- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:273.1-274.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论生成和毁灭》卷二第七章(334a16–b4),论述了元素相互转化与共同底层(质料)之间的互蕴关系,并考察了元素不可变说与可变说双方所面临的疑难(尤其是单纯元素如何生成肉、骨如同质部分)。
" Ὅσοις μὲν δοκεῖ εἶναι τὸ κοινὸν ἢ μεταβάλλειν εἰς ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν." Εἴτε γὰρ ὕλην τις ὑπόθοιτο, πάντως καὶ περὶ ταύτην τὰ στοιχεῖα μεταβαλεῖ, ἐπεὶ μάτην τὸ κοινὸν ὑποκείμενον· εἴτε τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλει, ἕξει τι πάντως κοινὸν ὑποκείμενον, περὶ ὃ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. ἡ γὰρ τῶν ἐναντίων μάχη περί τινος ἀμφοῖν κοινοῦ γίνεται, τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος.1
“凡是认为存在共同之物或[元素之间]相互转化的人,若其中之一成立,另一者也必然随之发生。” 因为如果某人假定质料,在任何情况下各元素都会围绕它发生转化,否则共同的底层便毫无用处;或者如果各元素相互转化,它们都必定具有某种共同的底层,围绕着它进行相互转化。因为对立面的斗争是围绕着对两者共同的某物发生的,因为对立面的每一方都希望统治此物。
"Ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ’ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους." Ὅσοι, φησί, μὴ λέγουσιν ἐξ ἀλλήλων γένεσιν ἔχειν τὰ στοιχεῖα, ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι,2 ἀλλ’ ἐκκρίνεσθαι αὐτὰ ἐνυπάρχοντα ἐνεργείᾳ, ὡς ἐκ τοίχου πλίνθους, οὗτοι, φησίν, οὐ δύνανται σάρκα καὶ ὀστοῦν ἐξ αὐτῶν ποιεῖν, δι’ ἃ ἐπιφέρει ἄτοπα ἐφεξῆς.
“而那些不主张从彼此中生成,也不主张如同从每一者中生成,除非像从墙中生成砖块那样的人。” 他说,凡是不说各元素具有从彼此中的生成,即并非如同从每一者中生成每一者那样从彼此中生成,而是主张它们在现实中内在并被分离出来(就像从墙中分出砖块那样)的人,这些人就无法从它们中生成肉和骨,这是因为他接下来提出的荒谬之处。
"Ἔχει δὲ τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων〈γεννῶσιν〉." Καὶ οἱ μεταβλητικὰ φάσκοντες, φησίν, εἶναι τὰ στοιχεῖα καὶ λέγοντες πῦρ καὶ ὕδωρ ἐξ ἀλλήλων γίνεσθαι διὰ τὸ κοινὸν ὑποκείμενον, ἐξ ἀμφοῖν δὲ συνελθόντων ὀστοῦν γίνεσθαι καὶ νεῦρον καὶ τὰ λοιπά, καὶ αὐτοὶ ἀπορήσουσι πῶς ποτε χρὴ λέγειν ἐκ τῶν ἁπλῶν μεταβαλλόντων γίνεσθαι σάρκα καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον. τὰ μὲν γὰρ ἁπλᾶ, φησίν, ἔστω γίνεσθαι ἐξ ἀλλήλων· πῶς δὲ ἐκ τῶν ἁπλῶν συνιόντων τὰ σύνθετα, οὐκ εὐμαρὲς ἀποδοῦναι. εἶτα τοῦτο εἰπὼν πρῶτον ἐκτίθεται τὰ ἑπόμενα ἄτοπα τοῖς ἀμετάβλητα αὐτὰ ὑποτιθεμένοις, καὶ οὕτω τίθησι καὶ τὰς φερομένας ἐνστάσεις πρὸς τοὺς μεταβλητικὰ εἶναι φάσκοντας.
“但所说的内容对那些从彼此中〈生成元素〉的人也构成了疑难。” 他说,即使是那些声称各元素是可转化的,并说由于共同的底层火与水由彼此生成、且由于两者聚合而生成骨、腱以及其余事物的人,他们自己也同样会困惑于究竟应当如何说肉、骨、腱以及其他各物是由发生转化的单纯物生成的。因为他说,姑且承认单纯物由彼此生成;但复合体如何从单纯物的汇合中生成,却不容易解释。接着他在说了这一点之后,首先陈述了假定元素不可转化的人所面临的荒谬结论,并以这种方式也提出了针对声称元素可转化者的质疑。
"Ὥσπερ ἐκ κηροῦ γένοιτο ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δὲ ἐξ ἄλλου." Εἰπὼν τὸ ἑπόμενον ἄτοπον τοῖς φάσκουσι τὰ στοιχεῖα ἀμετάβλητα μένοντα κατά τινα σύνθεσιν ποιεῖν σάρκα καὶ ὀστοῦν, τὸ μὴ δύνασθαι αὐτοὺς ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς ποιεῖν πῦρ καὶ γῆν καὶ τἆλλα, ἐκ τοῦ παραδείγματος τοῦ ἐπὶ τοῦ κηροῦ σαφηνίζει πῶς ποτέ φησι τὸ ἐξ ὁτουοῦν πάντα γίνεσθαι. ὥσπερ γὰρ ἐπὶ τοῦ κηροῦ, εἰ καὶ λάβωμεν τόδε μὲν τὸ μέρος σφαῖραν ποιοῦν τόδε δὲ πυραμίδα, ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα3 ποιήσαντος σφαῖραν γενέσθαι, κἂν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα, κατὰ τὸν αὐτὸν τρόπον, φησί, τοῦτο δὴ τὸ ἐξ ὁτουοῦν μορίου ἄμφω γενέσθαι κἀπὶ τῆς σαρκὸς συμβαίνει. εἰ γὰρ κἀκ τοῦδε μὲν τοῦ μορίου τῆς σαρκὸς ὕδωρ γίνοιτο ἐξ ἄλλου δὲ πῦρ, ὅμως δυνατὸν ἐξ ἑκατέρου μορίου τῆς σαρκὸς ὁμοίως καὶ ὕδωρ γενέσθαι καὶ πῦρ· τὸ γὰρ μεταβάλλον εἰς πῦρ ἐδύνατο καὶ εἰς ἀέρα μεταβαλεῖν, ὅπερ ἐκεῖνοι μὲν οὐ δύνανται ὑποθέσθαι, φαίνεται δὲ οὕτως ἔχον.
