← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§275.29-277.10

复合体与质料的潜能差异及混合体生成

注疏亚里士多德334b18–20,对比了复合体与质料被称为对单纯元素“在潜能上存在”的两种解释(一种基于自存现实态,另一种更贴切的基于潜能含义的差异及元素相态痕迹的存留),随后阐释了元素间因力量强弱变化转变为单一元素与因均势生成复合体混合物的分界。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.106

" Οὐχ οὕτως δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον τρόπον· καὶ ἔστι τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον." Εἰπὼν ὅτι τὰ ἁπλᾶ ἐκ τῶν συνθέτων γίνεται δυνάμει ὄντων ὅπερ τὰ ἁπλᾶ, ἐπιφέρει λέγων ὅτι οὐχ οὕτως ἐστὶ τὰ σύνθετα δυνάμει τὰ ἁπλᾶ ὥσπερ ἡ ὕλη. τίς οὖν ἡ διαφορά; ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ στοιχεῖα αὐτὴ καθ’ ἑαυτὴν μὴ ὑφεστηκυῖα, τὸ δὲ σύνθετον εἰδοπεποιημένον ὑπάρχον καὶ ἐνεργείᾳ ὂν ἄλλο τι παρὰ τὰ ἁπλᾶ δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ. ὥστε καθ’ ἡμᾶς μὲν καὶ τὸν ἡμέτερον λόγον ἐκ τῶν ἁπλῶν στοιχείων φθαρείσης τῆς ἐν ἑκατέρῳ ὑπεροχῆς μίξις ἐστὶ τὸ γινόμενον, κατὰ δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας παντελῶς φθείρεσθαι ἐν τῷ συνθέτῳ τὰ εἴδη τῶν στοιχείων ὕλη ἐστὶν ἀνείδεος τὸ ἀποτελούμενον. ὥστε εἰ καὶ καθ’ ἡμᾶς καὶ καθὼς ἡ ἀπορία ἐβούλετο τὸ ἀποτελούμενον δυνάμει ἐστὶ τὰ ἁπλᾶ, ἀλλ’ οὐ τὸ αὐτό ἐστι τοῦτο, ἀλλ’ ὡς μὲν ἡμεῖς λέγομεν μίξις, ὡς δὲ ἐκεῖνοι ὕλη τὸ γινόμενον. προσφυέστερον δὲ ἴσως τὸ ‘οὐχ οὕτως τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ ὡς ἡ ὕλη’ ἐξηγήσεταί τις λέγων1 ταύτην τὴν διαφορὰν τῶν σημαινομένων, ἣν καὶ ἄνω προειρήκαμεν κατὰ τὴν θεωρίαν. ἡ δὲ διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ μηδὲν ἴχνος ἔχουσα τοῦ εἴδους αὐτῶν, ὅπερ ἐστὶ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, τὸ δὲ σύνθετον οὐχ οὕτως· ἔχει γὰρ τοῦτό τι τοῦ εἴδους τῶν ἁπλῶν, εἰ καὶ τὸ εἰλικρινὲς αὐτῶν ἔφθαρται, ὅπερ οὐ δύναται εἶναι κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει. καὶ χρὴ ἐκεῖνο ἐπισημαίνεσθαι ὡς, ἐὰν τοῦτο λέγῃ ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον τοῦ δυνάμει ἥ τε ὕλη δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, ἐξ ἀνάγκης τὸ πῦρ καὶ τἆλλα οὐκ οἴεται καθὸ πῦρ τελέως ἐφθάρθαι ἐν τῷ συνθέτῳ, ἀλλὰ καθὸ εἰλικρινὲς πῦρ, τῷ δὲ πρὸς ἕτερον θερμῷ τὸ κεκολασμένον πῦρ ταὐτόν. προσφυέστερον δὲ εἰρήκαμεν ταύτην τὴν νῦν εἰρημένην ἐξήγησιν, διότι τὸ λέγειν τὸ μὲν σύνθετον ἐνεργείᾳ ὑπάρχειν καὶ αὐθυπόστατον εἶναι, τὴν δὲ ὕλην μηκέτι, οὐκ ἔστι διαφορὰν ἀποδεδωκέναι2 τῆς κατὰ τὸ δυνάμει σημασίας, ὅπερ αἰνίττεται ὁ Ἀριστοτέλης λέγων μὴ κατὰ τὸν αὐτὸν τρόπον τὸ σύνθετον καὶ τὴν ὕλην λέγεσθαι δυνάμει εἶναι τὰ ἁπλᾶ. τὸ δὲ τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον ὡσαύτως νοητέον κατὰ ἀμφοτέρας τὰς ἐξηγήσεις, ὡς προειρήκαμεν.

