- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:277.11-279.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了当诸元素的作用势均力敌时,两极端受到抑制从而生成肉和骨等复合中间物的过程,随后论证了中心区域的所有复合物体为何必定由包括地和水在内的全部四种元素构成。
" Καὶ πρῶτόν γε οὕτως τὰ στοιχεῖα μεταβάλλει, ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα." Ὅ φησι τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἡνίκα τύχῃ ἐξισάζοντα δρᾶν εἰς ἄλληλα, τὴν μὲν πρώτην ὁρμὴν τῆς μεταβολῆς ἑκάτερον ὡς εἰς τὸ ἐναντίον ποιεῖται, ἀλλὰ διὰ τὸ ἐξισάζειν τὰς δυνάμεις καὶ μηδέτερον τοῦ ἑτέρου κατακρατεῖν γίνεται μεταξύ τι, τῆς ἀκρότητος ἑκατέρου κολαζομένης· ἐπειδὴ δὲ τὸ μεταξὺ τοῦτο οὐκ ἔστιν ἄτομόν τι ἀλλ’ ἐν πλάτει θεωρεῖται,1 ἔνθεν οὐκ ἔστιν ἕν τι εἶδος τοῦ μεταξύ, ἀλλὰ πλείονα τὰ σύνθετα, σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα. Ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ 〈καὶ τὰ τοιαῦτα〉. ἐκ τούτων, φησί, τῶν ἁπλῶν κολαζομένων ὑπ’ ἀλλήλων κατὰ τὰς ἀκρότητας γίνεται τὰ μεταξύ.
“诸元素首先以这种方式发生转变,而由这些元素[生成]肉、骨和诸如此类的事物。” 他的意思如下:由于诸元素天生会相互转变,当它们碰巧以均等的力量相互作用时,每一方都把转变的最初冲动引向相反者;但由于能力相等且彼此都不能彻底压倒对方,每一方的极端受到抑制,某种中间物便生成了。然而,由于这种中间物并非不可分割的单一点,而是在一定幅度中被考察的,因此中间物的相态并非单一,复合体乃是多样的,即肉、骨和诸如此类的事物。“而由这些元素[生成]肉、骨〈和诸如此类的事物〉”。他说,由这些在极端上被彼此抑制的单纯物,生成了诸中间物。
"Ἐνταῦθα γὰρ οὐδέτερον." Ἐν τῇ τοιαύτῃ, φησί, μεταβολῇ τὸ γινόμενον οὐδέτερόν ἐστι τῶν ἄκρων, ἀλλὰ μῖγμα ἐξ ἀμφοῖν.
“因为在那种情况下,两者都不是。” 他说,在这样的转变中,生成之物并非两极端中的任何一者,而是由两者构成的混合物。
"Καὶ τἆλλα [πάντα] τὰ τοιαῦτα." Εἰπὼν ὅτι ἡ θερμότης καὶ ἡ ψύξις καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης κατὰ μεσότητα ποιοῦσι τὰ σύνθετα, προσέθηκε τὸ καὶ τἆλλα τὰ τοιαῦτα, διότι καὶ αἱ ἄλλαι δυνάμεις, οἷον γλυκύτης καὶ στρυφνότης, εἰ καὶ μὴ εἰδοποιοὶ τυγχάνουσιν οὖσαι, ἀλλ’ οὖν καὶ αὗται μεσότητά τινα ἀποτελοῦσιν ἐν τοῖς συνθέτοις.
