖα ἐναντία ἐστὶν ἀλλήλοις, κατὰ τὸ ὑποκείμενον κοινωνοῦντα· κοινὸν γάρ ἐστι πάντων. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ θερμότης καὶ ξηρότης εἶδός ἐστι τοῦ πυρός· τὸ δὲ εἶδος οὐσία ἐστίν· ὥστε ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει ἐναντίον. πῶς οὖν αὐτὸς ἐν ταῖς Κατηγορίαις εἶπε μηδεμίαν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι; ἢ δῆλον ὅτι ἐν ταῖς Κατηγορίαις περὶ τῶν συνθέτων οὐσιῶν ἦν αὐτῷ ὁ λόγος; ἔχεις δὲ κἀνταῦθα σαφῶς ὅπως φησὶ πῦρ ὕδατι ἐναντίον εἶναι, ὁσάκις ἂν εἴποι ὅτι οὐ καθ’ ὅλον, ἀλλὰ κατὰ τὰς ἐν αὐτοῖς δυνάμεις.

“而气和火[存在],乃因它们与地和水相反。” 在表明了水和地属于复合体之后,他现在表明火和气也必然存在于它们之中。因为,如果我们说复合体是混合的,而混合的并不是任意事物与任意事物,而是凡天生能相互受动的事物,且相反者相互受动,那么显然,既然有地和水存在,它们的相反者也必然存在。与地相反的是气,与水相反的是火。因此,如果在复合体中因地而有干和冷,就必须也有兼具湿与热的气存在,以便生成相反者的混合。同样,如果存在属于水的冷,也就会有湿,以及因火而同时存在的干与热。在说了火与气同水与地相反之后,他必然地补充说“正如实体可以与实体相反那样”;因为这绝不是就底层而言,而唯独是就赋相的能力而言,我指的是热与冷、湿与干。因为诸元素就这些方面而言相互相反,而就底层而言则是共享的;因为底层对一切都是共同的。但也许有人会说,热和干是火的相;而相是实体;因此就相而言的实体具有相反者。那么,他自己在《范畴篇》中怎么会说没有任何实体与实体相反呢?难道不显而易见,在《范畴篇》中他的论述是关于复合实体的吗?而且在这里你也可以清楚地领会,每当他说不是就整体而言、而是就它们内在的能力而言时,他是以何种方式说火与水相反的。

§2.115

"Μαρτυρεῖν δὲ ἔοικε καὶ ἡ τροφὴ ἡ ἑκάστων." Νῦν καὶ ἐκ τῆς τροφῆς συλλογίζεται ὅτι τὰ μικτὰ ἐκ τῶν τεσσάρων ἐστίν. ἐπειδὴ γάρ, φησίν, ἕκαστον ἐξ ὧν σύγκειται ἐκ τούτων καὶ τρέφεται, οὐδὲν δὲ ἐξ ἁπλοῦ τινος τρέφεται ἀλλ’ ἐκ τῶν συνθέτων, δῆλον ὅτι οὐδὲν τῶν λεγομένων μικτῶν ἁπλοῦν ἐστιν, ἀλλ’ ἐκ τῶν τεσσάρων πάντα συνέστηκεν. ὅπερ δὲ δοκεῖ ἀντιπίπτειν ἐπὶ τῶν φυτῶν, τῷ ὕδατι μόνῳ ταῦτα τρέφεσθαι, τοῦτο τίθησι καὶ ἐλέγχει λέγων ὅτι μέμικται τῷ ὕδατι ᾧ τρέφονται καὶ γῆ. ὥστε εἰ ἐξ ὧν τρέφονται ἐκ τούτων καὶ συνέστηκεν, ἐκ γῆς ἄρα καὶ ὕδατος συνέστηκεν. εἰ δὲ ἐκ γῆς καὶ ὕδατος, ἐξ ἀνάγκης καὶ 〈ἐκ〉 τῶν ἐναντίων διὰ τὸν προειρημένον λόγον. μετέχουσιν ἄρα καὶ πυρὸς καὶ ἀέρος. ἀνάγκη οὖν καὶ τῇ τροφῇ αὐτῶν ταῦτα εἶναι, καὶ διὰ τοῦτο οὐ τὴν τυχοῦσαν γῆν μιγνύουσιν οἱ γεωργοί, ἀλλὰ τὴν κοπρώδη, ἥτις καὶ πυρώδους καὶ ἀερώδους μετέχει οὐσίας, ἥν φησι μίξαντας τοὺς γεωργοὺς οὕτω χρήσασθαι τῇ ἀρδείᾳ.2

“而各物的营养似乎也为此作证。” 现在他也从营养推论出混合物是由这四者构成的。因为他说,既然每一事物都由构成它的那些东西来滋养,而没有任何事物是由某种单纯物来滋养、而是由复合体来滋养的,那么显然,所谓混合物中没有一个是单纯的,而全都是由这四者构成的。至于在植物情形中似乎构成的异议(即植物唯独由水滋养),他提出了这一点,并通过指出滋养它们的水中也混合了地来予以驳斥。因此,如果它们是由滋养它们的东西构成的,那么它们也就是由地和水构成的。如果由地和水构成,根据上述论证,必然也由它们的相反者构成。所以它们也分有火与气。因此它们的营养中必然也存在这些元素,正因如此,农夫们并不混合任意的泥土,而是混合富含粪肥的泥土,这种土分有火性与气性的实体,他说农夫们混合了这种土,并以此方式用于灌溉。

