← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§270.10-271.19

通过中间状态解决混合中元素存续的疑难

针对亚里士多德元素相互转化说在混合上面临的疑难(纯粹元素消失与还原为质料),菲洛波诺斯通过极端性质的破坏、中间状态的成立以及一种中间潜能概念给出了化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.98#2

εἰ γάρ φασι μὴ σῴζεσθαι αὐτὰ ἐν τῇ μίξει, ἤτοι ἑνὸς φθαρέντος τῶν ἐναντίων, οἷον τοῦ πυρός, ἔσται τὸ πᾶν ὕδωρ, ἢ ἀμφοτέρων φθαρέντων ἡ ὕλη ὑπολειφθήσεται, ἐπειδὴ καί φασιν αὐτὸ τοῦτο τὸ σύνθετον μεταξὺ εἶναι τῶν ἁπλῶν, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν, ταῦτα δὲ πάντα τῇ ὕλῃ ἁρμόζει ὀνομάζεσθαι· καὶ γὰρ μεταξὺ αὕτη καλεῖται, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν. Τίθησι δὲ τὴν λύσιν τῆς φερομένης πρὸς τὴν οἰκείαν δόξαν ἀπορίας. οἰκεία δὲ Ἀριστοτέλους δόξα τὸ μεταβάλλειν εἰς ἄλληλα τὰ στοιχεῖα, ἐπιλύεται δὲ φάσκων ἅπερ κἀν τῷ περὶ μίξεως λόγῳ εἴρηται πρότερον. ἐν γὰρ τῷ συνθέτῳ εἰ καί φαμεν τὸ εἰλικρινὲς τοῦ πυρὸς εἶδος ἐφθάρθαι, ἀλλ’ οὐ τὸ θερμὸν παντελῶς λέγομεν ἐφθάρθαι· ἔτι γὰρ θερμὸν εἶναι τὸ σύνθετον, εἰ καὶ μὴ εἰλικρινὲς πῦρ εἴη.1 οὐ γὰρ πᾶν θερμὸν πῦρ ἐστιν, ἀλλ’ ἔστι τὸ μὲν εἰλικρινὲς πῦρ ἄκρως θερμόν, τὸ δὲ σύνθετον οὐκ ἄκρως, ἀλλ’ ὡς πρὸς μὲν τὸ ἄκρως θερμόν, ψυχρόν, ὡς δὲ πρὸς τὸ ἄκρως ψυχρόν, θερμόν. οὕτως δὲ κἀπὶ τοῦ ψυχροῦ ἐρεῖς, ὅτι τὸ μὲν ἄκρως ψυχρὸν ἔφθαρται, καὶ οὐκέτι ἐστὶν ὕδωρ καθαρὸν ἐν τῷ συνθέτῳ πλὴν δυνάμει, οὐ μέντοι παντελῶς ἔφθαρται· εἶναι γὰρ ἔτι ψυχρὸν ὡς πρὸς τὸ ἄκρως θερμόν. ὥστε λέγοντες τοῦ θερμοῦ καὶ ψυχροῦ ἐφθάρθαι τὰς ἀκρότητας, γίνεσθαι δὲ τὸ σύνθετον πρὸς μὲν τὸ ἄκρως θερμὸν ψυχρὸν ὑπάρχον, πρὸς δὲ τὸ ἄκρως ψυχρὸν θερμόν, οὔτε σῴζεσθαι ἔτι φαμὲν τὰ ἄκρα ἐντελεχείᾳ οὔτε τὴν ὕλην εἰσάξομεν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ ὑγροῦ καὶ ξηροῦ. ἐνεργείᾳ μὲν γάρ φαμεν αὐτὸ ξηρὸν καὶ ὑγρὸν εἶναι, οὐκ ἄκρως, ἀλλ’ ὡς πρός τι, ξηρὸν μὲν ὡς πρὸς τὸ ἄκρως ὑγρόν, ὑγρὸν δὲ ὡς πρὸς τὸ ἄκρως ξηρόν. πάλιν τε δυνάμει αὐτό φαμεν ξηρὸν εἶναι καὶ ὑγρόν, καὶ οὐκ ἐντελεχείᾳ τὸ ἄκρως ξηρὸν καὶ ὑγρόν, διότι τὸ μὲν ἄκρως ξηρὸν καὶ ὑγρὸν ἐν τοῖς στοιχείοις θεωρεῖται, ταῦτα δὲ ἔφθαρται καὶ οὐκ ἔστιν ἐν τῷ συνθέτῳ πλὴν δυνάμει· δυνάμει γὰρ ἐν τῷ συνθέτῳ ἐστὶ τὰ ἁπλᾶ καὶ οὐκ ἐντελεχείᾳ. ἀλλ’ οὐ κατὰ τὸ πρῶτον δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει ἑκάτερον εἶναι τῶν ἐναντίων· ἡ μὲν γὰρ ὕλη παντελῶς ἐστέρηται καὶ οὐδὲν ἔχει τοῦ πυρίου εἴδους ἢ τοῦ ὕδατος, ἃ λέγεται δυνάμει εἶναι, τὸ δὲ σύνθετον εἰ καὶ μὴ εἰλικρινῶς, ὅμως ἔχει τὸ τοῦ πυρὸς εἶδος κεκολασμένον, καὶ τὸ ὅλον τοῦτο πῦρ οὐ καθαρόν, ἀλλ’, ὡς εἶπον, κεκολασμένον. ἀλλ’ ἆρα μὴ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει,2 καθ’ ὃ σημαινόμενον λέγεται δυνάμει οἰκοδόμος ὁ ἔχων τὴν ἐπιστήμην τὴν οἰκοδομικὴν καὶ τὴν ἕξιν, μὴ προχειριζόμενος δὲ ταύτην διά τι ἐμπόδιον, ἢ καθεύδων ἢ ὕλης μὴ εὐπορῶν; ἀλλ’ οὐδὲ κατὰ τοῦτο φαίνεται λέγεσθαι. οὐ γὰρ ἔχομεν εἰπεῖν ὅτι τὸ σύνθετον ἔχει μὲν ἕξιν καὶ δύναμιν τοῦ εἰλικρινοῦς πυρός, οὐ προχειρίζεται δὲ ταύτην· οὐ γὰρ ἔχει δύναμιν πυρός. εἰ γὰρ εἶχε, καὶ ἐνήργει κατ’ αὐτὴν ὕλης παρούσης· νῦν δὲ οὐχ ὁρᾶται ἐνεργοῦν. ἔστιν οὖν καὶ ἕτερόν τι τοῦ δυνάμει σημαινομένου παρὰ τὰ συνήθη ταῦτα, οὗ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς μεμνημένος.3 ὅτι γὰρ ἔστι καὶ ἕτερον τοῦ δυνάμει σημαινόμενον δῆλον ἐντεῦθεν· τὸ μὲν γὰρ κατὰ τὴν ἐπιτηδειότητα καὶ τὸ κατὰ τὴν ἕξιν ἄκρα ἐστί, τὸ δὲ μεταξὺ τούτων ἅπαν, οἷον ἡ ἐν τῇ γενέσει τῆς οἰκίας μεταβολή, ἕτερον.