“以及所有其他诸如此类的事物。” 在说了热与冷、干与湿按照中间状态构成复合体之后,他补充说“以及其他诸如此类的事物”,这是因为其他能力(例如甜与涩),即使并非赋相的,也同样在复合体中构成某种中间状态。
"Πάντα δὲ τὰ μικτὰ σώματα, ὅσα περὶ τὸν τοῦ μέσου τόπον ἐστίν." Τὸ προκείμενον αὐτῷ ἐν τούτοις δεῖξαι, ὅτι πάντα τὰ φυσικὰ σύνθετα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν. ἐπεὶ γὰρ ἐλέγχων τοὺς ἐξ ἀμεταβλήτων τῶν στοιχείων συγκεῖσθαι λέγοντας τὰ σώματα ἔλαβεν ὡς ἐκ παντὸς μορίου τῶν συνθέτων, οἷον σαρκός, πᾶν ἐκκρίνεται στοιχεῖον, εἰκότως αὐτὸ τοῦτο νῦν προτίθεται δεῖξαι, ὅτι πᾶν σύνθετον ἐκ τῶν τεσσάρων συνέστηκεν. τὸ δὲ ὅσα περὶ τὸν τοῦ μέσου τόπον εἴρηκεν οὐ πρὸς ἀντιδιαστολὴν ὡς ὄντων τινῶν μικτῶν μὴ περὶ τὸν μέσον τόπον, οἵαν ἔνιοί φασι τὴν σύνοδον τῆς ὑγρᾶς καὶ ξηρᾶς ἀναθυμιάσεως, ἃς ἐν τοῖς Μετεωρολογικοῖς λέγει συμπεπλεγμένας ἀνιέναι (αὗται δὲ οὐκ εἰσὶ μικταὶ φύσει, οὐδὲ ἕν τι σύνθετον ἀποτελοῦσιν, ἀλλὰ κατὰ παράθεσιν ἀλλήλαις παράκεινται), ἀλλ’ ἔστι τὸ λεγόμενον ἐν ἴσῳ τῷ2 ‘πάντα δὲ τὰ μικτά, ὅσα καὶ περὶ τὸν τοῦ μέσου τόπον ἐστίν’· ὑπάρχει γὰρ τοῖς μικτοῖς τὸ περὶ τὸν τοῦ μέσου τόπον εἶναι. ταῦτα οὖν, φησίν, ἐξ ἁπάντων σύγκειται τῶν στοιχείων, καὶ τὰς ἀποδείξεις ἐφεξῆς ἐπιφέρει.
“而在中心位置周围的所有混合物体。” 他在这些论述中的既定任务是表明:所有自然的复合物体都由四种元素构成。因为在驳斥那些主张物体由不可变的元素组成的人时,他设定了从复合体(如肉)的每一部分中都可以析出所有元素这一前提,所以他现在理所当然地着手证明这一点,即所有复合体都是由这四种元素构成的。而他说“凡在中心位置周围的”,并不是为了作区分,仿佛存在某些不在中心位置周围的混合物体似的——例如有人主张湿蒸气和干蒸气的相遇就是如此,他在《天象论》中说这两种蒸气交织着上升(但这些蒸气在自然本性上并不是混合的,也不构成单一的复合体,而是通过并置相互挨在一起)——相反,所说的等同于“所有混合物,它们也正是在中心位置周围的”;因为处于中心位置周围正是混合物所具有的属性。因此他说,这些物体是由所有元素构成的,并且随后提出了诸项证明。
"Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσιν διὰ τὸ ἕκαστον εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ." Πρῶτον δείκνυσιν ὅτι γῆς πάντα μετέχει τὰ σύνθετα. ἡ δὲ κατασκευὴ τοιαύτη. εἰ ἕκαστον, φησί, περὶ τὸν οἰκεῖον τόπον μάλιστα πλεονάζει, δῆλον ὅτι τοῖς συνθέτοις ἐν τῷ τῆς γῆς τόπῳ οὖσι (τόπος γὰρ τῆς γῆς τὸ μέσον) πλεῖστον ὑπάρξει τῆς γῆς. ὅτι δὲ ἀνάγκη καὶ ὕδατος αὐτὰ μετέχειν, σαφῶς ἐφεξῆς δείκνυσιν ἐκ τοῦ μὴ δύνασθαι τὴν γῆν καθ’ αὑτὴν συμμένειν καὶ περιορισθῆναι μὴ δεθεῖσαν οἷον κόλλῃ τινὶ τῇ συμπλοκῇ τοῦ ὕδατος.
