- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:268.31-270.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在334a15转入对构成物体的诸元素的讨论,菲洛波庞阐述了元素不可变化说的疑难,即该学说无法解释为何能从肉或骨的任意部分分离出全部元素;同时指出关于可变化说在复合形相成立上也面临着疑难。
" Περὶ δὲ τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν." Συμπληρώσας τοὺς πρὸς Ἐμπεδοκλέα λόγους, καὶ ἅπασιν ἐπεξελθὼν τοῖς τμήμασι τῆς προεκτεθείσης διαιρέσεως, καὶ τὰ μὲν ἄλλα ἐλέγξας μόνον δὲ καταλιπὼν τὸ φάσκον τμῆμα τὰ τέσσαρα ἀρχὰς εἶναι ὡς μεταβλητικά, πάλιν ἐπανιὼν εἰς τὴν περὶ αὐτῶν διδασκαλίαν φησὶν ὅτι ὅσοι μεταβλητικὰ αὐτὰ ὑποτίθενται, ἀκολούθως καὶ κοινὴν ὕλην αὐτοῖς ὑποκεῖσθαί φασιν, καὶ ἔμπαλιν ὅσοι κοινὴν ὕλην ὑπέθεντο, καὶ μεταβάλλειν αὐτὰ εἰς ἄλληλα ἔφασαν· ἀκολουθεῖ γὰρ ἀλλήλοις τῷ λέγειν κοινὸν ὑποκείμενον τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν, καὶ τῷ μεταβλητικὰ αὐτὰ λέγοντι τὸ κοινὴν ὕλην ὑποτίθεσθαι.1 ὅσοι δὲ ἀμετάβλητα αὐτὰ ὑποτιθέμενοι φασιν ἐξ αὐτῶν γίνεσθαι τἆλλα, ὥσπερ ἐκ λίθων καὶ ξύλων τοιῶσδε συντεθέντων τὴν οἰκίαν, ἀτόποις περιπίπτουσι, μὴ δυνάμενοι εἰπεῖν πόθεν τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἀποτετέλεσται ἢ τῶν ἄλλων ἑκάστου. ἔχει δὲ τοῦτο, φησίν, ἀπορίαν καὶ πρὸς τοὺς μεταβλητικὰ εἶναι αὐτὰ φάσκοντας. εἰπὼν δὲ τοῦτο, πρῶτον ἐκτίθεται πῶς οἱ ἀμετάβλητα τὰ στοιχεῖα ὑποτιθέμενοι οὐ δύνανται σῴζειν τὴν τῶν συνθέτων γένεσιν. εἰ γὰρ τὰ στοιχεῖα, φησίν, ἀμετάβλητα μείναντα καὶ μόνον ἀλλήλοις παρατεθέντα κατὰ τήνδε τὴν σύνθεσιν ἐποίησε τὴν σάρκα, ὥσπερ λίθοι καὶ πλίνθοι καὶ ξύλα τὴν οἰκίαν, οὐκ ἔσται ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πῦρ καὶ ὕδωρ γενέσθαι καὶ τἆλλα, ὥσπερ οὐδ’ ἐξ ὁτουοῦν μέρους τῆς οἰκίας δυνατὸν ἐκκρῖναι πάντα· οὐδὲ γὰρ ἐκ τῶν λίθων ἐκκριθεῖεν ἂν πλίνθοι καὶ ξύλα. ὡσαύτως δὲ καὶ κατ’ ἐκείνους οὐκ ἔσται ἔκκρισις πάντων ἐκ τῆς σαρκός. νῦν δὲ τοῦτο ἐναργῶς, φησίν, ὁρῶμεν, ὅτι ἐξ ὁτουοῦν 〈μέρους〉 τῆς σαρκὸς