因为他们说,如果它们在混合中没有被保全,那么要么当对立者之一(例如火)毁灭时,全体将成为水,要么当两者皆毁灭时,质料将被遗留下来,因为他们也说正是这复合体本身是简单物体之间的中间物,在潜能上是一切事物而在现实上什么也不是;而所有这些表述适合于被用来称呼质料;因为质料也被称为中间物,并且在潜能上是一切事物而在现实上什么也不是。于是他提出了针对其自身观点所引发的疑难的解答。亚里士多德自身的观点是诸元素相互转化,而他是通过主张先前在关于混合的论述中所说过的完全相同的事情来予以解决的。因为在复合体中,即使我们说火的纯粹形相已被毁灭,但我们并不说热已被彻底毁灭;因为即使它不是纯粹的火,复合体仍然是热的。因为并非一切热之物都是火,而是纯粹的火是极端热的,而复合体不是极端热的,而是相对于极端热而言是冷的,相对于极端冷而言是热的。同样地,关于冷你也可以说,极端冷之物已被毁灭,在复合体中纯净的水除了在潜能上之外已不再存在,然而它并未彻底毁灭;因为相对于极端热而言它仍然是冷的。因此,通过说热和冷的两极已被毁灭,而复合体生成为相对于极端热是冷的、相对于极端冷是热的,我们既不再说两极在完全现实中被保全,也不会引入质料。同样的论证也适用于潮湿与干燥。因为我们说它在现实上是干燥和潮湿的,不是极端地,而是在相对意义上,相对于极端潮湿而言是干燥的,而相对于极端干燥而言是潮湿的。我们又说它在潜能上是干燥和潮湿的,而不是在完全现实中是极端干燥和潮湿的,因为极端干燥和极端潮湿见于各元素中,但这些已被毁灭,在复合体中除了在潜能上之外并不存在;因为各简单物体在复合体中是在潜能上存在而非在完全现实中存在。然而这并非按照“在潜能上”的第一种意义(按照该意义,我们也说质料在潜能上是对立双方各自);因为质料是彻底匮乏的,丝毫不具有火的形相或水的形相(它被说成在潜能上是这些形相),而复合体即使并非纯粹地,却仍然具有调和的火之形相,并且这整个东西并不是纯粹的火,而是正如我所说,是调和的火。然而,这是否可能是按照“在潜能上”的第二种含义呢?按照该含义,拥有建筑知识与品性、却由于某种阻碍(或因睡着,或因缺乏材料)而未实行它的人,被称为在潜能上的建筑师。但看起来也不是按照这一含义来说的。因为我们不能说复合体拥有纯粹之火的品性与能力、却不实行它;因为它并不拥有火的能力。因为如果它拥有,当质料在场时它就会按照这种能力而活动;但现实中并未见它活动。因此,除了这些习见含义之外,“在潜能上”还有另一种含义,亚里士多德在《物理学》第七卷中似乎也提到了它。因为显然由以下事实可见“在潜能上”还有另一种含义:按照适宜性而言者与按照品性而言者是两极,而介于这两者之间的一切(例如房屋生成过程中的变化)则是另一种东西。

语法注3 条
  1. 2.98ἔτι γὰρ θερμὸν εἶναι τὸ σύνθετον, εἰ καὶ μὴ εἰλικρινὲς πῦρ εἴη

    不定式 εἶναι 处于承接前文动词 λέγομεν 的间接引语结构中。从句 εἰ καὶ ... εἴη 为带希求语气的让步条件从句(“即使它不是纯粹的火”)。

  2. 2.98ἀλλ’ ἆρα μὴ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει

    ἆρα μή 引导一个试探性的疑问或预期否定回答的疑问句(“难道是……吗”/“莫非是……不是吗”)。此处它提出了一个即刻在下文被 ἀλλ’ οὐδὲ ... φαίνεται 驳回的探讨性假设。

  3. 2.98οὗ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς μεμνημένος

    关系代词 οὗ 是分词 μεμνημένος 所支配的属格宾语,先行词为 ἕτερόν τι τοῦ δυνάμει σημαινομένου。动词 φαίνεται 搭配分词 μεμνημένος 构成人称句式(“亚里士多德似乎也提到了它”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:270.10-271.19