“正如从蜡中,从这一部分可以生成球体,而从另一部分可以生成角锥体一样。” 在指出了主张元素保持不可转化而通过某种组合生成肉和骨的人所面临的荒谬后果——即他们无法从肉的任意部分生成火、土以及其余元素——之后,他借由蜡的例子阐明了所谓一切从任意部分生成究竟是指什么。因为正如在蜡的例子中,即使我们假定这一部分构成了球体而另一部分构成了角锥体,然而原先构成角锥体的部分依然有可能生成球体(即便它没有生成),原先构成球体的部分也依然有可能生成角锥体;同样地,他说,这从任意部分生成两者的现象也发生在肉之中。因为即使从肉的这一部分生成了水而从另一部分生成了火,然而从肉的任意一部分同样有可能既生成水又生成火;因为转化为火的部分本也可以转化为气,这一点那些人是无法假定的,但事实显现出来确实如此。
"Εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων." Νῦν τὴν φερομένην ἀπορίαν πρὸς τοὺς μεταβλητικὰ εἶναι λέγοντας τὰ στοιχεῖα ἐκτίθεται. εἰ γὰρ λέγουσι τὴν σάρκα, φησίν, ἐξ ἀμφοτέρων εἶναι, μηδετέρῳ τῶν ἐξ ὧν ἐστι τὴν αὐτὴν οὖσαν, μὴ μὴν μηδὲ σύνθεσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων,4 λείπεται μηδὲν εἶναι τὸ ἐξ ἐκείνων γενόμενον πλὴν τὴν ὕλην· φθαρέντος γὰρ τοῦ ἐναντίου ἢ τὸ ἐναντίον γενήσεται ἢ ὕλη. εἰ οὖν μήτε ἄμφω λέγουσι σῴζεσθαι μηδὲ τὸ ἕτερον, ὕλη ἔσται.
“因为如果肉由两者生成,且既非此亦非彼。” 现在他陈述了针对主张元素可转化的人所提出的疑难。因为他说,如果他们说肉由两者生成,既不与构成它的任何一者相同,也绝非它们在被保全且保持不可转化的情况下的组合,那么剩下的结论便是:由它们生成的东西除了质料之外什么也不是;因为当一个对立面毁灭时,要么生成另一个对立面,要么生成质料。因此,如果他们既不说两者都被保全,也不说其中一者被保全,那么它就只能是质料。
- 2.99τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος
独立属格结构。其逻辑主语是 ἑκατέρου τῶν ἐναντίων,分词为 ἐθέλοντος。τοῦτο 作为不定式 κρατεῖν 的宾语,指代前文的 περί τινος ἀμφοῖν κοινοῦ(对两者共同的某物,即底层/质料)。
- 2.100ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι
注解者对引文(lemma)中 μηδ’ ὡς ἐξ ἑκάστου 所作的补充阐释。否定词 μή 统摄该从句,意为“亦不[主张生成是从彼此中产生]如同从每一者中生成每一者那样”。它通过 ἀλλά 与后面的 ἐκκρίνεσθαι 形成对比,刻画了构成元素仅是分离出来而并不发生实质转化(如恩培多克勒或阿那克萨戈拉)的立场。
- 2.102ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι, κἂν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα
由非人称动词 ἐνεδέχετο 统辖的不定式结构。由 καί... καί... 连接两个平行的对应分句:(1) κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι(从构成角锥体的[部分]也能生成球体),与 (2) κἀκ τοῦ τὴν σφαῖραν [ποιήσαντος] πυραμίδα [γενέσθαι](从构成球体的[部分]也能生成角锥体)。中间插入的 κἂν μὴ ἐγένετο(即使[实际上]并未生成)为让步插入句。
- 2.103μὴ μὴν μηδὲ σύνθεσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων
依附于 λέγουσι 的带宾语的不定式结构的一部分。宾格名词 σύνθεσιν 作为谓语补足语,与前文并列(即“[主张肉]也绝非它们的组合”)。随后的 αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων 为独立属格,表伴随状况,意指构成要素在“被保全且保持不可转化”的情况下。