καὶ τοῦ ὀστοῦ ἐκκρίνεται ὕδωρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον· δυνατὸν γὰρ τὸ αὐτὸ σαρκίον καύσαντα ἐκπυρῶσαι ἢ ἐξαερῶσαι,2 καὶ σήψαντα γῆν ποιῆσαι, καὶ διαλῦσαι δὲ δυνατὸν εἰς ὕδωρ ὑπὸ τῆς ὑγρᾶς οὐσίας ἐπικρατούμενον. ὥστε ψευδὴς καὶ μαχομένη τοῖς φαινομένοις αὐτῶν ἡ ὑπόθεσις. ἴσως δὲ πρὸς ταῦτα φαῖεν ἂν ἐκεῖνοι, ὅτι ἐκ πάσης μὲν σαρκός φαμεν πάντα τὰ στοιχεῖα ἐκκρίνεσθαι, διότι σάρκα φαμὲν τὴν σύνθεσιν τῶν πάντων, οὐ μὴν συγχωροῦμεν τὸ ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πάντα ἐκκρίνεσθαι. εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον δοκεῖ ἐξ ὁτουοῦν μέρους αὐτῆς ἐκκρίνεσθαι πάντα, οὐκ ἔστιν ἀληθές. ἔστι γάρ τι ἐν αὐτῇ ὃ μόνον ἐστὶ πῦρ καὶ ὃ μόνον ἐστὶν ὕδωρ, δοκεῖ δὲ τῇ αἰσθήσει ἐξ ὁτουοῦν πάντα γίνεσθαι, διότι κατὰ λεπτὸν ἕκαστον τῶν τὴν σύνθεσιν ποιούντων δι’ ὅλης παρέσπαρται τῆς σαρκός, ὡς μὴ εἶναι λαβεῖν τῇ αἰσθήσει ἀποκεκριμένα αὐτὰ ἐξ ἀλλήλων, ὡς ἐπὶ τῶν ξηρίων ἔχει τῶν ἐκ πολλῶν συμπεφορημένων, τοῦ τετραείδου τυχὸν ἢ ἑξαείδου. οὕτω μὲν οὖν ἴσως ἐκεῖνοι ὑπεραπολογούμενοι εἴποιεν. εἰ δέ τις λέγοι πρὸς αὐτοὺς ὅτι ἀναιροῦσι τὴν τῶν ὁμοιομερῶν φύσιν μὴ λέγοντες πᾶν ὁτιοῦν μέρος τῆς σαρκὸς σάρκα εἶναι (τοῦτο γὰρ ὁμοιομερές, οὗ τὰ μέρη τῷ ὅλῳ ὅμοια καὶ ἀλλήλοις), φήσουσι πρὸς αὐτὸν ὅτι καθόλου μὲν τὴν τῶν ὁμοιομερῶν φύσιν οὐκ ἀναιροῦμεν (τὰ γὰρ τέσσαρα στοιχεῖα ὁμοιομερῆ φαμεν εἶναι), τὴν δὲ σάρκα καὶ τὸ ὀστοῦν οὐ τιθέμεθα ὁμοιομερῆ ὑπάρχειν. Οὕτως μὲν οὖν δείκνυσιν ἀδύνατον εἶναι ἐξ ἀμεταβλήτων ὄντων τῶν στοιχείων ποιεῖν σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. φησὶ δὲ ἄπορον εἶναι τὸν λόγον καὶ τοῖς μεταβάλλειν αὐτὰ λέγουσιν εἰς ἄλληλα, πῶς ποτε ἅμα τὸ εἶδος τῆς σαρκὸς ἢ τοῦ ὀστοῦ ἢ τῶν ἄλλων τινὸς ὁμοιομερῶν.3
