- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:274.19-275.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德如何通过性质的程度差异以及中间相态的生成来解决有关混合的疑难(即混合会沦为纯粹质料的嫌疑),并讨论了中间状态的比例差异以及由元素混合生成复合体的方式。
" Ἆρα οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ ψυχρόν." Νῦν λύει τὴν πρὸς τὴν οἰκείαν δόξαν ἐνεχθεῖσαν ἀπορίαν. ἔστι δὲ ὃ βούλεται εἰπεῖν τοῦτο. ἐπειδή ἐστι τὸ θερμὸν καὶ ψυχρὸν τὸ μὲν κατὰ τὸ μᾶλλον καὶ ἧττον λεγόμενον, ὃ καὶ πρὸς ἕτερον λέγομεν θερμὸν εἶναι καὶ ψυχρόν, τὸ δὲ ὡς ἄκρον καὶ ἁπλῶς λέγεται καὶ ἄνευ προσθήκης θερμόν, μὴ παραβαλλόμενον ἑτέρῳ· ὅταν μὲν ἁπλῶς ᾖ θερμὸν ἢ ψυχρὸν ἐνεργείᾳ, δυνάμει ἐστὶ τὸ ἐναντίον, ὅταν δὲ μὴ τὸ ἁπλῶς ᾖ θερμὸν ἀλλὰ τὸ πρὸς ἕτερον1 (ὅπερ ὡς μὲν πρὸς τὸ ἄκρως θερμὸν ψυχρόν ἐστιν, ὡς δὲ πρὸς τὸ ψυχρὸν θερμόν, διὰ τὸ τὰς ὑπεροχὰς τῶν ἄκρων ἐν τῇ μίξει κολάζεσθαι), τότε, φησίν, οὔτε τὸ ἕτερον τῶν ἐναντίων ἐνεργείᾳ ἔσται, ἀλλὰ δυνάμει ἀμφότερα, οὔτε ἡ ὕλη εἰσάγεται· φθαρεισῶν γὰρ τῶν ἐν τοῖς ἄκροις ὑπεροχῶν ἄλλο τι εἶδος μέσον ἐπιγίνεται. εἰ δέ τις ζητεῖ πῶς τοῦτο τὸ μικτὸν δυνάμει ἑκάτερον τῶν ἐναντίων λέγομεν καὶ μεταξύ (ταύτας γὰρ τῇ ὕλῃ προσήκειν τὰς προσηγορίας), ἴστω ὅτι εἰ καὶ δυνάμει ἐστὶν ἑκάτερον τῶν ἄκρων καὶ ἐναντίων, οὐχὶ δὴ ὕλη ἔσται ἡ κυρίως πρώτη καὶ ἀνείδεος. καὶ γὰρ καὶ τὸ πῦρ λέγομεν δυνάμει ὕδωρ, οὐχ ὡς τοῦ πυρὸς ὕλης ὄντος τῆς ἁπλῆς καὶ κυρίως λεγομένης ὕλης, ὅπερ βούλονται οἱ ἀποροῦντες· εἰδοπεποίηται γὰρ τὸ πῦρ. ἄλλως τε καὶ διώρισται πρότερον κατὰ ποῖον μὲν σημαινόμενον λέγεται ἡ ὕλη δυνάμει ἑκάτερον τῶν ἐναντίων, κατὰ ποῖον δὲ τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ· καὶ ἁπλῶς δὲ ὁ Ἀριστοτέλης ἐφεξῆς τοῦτο διορίζει.
“那么,是否因为冷热既有多又有少?” 现在他正在解决针对他自己的观点所提出的疑难。他的意思是这样的:既然在冷热之中,一方面有按照“更多”和“更少”而言的,即我们也称之为相对于他物而言的冷与热;另一方面有作为极值而简明地、毫无附加地被称为的热,它不与他物相比;当它在现实上是单纯的热或冷时,它在潜能上是对立面;但当它不是单纯的热,而是相对于他物的热时(它一方面相对于极热之物是冷的,另一方面相对于冷之物是热的,这是由于极值的过度在混合中被削弱了),他说,在那时,对立面的任何一方都不会在现实中存在,而是两者都在潜能中存在,并且质料也没有被引入;因为当极值中的过度被毁灭时,某种别的中间相态便随之产生。如果有人探究我们如何称这种混合物在潜能上是对立面的每一方并且是中间的(因为这些称谓属于质料),他应当明白,即便它在潜能上是两极和对立面的每一方,它也绝不会是本原意义上的第一且无相态的质料。因为我们确实也称火在潜能上是水,但并不是因为火是单纯的、本原意义上所说的质料——正如那些提出疑难的人所主张的那样;因为火是已被赋予相态的。况且,此前已经界定过,质料在何种意义上被称为在潜能上是对立面的每一方,而复合体又在何种意义上在潜能上是单纯物;而亚里士多德在下文中简明地界定了这一点。
"Κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον." Ἐπειδὴ εἶπεν ἐκ τῆς μίξεως γίνεσθαί τι μεταξὺ τῶν ἄκρων, ἐπειδὴ τοῦτο τὸ μεταξὺ οὐκ ἔστιν ἄτομον ἀλλ’ ἔχει διαφοράς, τοῦτο αὐτὸ ἐπισημαίνεται τὴν αἰτίαν λέγων. καθ’ ὃ γάρ, φησί, λέγεταί τι δυνάμει 〈μᾶλλον〉 εἶναι θερμὸν ἤπερ ψυχρὸν καὶ ἔχειν ὑπερέχον τὸ θερμόν, καὶ μᾶλλον εἶναι ψυχρὸν ἤπερ θερμόν, κατὰ τοῦτον αὐτὸν τὸν λόγον τῆς ὑπεροχῆς ἤτοι διπλασίως ἔσται θερμὸν ἢ τριπλασίως· ἡ γὰρ ὑπεροχὴ ἐν λόγῳ πάντως ἔσται ἢ διπλασίῳ ἢ ἡμιολίῳ ἢ τριπλασίῳ ἢ τοιούτῳ τινί. τοῦτο δὲ εἰπὼν διὰ μέσου, ἐφεξῆς φησιν ὅτι κἀκ τῶν ἁπλῶν καὶ ἐναντίων μιχθέντων ἔσται τὰ σύνθετα. τἆλλα γὰρ εἶπεν ἀντὶ τοῦ τὰ σύνθετα, καὶ τὰ στοιχεῖα πάλιν τὰ ἁπλᾶ, ἐξ ἐκείνων τῶν συνθέτων, δυνάμει ὄντων ὅπερ ἐστὶ τὰ ἁπλᾶ.2 εἰπὼν δὲ ἐκ τῶν ἐναντίων προσέθηκεν ἢ τῶν στοιχείων, διότι ἐναντία ἐστὶν οὐκ αὐτὰ τὰ στοιχεῖα, οἷον τὸ πῦρ τῷ ὕδατι, ἀλλὰ καθ’ ἃ εἰδοποιοῦνται, εἰδοποιοῦνται δὲ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν, ἃ καὶ ἔστι κυρίως ἐναντία· ταῦτα δὲ οὐδὲ ἔστιν ἄνευ ὑποκειμένου τινὸς οὔτε μίγνυται. εἰκότως οὖν ἐπήγαγε τὸ ἢ 〈τῶν〉 στοιχείων· ἐκ τούτων γὰρ ἡ μίξις. ἴσως δὲ δυνατὸν καὶ τὸ ἢ κατ’ ἄλλον τρόπον τοιοῦτον συνάψαι τῷ ἔσται δὴ μιχθέντων τὰ ἄλλα ἐκ τῶν ἐναντίων.
“并且根据它在潜能上是更热于冷,抑或相反。” 由于他说过从混合中生成某种介于两极之间的中间之物,且由于这种中间之物不是不可分的,而是具有差异,因此他在阐述其原因时指出了这一点。因为他说,根据某物被称作在潜能上〈更〉热于冷并具有占优的热,或者更冷于热的这一标准,按照过度本身的这一比例,它要么是两倍热,要么是三倍热;因为过度无论如何都处于某种比例之中,要么是双倍比,要么是一又二分之一比,要么是三倍比,抑或是诸如此类的某种比例。他在中途说了这些之后,接着说复合体也将由单纯物和对立物混合而生成。因为他用“其他事物”代替了复合体,而由那些复合体(由于它们在潜能上即是单纯物之所是)所生成的单纯物,他又称之为“元素”。在说了“由对立物”之后,他又加上了“或元素”,这是因为彼此对立的并非元素本身(如火与水),而是它们借以被赋予相态的性质,而它们是依据热、冷、湿、干而被赋予相态的,这些才是本原意义上的对立面;而这些性质若无某种底层便既不能存在,也不能混合。因此他合乎情理地加上了“或〈诸〉元素”;因为混合是由这些构成的。但或许也可以用另一种类似的方式将这个“或”连接到“混合之后,其他事物将由对立物生成”这一句话上。
- 2.104ὅταν μὲν ἁπλῶς ᾖ θερμὸν ἢ ψυχρὸν ἐνεργείᾳ, δυνάμει ἐστὶ τὸ ἐναντίον, ὅταν δὲ μὴ τὸ ἁπλῶς ᾖ θερμὸν ἀλλὰ τὸ πρὸς ἕτερον
ὅταν μέν 与 ὅταν δέ 构成对照,前者的主句是 δυνάμει ἐστὶ τὸ ἐναντίον,而后者在插入了括号中的说明(ὅπερ... κολάζεσθαι)之后,在 τότε, φησίν, οὔτε τὸ ἕτερον... οὔτε ἡ ὕλη εἰσάγεται 处才引出主句。长大的条件句和插入成分造成了主从句的明显离隔。
- 2.105δυνάμει ὄντων ὅπερ ἐστὶ τὰ ἁπλᾶ
此为属格绝对结构(genitive absolute),其逻辑主语是前面的 ἐκείνων τῶν συνθέτων(复合体),表达复合体“在潜能上是单纯物现实上所是之物”。