“但并不是像质料那样,而是以所述的方式;并且以这种方式生成的是混合物,而以那种方式则是质料。” 在说了单纯物是由在潜能上是单纯物之所是的复合体生成之后,他接着说,复合体并非像质料那样在潜能上是单纯物。那么究竟有什么差异呢?在于质料本身并不自存,却被称为在潜能上是诸元素;而复合体则是作为已被赋予相态的存在,并且在现实中是单纯物之外的某种他物,被称为在潜能上是单纯物。因此,根据我们以及我们的论述,在各元素中的过度被毁灭之后,由单纯元素所生成的乃是混合物;而根据那些提出疑难并宣称诸元素的相态在复合体中彻底毁灭的人,所产生出来的乃是无相态的质料。所以,即使根据我们,也正如疑难所认为的那样,所产生出来的在潜能上是单纯物,但这并不是同一回事;而是正如我们所说,生成的是混合物,而正如他们所说,生成的是质料。但或许有人会通过说明我们在上面的通论中所预先提到的含义差异,更加贴切地解释“复合体并非像质料那样在潜能上是单纯物”这句话。这种差异在于:质料被称为在潜能上是单纯物,却没有保留其相态的任何痕迹,这是潜能的第一种含义;而复合体则并非如此,因为尽管单纯物的纯粹状态已被毁灭,它却保有单纯物的某种相态,而这不可能按照潜能的第一种含义来理解。并且应当指出:如果亚里士多德的意思是质料和复合体并非按照潜能的同一含义被称为在潜能上是单纯物,那么必然地,他并不认为火和其他事物在复合体中就其作为火而言已彻底毁灭,而是认为就其作为纯粹的火而言[毁灭了],而被削弱的火与相对于他物的热是同一的。我们之所以说现在提出的这一解释更加贴切,是因为如果说复合体在现实中存在并且是自存的,而质料则不再如此,这并未揭示出潜能意义上的含义差异,而亚里士多德在说复合体和质料并非以同一方式被称为在潜能上是单纯物时所暗示的正是这一点。至于“以这种方式生成的是混合物,而以那种方式则是质料”这句话,正如我们之前所说,在两种解释下都必须作同样的理解。

§2.107

"Ἐπειδὴ καὶ πάσχει τὰ ἐναντία κατὰ τὸν ἐν τοῖς πρώτοις διορισμόν." Τὸ μὲν προκείμενον αὐτῷ ἐστι διδάξαι πότε μὲν ἐξ ἀλλήλων τὰ στοιχεῖα κατὰ μεταβολὴν γίνεται, πότε δὲ τὰ σύνθετα ἀποτελεῖται, ὅτι3 ἡνίκα μὲν ὑπερέχει τὸ ἕτερον τοῦ ἑτέρου ἐπὶ πλεῖον, μεταβάλλει τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος κρατούμενον καὶ γίνεται τὸ πᾶν οἷον ἐκεῖνο, ὅταν δὲ ἰσάζῃ τἀναντία, τηνικαῦτα τὸ σύνθετον ἀποτελεῖται ἑκατέρου εἰς τὸ ἕτερον δρῶντος καὶ πάσχοντος, ὡς φθαρῆναι μὲν τὰς ὑπερβολὰς γενέσθαι δὲ μέσον τι. ἡ μὲν διάνοια αὕτη, ἡ δὲ τῆς λέξεως ἐξήγησις τοιαύτη. ἐπειδή, φησί, πέφυκε πάσχειν ὑπ’ ἀλλήλων τἀναντία, καθάπερ ἐν τῷ περὶ τοῦ ποιεῖν καὶ πάσχειν προδιώρισται, διότι τὸ ἐναντίον δυνάμει ἐστὶν ὅπερ τὸ ἐναντίον, οἷον τὸ θερμὸν δυνάμει ἐστὶ ψυχρόν, ἀνάγκη πᾶσα, ὅταν ἐπικρατέστερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, μεταβάλλειν εἰς αὐτὸ τὸ ἀσθενέστερον. ὁμοίως δὲ κἀπὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν λοιπῶν.

“由于对立面也根据最初〔论述〕中的规定而受动。” 他的既定目的在于阐明诸元素何时通过转变而由彼此生成,而复合体又在何时产生出来:当一者较大程度地超过另一者时,较小者被较多者所压倒而发生转变,全体便变得如同那一者;但当对立面势均力敌时,此时复合体由于每一方对另一方施加作用并承受作用而产生出来,以致过度被毁灭而产生某种中间物。其主旨便是如此,而文句的解释如下:他说,由于对立面天生会受到彼此的作用(正如先前在关于施动与受动的论述中所规定的那样,因为对立面在潜能上即是对立面之所是,例如热在潜能上即是冷),所以当一者压倒另一者时,较弱者完全必然会转变为该较强者。在干燥与湿润以及其余性质的情况中亦是如此。

语法注3 条
  1. 2.106προσφυέστερον δὲ ἴσως τὸ ‘οὐχ οὕτως τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ ὡς ἡ ὕλη’ ἐξηγήσεταί τις λέγων

    句首副词 προσφυέστερον 修饰主动词 ἐξηγήσεται,冠词化引语 τὸ ‘οὐχ οὕτως... ὡς ἡ ὕλη’ 作其直接宾语。分词 λέγων 表示方式或手段(“通过陈述……”),以 ταύτην τὴν διαφορὰν τῶν σημαινομένων(及关系从句 ἣν...)为宾语。

  2. 2.106διότι τὸ λέγειν τὸ μὲν σύνθετον ἐνεργείᾳ ὑπάρχειν καὶ αὐθυπόστατον εἶναι, τὴν δὲ ὕλην μηκέτι, οὐκ ἔστι διαφορὰν ἀποδεδωκέναι

    定冠词不定式短语 τὸ λέγειν...(其内部统领一个带宾格主语的不定式结构:τὸ μὲν σύνθετον... ὑπάρχειν... τὴν δὲ ὕλην μηκέτι [省略 ὑπάρχειν])作主语,与 οὐκ ἔστι 及其后的表语完成时不定式 ἀποδεδωκέναι(“并不等于给出了……”)共同构成主谓核心。

  3. 2.107Τὸ μὲν προκείμενον αὐτῷ ἐστι διδάξαι πότε μὲν ἐξ ἀλλήλων τὰ στοιχεῖα κατὰ μεταβολὴν γίνεται, πότε δὲ τὰ σύνθετα ἀποτελεῖται, ὅτι

    ὅτι 从句同位或说明性地展开了不定式 διδάξαι 所传授的具体内容,由 ἡνίκα μὲν ... 和 ὅταν δὲ ... 这对相对立的条件/时间从句及其各自的主句构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:275.29-277.10