← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§271.19-272.33

潜能的层级与混合比例带来的多样性

约安尼斯·斐劳波诺斯阐释了潜能程度的跨度,论证了火元素自身是一劳永逸地毁灭而成为第一种含义上的潜能之火(如同质料),而热这一性质则保留了中间状态的潜能;随后他指出,由较多与较少的混合比例差异决定了复合体的多样性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.98#3

οὐδὲ γὰρ οὕτως ἐστὶν ἡ οἰκοδομουμένη οἰκία δυνάμει ὡς οἱ λίθοι εἰσὶ καὶ τὰ ξύλα δυνάμει οἰκία, οὐδὲ ὡς τὸ σπέρμα δυνάμει ἄνθρωπος οὕτω καὶ τὸ γινόμενον ἔμβρυον, οὐδὲ ὡς ὁ ἀρτιγενὴς παῖς δυνάμει ἐστὶ γραμματικὸς οὕτως καὶ ὁ καιρὸν τῆς μαθήσεως ἔχων, ἀλλ’ οὐδὲ οὗτος ὡς 〈ὁ〉 ἤδη λοιπὸν διδασκόμενος.1 καὶ ἐν αὐτῷ τούτῳ τὸ πλάτος πολύ· τὸ μὲν γὰρ ἐγγύτερον τοῦ εἴδους, τὸ δὲ πορρώτερον. Τοῦτο μὲν οὖν προφανές, ἐκεῖνο δὲ πάλιν ἰστέον ὅπερ ἐπιστάσεώς ἐστιν ἄξιον. ἴσως γάρ τις ἐρεῖ ὅτι εἰ λέγομεν τὸ εἰλικρινὲς θερμὸν ὡς μὲν θερμὸν μὴ ἐφθάρθαι ὡς δὲ εἰλικρινὲς θερμὸν ἐφθάρθαι, οὐκέτι δυνάμεθα καὶ τὸ πῦρ λέγειν ὡς μὲν εἰλικρινὲς πῦρ ἐφθάρθαι ὡς δὲ πῦρ ἁπλῶς μὴ ἐφθάρθαι. εἰ γὰρ τὸ πῦρ ᾗ πῦρ ἐστι κατὰ τὸ ἄκρον καὶ εἰλικρινὲς θερμὸν θεωρεῖται (οὐ γάρ ἐστι τὸ πῦρ ᾗ πῦρ πρὸς ἄλλο μὲν θερμὸν πρὸς ἄλλο δὲ ψυχρόν, ἀλλ’ ἄκρως θερμόν), εἰ τοίνυν λέγεις τὸ ἄκρον θερμὸν ὡς ἄκρον θερμὸν ἐφθάρθαι, ἔστι δὲ τὸ πῦρ ᾗ πῦρ ἄκρον θερμόν, δῆλον ὅτι τὸ πῦρ ᾗ πῦρ ἐστιν ἔφθαρται ἐν τῷ συνθέτῳ· καὶ ἔσται ἀληθὲς τὸ λέγειν τὸ μὲν πῦρ ᾗ πῦρ ἐστι καθάπαξ ἐφθάρθαι, τὸ δὲ θερμὸν ᾗ μὲν θερμὸν ἁπλῶς μὴ ἐφθάρθαι, ᾗ δὲ ἄκρον θερμὸν ἐφθάρθαι. καὶ τοῦτο εὐλόγως. οὐ γὰρ ταὐτὸν θερμὸν εἰπεῖν καὶ πῦρ· οὐ γὰρ εἴ τι θερμόν, τοῦτο πῦρ ἐστιν, ἀλλ’ εἴ τι ἄκρως θερμόν, τοῦτό ἐστι πῦρ, καὶ εἴ τι πῦρ ἐστι, τοῦτο ἄκρως ἐστὶ θερμόν. εἰ δὲ καθάπαξ τὸ πῦρ ᾗ πῦρ ἔφθαρται, δῆλον ὅτι τὸ σύνθετον δυνάμει ἔσται πῦρ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει εἶναι πῦρ· οὐδὲν γὰρ τοῦ πυρὸς καθ’ ὃ πῦρ ἐστιν ἔχει τὸ σύνθετον. ἐπὶ μέντοι τοῦ θερμοῦ σῴζεται ἀληθῆ τὰ προειρημένα. ἐπειδὴ γὰρ ὡς μὲν ἄκρον θερμὸν ἔφθαρται ὡς δὲ ἁπλῶς θερμὸν οὐκ ἔφθαρται, εὔλογον μὴ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει λέγεσθαι τὸ σύνθετον δυνάμει εἶναι ἄκρως θερμόν, ἀλλὰ λεχθήσεται κατὰ τὰ ἀνωτέρω διωρισμένα. Ταῦτα μὲν ἐπὶ τοσοῦτον εἰρήσθω πέρα τῆς προκειμένης θεωρίας μηκυνθέντα, ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. δείξας γὰρ ὅτι οὐκ ἀναγκάζεται τὴν ὕλην εἰσαγαγεῖν ἐκ τοῦ λέγειν μηδέτερον τῶν ἄκρων σῴζεσθαι ἐν τῷ συνθέτῳ, διότι, φησί, τὰ ἄκρα τὰς ὑπεροχὰς ἀπολέσαντα ἐν τῇ μίξει μέσον τι ἀμφοῖν τῶν ἄκρων ἀποτελοῦσιν, ἵνα μή τις εἴπῃ ὅτι ‘εἰ ἀεὶ ἐν τῇ μίξει μέσον τι τῶν ἄκρων ἀποτελεῖται, πόθεν ἡ τοσαύτη διαφορὰ τῶν συνθέτων, σαρκὸς καὶ ὀστοῦ καὶ μυελοῦ καὶ τῶν ἄλλων;’, αὐτῷ τούτῳ ἐφιστάνει καὶ τοῦ εἶναι διαφορὰς ἐν τοῖς συνθέτοις τὴν αἰτίαν ἀποδίδωσιν ἐκ τῆς διαφόρου μίξεως. εἰ γὰρ καὶ ἕκαστον τῶν συνθέτων πάντων μετέχει, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὰ μὲν μᾶλλον θερμοῦ μετέχει τὰ δὲ μᾶλλον ψυχροῦ. κἀκεῖθεν καὶ τὰ σύνθετα, εἰ καὶ πάντα δυνάμει ἐστὶ τὰ ἄκρα, ἀλλὰ τὸ μὲν μᾶλλόν ἐστι δυνάμει θερμὸν τὸ δὲ ἧττον· μᾶλλον γὰρ δυνάμει θερμὸν ὅπερ ῥᾴδιον μεταβάλλει, ἧττον δ’ ὅπερ βραδύτερον, ῥᾷον δὲ εἰς πῦρ μεταβάλλει τὸ μᾶλλον πυρὸς μετέχον, βραδύτερον δὲ τὸ ἐλάττονος μετέχον πυρός. εἰδέναι γὰρ χρὴ ὅτι εἰ καὶ λέγομεν μὴ ἐξισαζόντων μὲν τῶν στοιχείων τὴν εἰς ἄλληλα αὐτῶν γίνεσθαι μεταβολήν, κρατουμένων τῶν ἀσθενεστέρων κατὰ τὰς δυνάμεις καὶ μεταβαλλόντων εἰς τὴν τῶν ἰσχυροτέρων φύσιν ὡς πάντα πῦρ γενέσθαι ἢ ὕδωρ, ἰσαζόντων δὲ τὰ σύνθετα ἀποτελεῖσθαι, οὐ τὴν ἀκριβῆ ἰσότητα λαμβάνομεν. ὡσαύτως δὲ οὐδ’ ὅταν ἐν τῷ συνθέτῳ φαμὲν τὰ ἄκρα μέσον τι ἀποτελεῖν, τὸ ἄτοπον λαμβάνομεν2 καὶ ἀδιαίρετον, οἷόν ἐστι τὸ ἀκριβὲς μέσον, ἀλλὰ τὸ εἰς πολλὰ διαιρούμενον καὶ πολλὰς ἔχον διαφορὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον.