§2.116

"Ἐπειδή ἐστιν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον τὸ συνειλημμένον." Νῦν ὡς πρὸς χρῆσίν τινα καὶ ῥῆσιν ποιητικὴν αἰτίαν ζητῶν τί δήποτε πάντων τῶν στοιχείων εἰς ἄλληλα μεταβαλλόντων τὸ πῦρ μόνον φασί τινες τρέφεσθαι (οὕτως γὰρ καὶ ὁ ποιητὴς εἶπεν “τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει”), φησὶν οὖν ὅτι3 ἐπειδὴ ἡ μὲν τροφὴ ὕλη ἐστὶ τοῦ τρεφομένου, τὸ δὲ τρεφόμενον τὸ εἶδός ἐστι τὸ συνειλημμένον καὶ συμπεπλεγμένον τῇ ὕλῃ (τοῦτο γάρ ἐστι καὶ τὸ ὑπομένον), εὔλογον τὸ πῦρ μόνον λέγειν τῶν ἁπλῶν τρέφεσθαι, διότι τοῦτο μᾶλλον τῶν ἁπλῶν εἶδος. ὅτι δὲ τὸ πῦρ εἶδος, κατασκευάζει τοῦτον τὸν τρόπον. εἰ γὰρ ὁρῶμεν τὸ πῦρ κατὰ φύσιν ἐπὶ τὸν ὅρον φερόμενον, ὅρος δέ ἐστιν ὃ πέρας ἐστί τινος καὶ περιέχον, ἕκαστον δὲ κατὰ φύσιν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, δῆλον ὅτι τόπος οἰκεῖός ἐστι τοῦ πυρὸς ὁ ὅρος, τουτέστι τὸ πέρας καὶ τὸ περιέχον τἆλλα. ἐπειδὴ τοίνυν τὸ εἶδος ἑκάστου ἐν τῷ ὅρῳ ἐστίν, εἶδος δὲ λέγει οὐ τὸ κατὰ τὸν οὐσιώδη λόγον, ἀλλὰ τὸ κατὰ τὴν μορφήν (τοῦτο γὰρ ἐν τῇ ἐπιφανείᾳ θεωρεῖται), συμβαίνει, ὅταν ἐν τῷ ὅρῳ τὸ πῦρ ὑπάρχῃ, ἐκείνου αὐτοῦ εἶδος εἶναι· ὑπάρχει δὲ ἐν τῷ ὅρῳ τῶν ἄλλων στοιχείων καὶ τῷ πέρατι τῷ περιέχοντι αὐτά· δῆλον ἄρα ὅτι εἶδός ἐστι τῶν ἄλλων. εἰκότως οὖν μόνον τῶν ἄλλων λέγεται τρέφεσθαι.

“因为营养属于质料,而被滋养者则是被包含的[相]。” 现在,关于某种习惯用法和诗意表达,他在探究究竟为何在所有元素都相互转变的情况下、唯独火被某些人说成受滋养的原因时(因为诗人也是这样说的:“火吞噬了所有与你同行的人”),他便说道:既然营养是被滋养者的质料,而被滋养者是与质料一同被包含并交织在一起的相(因为存留下来的也正是它),那么说单纯物中唯有火受到滋养便是合理的,因为火在单纯物中更具有相的性质。他以下述方式确立火是相:如果我们看到火依照自然本性向着边界运动,而边界是某物的极限和包容者,且每一事物都依照自然本性向着本有的地方运动,那么显然火本有的地方就是边界,也就是极限和包容其余事物者。既然每一事物的相都在边界中——他所说的相并不是依照本质定义的相,而是依照形态的相(因为形态是在表面上被考察的)——那么当火处于边界中时,就必然成为那事物本身的相;而火处于其余诸元素的边界以及包容它们的极限中;因此显然火是其余诸元素的相。因而,在其余事物中唯有火被说成受滋养,这是理所当然的。

语法注3 条
  1. 2.114ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι

    引用亚里士多德原文(335a6–7)之语。连词 ὡς 具有方式或限制意义(“正如……那样”或“在……限度内”),结合《范畴篇》中实体没有相反者这一原则,指出将元素称为实体时,相反性并不是就底层而言,而唯独就赋相的活动能力(热、冷、干、湿)而言才得以成立这一保留条件。

  2. 2.115ἥν φησι μίξαντας τοὺς γεωργοὺς οὕτω χρήσασθαι τῇ ἀρδείᾳ

    关系代名词 ἥν(先行词为 τὴν κοπρώδη [γῆν])是分词 μίξαντας 的直接宾语,而非不定式 χρήσασθαι 的宾语。在此由间接引语动词 φησί 统辖的宾格加不定式结构中,τοὺς γεωργούς 为宾格主语,与不定过去时主动分词 μίξαντας 一致,主要的补足不定式为 χρήσασθαι(带与格补足成分 τῇ ἀρδείᾳ)。

  3. 2.116Νῦν ὡς πρὸς χρῆσίν τινα καὶ ῥῆσιν ποιητικὴν αἰτίαν ζητῶν τί δήποτε... φησὶν οὖν ὅτι

    句首的阳性主格现在时分词 ζητῶν(主语为亚里士多德)由于中间插入了间接疑问句(τί δήποτε...)以及诗句引用而大幅拉长,主句动词因而通过带有复述小词 οὖν 的 φησὶν οὖν ὅτι 重新拾起。在句法上,这构成了悬垂或复述性的主干结构,由 φησί 来承接由分词短语开启的主述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:279.8-280.29