“因为地存在于所有事物中,由于每一者在自己本有的[地方]中最多且最大量地存在。” 首先,他表明所有复合体都分有地。其论证建立如下:他说,如果每一元素在其本有的地方周围最多地丰盈,那么显然,对于处于地之地方(因为中心就是地的地方)的复合体而言,地必将最大量地属于它们。而它们也必然分有水,他在后文中清楚地予以证明,这是基于:如果不被水的交织如同某种胶水般黏结起来,地本身便无法聚合在一起并获得限定。
"Μόνον δὲ εἶναι τῶν ἄλλων εὐόριστον τὸ ὕδωρ." Μόνον φησὶν εὐόριστον τῶν ἄλλων εἶναι τὸ ὕδωρ, καίτοι τοῦ ἀέρος εὐοριστοτέρου δοκοῦντος εἶναι, διὰ τὸ καὶ ὑγρότερον εἶναι. εὐόριστον οὖν ἀκουστέον ἀντὶ τοῦ ὁριστικόν,3 ὡς πρὸς σύνθεσιν τῆς γῆς, ὡς ἂν ταύτης ἐκ τῆς τοῦ ὕδατος μίξεως μόνου γινομένης εὐορίστου. καὶ δηλοῖ ὁ πηλὸς οὐ διὰ τὸν ἀέρα ἀλλὰ διὰ τὸ ὕδωρ εὐόριστος γινόμενος. τὸ γὰρ ὕδωρ ἀναπληστικώτερον ὑπάρχον τοῦ ἀέρος προσιζάνει καὶ ἑνοῦται ταύτῃ· ὁ γὰρ ἀὴρ διὰ τὴν κουφότητα καὶ τὴν λεπτομέρειαν διαδιδράσκει ῥᾳδίως καὶ τὴν μίξιν διολισθαίνει, τὸ δὲ ὕδωρ καὶ ὡς βαρὺ καὶ ὡς παχυμερέστερον τοῦ ἀέρος συμπλέκεται μᾶλλον αὐτῇ καὶ προσιζάνει.
“而在其余事物中,唯有水是易受限定的。” 他说在其余事物中唯有水是易受限定的,尽管由于气更湿润,它似乎显得比水更易受限定。因此,“易受限定的”必须被理解为代替“给予限定的”,这是就与地的复合而言的,就好像地唯独从水的混合中才变得易受限定一样。泥土表明了这一点,它不是由于气而是由于水才变得易受限定的。因为水比气更能填补空隙,因而附着在地上并与它结合为一;而气由于其轻盈和微细的微粒而容易逃逸并在混合中溜走,水则既作为沉重之物,又作为比气具有更粗大微粒之物,更加与地交织在一起并附着其上。
- 2.108ἐν πλάτει θεωρεῖται
意为“在幅度中被考察”。此处的 πλάτος(幅度/广度)与不可分割的单一点(ἄτομον)相对立,表明中间状态并非单一固定的点,而是包含一定范围的梯级。
- 2.111οὐ πρὸς ἀντιδιαστολὴν ... ἀλλ’ ἔστι τὸ λεγόμενον ἐν ἴσῳ τῷ
斐洛波诺斯澄清了亚里士多德原文中关系从句 ὅσα περὶ τὸν τοῦ μέσου τόπον ἐστίν 的句法功能:该从句并非用作限制性关系从句以与别处的混合物体形成对比(πρὸς ἀντιδιαστολήν),而是用作具有同等外延的附加说明从句。
- 2.113εὐόριστον οὖν ἀκουστέον ἀντὶ τοῦ ὁριστικόν
斐洛波诺斯指出,形容词 εὐόριστον 通常具有被动含义(“易受限定的”),但在此处就其与地的结合而言,必须按主动含义(“给予限定的”,即 ὁριστικόν)来理解。