“关于诸物体由之构成的诸元素。” 在结束了针对恩培多克勒的反驳,并考察了先前所列划分的所有分支,驳斥了其余分支而仅保留了主张四者作为可变化之物是本原这一分支之后,他重新回到关于它们的学说,说凡假定它们是可变化的人,都顺理成章地主张有一种共同的质料作为它们的底层,反之,凡假定有共同质料的人,也都说它们相互变化;因为在主张共同基底这一点上必然伴随着肯定它们也是可变化的,而在称它们为可变化的人身上也必然伴随着假定共同的质料。然而,凡假定它们不可变化、却又说其余事物由它们产生的人(就好像房屋是由如此组合的石头和木材产生的那样),都陷入了荒谬,无法说出肉的形相、骨的形相或其余每一事物的形相究竟是由何而成的。他说,这对于那些主张它们可变化的人来说同样包含着疑难。而在说了这番话之后,他首先阐明那些假定元素不可变化的人如何不能保全复合事物的生成。因为他说,如果诸元素保持不可变化,仅仅根据这种结合彼此并置而生成了肉,就好像石头、砖块和木材生成了房屋一样,那么肉的任何随便一部分都将不能生成火、水以及其余事物,正如同从房屋的任何随便一部分都无法分离出一切一样;因为从石头中无论如何不能分离出砖块和木材。同样,按照他们的说法,从肉中也将不能发生一切事物的分离。他说,然而在当下我们清楚地看到这一点,即从肉和骨的任何随便[一部分]中都会分离出水、土以及其余每一元素;因为有可能通过焚烧使同一小块肉化为火或化为气,通过使其腐烂而使之化为土,并且也有可能因被潮湿的实体压制而将其溶解为水。因此他们的假说是虚妄的,并且与现象相冲突。但对于这些反驳,他们或许会辩称:我们说所有的元素是从作为整体的肉中分离出来的,因为我们把一切的结合称为肉;但我们绝不承认一切元素都会从肉的任何随便一部分中分离出来。因为即使按照显现来看似乎一切都从其任何随便一部分中分离出来,但这并不是真的。因为在肉中确实存在着某种仅仅是火的东西和某种仅仅是水的东西,然而由于构成结合的每一成分都以微粒形式分散散布在整个肉中,以致感觉无法捕捉到它们彼此分离的状态,在感觉看来便好像一切都由任何随便一部分产生,这正如在由多种成分汇聚而成的干粉剂中那样,比如四物散或六物散。他们或许会以此方式进行辩解。但如果有人对他们说,由于不说肉的任何随便一部分都是肉,他们便取消了同质部分的自然本性(因为所谓同质部分,就是其各部分与整体相似且彼此相似的东西),他们将对他回答说,我们并未普遍地取消同质部分的自然本性(因为我们主张四元素是同质部分),但我们并不设定肉和骨是同质部分。于是,他以这种方式表明,在诸元素不可变化的情况下由之生成肉、骨以及其余每一事物是不可能的。但他又说,对于那些主张它们相互变化的人而言,究竟如何同时[形成]肉、骨或其余任何同质部分的形相,这一论证同样是困难重重的。
- 2.98ἀκολουθεῖ γὰρ ἀλλήλοις τῷ λέγειν κοινὸν ὑποκείμενον τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν, καὶ τῷ μεταβλητικὰ αὐτὰ λέγοντι τὸ κοινὴν ὕλην ὑποτίθεσθαι
互为推论的关系(ἀλλήλοις)通过两组对仗结构来表达。前半句中,带冠词的与格不定词 τῷ λέγειν 对应着作为主语的名词化宾格不定词短语 τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν;后半句中略作语体变化,以与格分词短语 τῷ ... λέγοντι 对应宾格不定词短语 τὸ κοινὴν ὕλην ὑποτίθεσθαι。这两个无介词的与格均受 ἀκολουθεῖ 支配(意为“伴随于……”、“从……推论出”)。
- 2.98δυνατὸν γὰρ τὸ αὐτὸ σαρκίον καύσαντα ἐκπυρῶσαι ἢ ἐξαερῶσαι
宾格分词 καύσαντα(以及下文的 σήψαντα)是不定人称表达 δυνατὸν [ἐστι] 所引导的不定词(ἐκπυρῶσαι、ἐξαερῶσαι、ποιῆσαι)在逻辑上的宾格主语(表示泛指的人:“某人焚烧后……”)。句首的 τὸ αὐτὸ σαρκίον 则是分词和不定词的直接宾语。
- 2.98πῶς ποτε ἅμα τὸ εἶδος τῆς σαρκὸς ἢ τοῦ ὀστοῦ ἢ τῶν ἄλλων τινὸς ὁμοιομερῶν
该间接疑问句的句末动词(如 γίνεται 或 ἀποτελεῖται)被省略的省略句(ellipsis)。根据前文语境(“如何能保全复合事物的生成”以及“肉或骨的形相究竟由何而成”),需在理解上补出“如何同时[产生/形成]肉、骨或其余任何同质部分的形相”。