因为正在被建造的房屋,在潜能上作为房屋并不等同于石头和木材在潜能上作为房屋;正在生成的胚胎在潜能上作为人,也并不等同于种子[在潜能上作为人];处于适合学习时期的人,也并不像刚出生的婴儿在潜能上作为文法学者那样,而〔适龄学习的〕此人诚然也不等同于已经在接受教导的人。在这本身之中也存在着极大的跨度:因为一种情况更接近形相,而另一种情况则离形相更远。这一点固然显而易见,但另一方面我们必须认识到以下值得注意之点。因为或许有人会说,如果我们说纯粹的热就其为热而言并未毁灭,而就其为纯粹的热而言已被毁灭,那么我们便不能再对火也说它就其为纯粹之火而言已被毁灭,而就其单纯为火而言并未毁灭。因为如果火就其为火而言是根据极端而纯粹的热被考察的(因为火就其为火而言并不是相对于一物是热的而相对于另一物是冷的,而是极端热的),因此,如果你说极端的热就其为极端的热而言已被毁灭,而火就其为火而言正是极端的热,那么显然火就其为火而言在复合体中已被毁灭;而说火就其为火而言是完全毁灭了,但热就其单纯为热而言并未毁灭、就其为极端的热而言已被毁灭,这将是真实的。这也是合情合理的。因为说“热”与说“火”并不是同一回事;因为并非如果有某物是热的,这物便是火,而是如果有某物是极端热的,这物才是火,并且如果有某物是火,这物便是极端热的。但如果火就其为火而言是完全毁灭了,显然复合体在潜能上是火,乃是按照“在潜能上”的第一种含义而言的(按照该含义,我们也说质料在潜能上是火);因为复合体丝毫不具有火就其为火而言的任何东西。然而,在热的事情上,前面所说的话被保全为真实。因为既然它就其为极端的热而言已被毁灭,而就其单纯为热而言并未毁灭,那么复合体在潜能上是极端的热,不按照“在潜能上”的第一种含义而言,而是按照上文所界定的方式而言,这是合情合理的。 这些话虽然超出了当下的考察而有所延宕,但说到这里即可,我们必须回到最初的议题。因为在他表明了自己并不因主张两极在复合体中均未被保全就不得不引入质料之后——他说,这是因为两极在混合中失去了各自的过度,从而形成了介于两极之间的某种中间物——为了不让人说“如果在混合中始终形成某种介于两极之间的中间物,那么复合体之间如此巨大的差异(如肉、骨、骨髓以及其余事物)究竟从何而来?”,他正是对这一点加以考察,并将复合体中存在差异的原因归结为混合的差异。因为即使每一个复合体都分有所有的东西,但并非按照相同的比例,而是某些复合体更多地分有热,另一些复合体更多地分有冷。由此推知,即使所有的复合体在潜能上都是两极,但一种复合体在潜能上更具有热,另一种复合体则较少具有热;因为更容易转化的东西在潜能上更具有热,转化更慢的东西则较少具有热,并且更多分有火的东西更容易转化为火,较少分有火的东西则转化得更慢。因为应当知道,即使我们说当各元素不均衡时,它们之间发生相互转化,即在力量上较弱者被制服并转化为较强者之本性,以至于全体都变成火或水,而在它们均衡时复合体便得以形成,我们所指的也并不是精确的均衡。同样,当我们说在复合体中两极形成了某种中间物时,我们所指的也不是不可分割的和不可分的事物(犹如精确的中间那样),而是指被分割为许多部分、并根据“较多和较少”而具有许多差异的事物。

语法注2 条
  1. 2.98οὐδὲ ὡς ὁ ἀρτιγενὴς παῖς δυνάμει ἐστὶ γραμματικὸς οὕτως καὶ ὁ καιρὸν τῆς μαθήσεως ἔχων, ἀλλ’ οὐδὲ οὗτος ὡς 〈ὁ〉 ἤδη λοιπὸν διδασκόμενος

    这是一个多重连锁的比较句结构。主干为“οὐδὲ ὡς A ... οὕτως B”(B也并非像A那样),句末的“ἀλλ’ οὐδὲ οὗτος ὡς 〈ὁ〉 ἤδη λοιπὸν διδασκόμενος”则对比性地补充了一个更进一步的中间阶段:“而此人(适龄受教者)诚然也不等同于已经在接受教导的人[在潜能上作为文法学者]”。

  2. 2.98τὸ ἄτοπον λαμβάνομεν

    形容词 ἄτοπος 通常意为“荒谬的、怪异的”,但此处与紧随其后的 καὶ ἀδιαίρετον(不可分的)并列,依据词源(ἀ- + τέμνω)取其“不可分割的、无跨度的(如点一般)”之义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:271.19-272.33