← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§25.29-27.26

物体还原为平面之说与柏拉图学派不可分论的批判

斐洛庞诺斯解释了亚里士多德对将物体还原为平面之说的批判,澄清了德谟克利特的阿布德拉方言术语,并审查了柏拉图学派依据“三角形本身”的不可分性来推导不可分割量度的论证,反驳指出该论证混淆了非物体的本质定义与具延展性的物理量度之间的可分性区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.38

" Τοῦτο μὲν οὖν αὐτό, καθάπερ καὶ ἐν ἄλλοις εἰρήκαμεν, ἄλογον μέχρι ἐπιπέδων διαλῦσαι." Ἢ τοῦτό φησιν ὅτι ἄτοπον τὸ μέχρι τοσούτου διαλύειν τὰ σώματα, μέχρι τοῦ εἰς ἐπίπεδα καταντῆσαι (ἀδύνατον γὰρ εἰς τοσοῦτον χωρῆσαι τὴν διαίρεσιν τῶν σωμάτων), ἢ ὅτι ἄλογον τὸ ἀναλύοντας εἰς ἐπίπεδα ἄχρι τούτου ἵστασθαι, καὶ μὴ ταῦτα ἀναλύειν εἰς γραμμάς, καὶ ταύτας εἰς σημεῖα. ὃν γὰρ λόγον ἔχει πρὸς τὸ σῶμα ἡ ἐπιφάνεια, τοῦτον καὶ πρὸς τὴν ἐπιφάνειαν ἡ γραμμὴ καὶ πρὸς ταύτην τὸ σημεῖον. ἔσονται οὖν οὕτως πάντα ἐκ σημείων. πρὸς δὲ τὴν δόξαν ταύτην καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ ὑπήντηκε.

“因此正是这一点,正如我们在其他著作中所说的那样,即将[物体]分解至平面是不合情理的。” 他的意思或者是:将物体分解到如此程度以至于落入平面是荒谬的(因为物体的分割不可能进行到这一步);或者是:那些将物体还原为平面的人停留在这一步,而不将平面还原为线、再将线还原为点,这是不合情理的。因为正如表面对物体所具有的比例,线对表面也具有这一比例,点对线亦然。这样一来,万物都将由点构成了。针对这一观点,他在《论天》第三卷中也作了反驳。

§1.39

"Τροπῇ καὶ διαθιγῇ." Ῥυσμὸς τροπὴ διαθιγὴ λέξεις εἰσὶν Ἀβδηρικαί, αἷς ἐχρᾶτο Δημόκριτος, ῥυσμὸν μὲν καλῶν τὸ σχῆμα, τροπὴν τὴν θέσιν (οἷον εἰ ἡ βάσις μὲν τῆς πυραμίδος κάτω εἴη, ἡ κορυφὴ δὲ ἄνω· ἢ ἔμπαλιν), διαθιγὴν δὲ τὴν τάξιν (ὅτι αἵδε μὲν εἰ τύχοι πρῶται, ἕτεραι δὲ ὕστεραι). ὅτι δὲ κατ’ αὐτὸν τὰ σχήματα συγκρινόμενα μὲν τὴν γένεσιν, μετατιθέμενα δὲ καὶ μεταταττόμενα τὰ πάθη τὰ φαινόμενα ἐργάζεται, εἴρηται πρότερον. οὐδὲν γὰρ ἔφασκε φύσιν εἶναι χρωμάτων ἢ τῶν ἄλλων παθῶν· τροπῇ γάρ φησι χρωματίζεσθαι.

“因变换与互触。” “形样[rhysmos]”、“变换[trope]”与“互触[diathige]”是阿布德拉的方言词汇,德谟克利特使用它们,将形状称为“形样”,将位置称为“变换”(例如角锥的底面在下而顶角在上,或者反过来),将次序称为“互触”(例如碰巧这些在先,而另一些在后)。而依照他的观点,形状结合起来造就了生成,改变位置与次序则产生了所显现的受动,这一点在前面已经谈过。因为他断言颜色或其余受动状态根本没有本性;因为他说着色乃是由于变换。

§1.40

"Αἷς ἐπὶ πολὺ δύνανται συνείρειν." Αἵστισιν ἀρχαῖς χρώμενοι πολλὰ συνείρειν καὶ ἀποδοῦναι τῶν φύσει γινομένων δύνανται. εἰ δὲ ἐκτὸς τοῦ σ̅ εἴη γεγραμμένον τὸ αι1, πρὸς τὰς ἀρχὰς εἴη ἂν ἀποδεδομένον τὸ δύνανται, τουτέστιν αἱ ἀρχαὶ ἐπὶ πολὺ δύνανται συνείρειν.

“借此他们能够广泛地贯通[现象]。” 这就是说,借助所使用的那些本原,他们能够将自然生成的许多事物贯通并加以解释。但如果在写出 ai 时没有写 ς(sigma),那么“能够”这一动词就会归属于诸本原,也就是本原能够广泛地贯通。

§1.41

"Οἱ δ’ ἐκ τῶν λόγων." Λόγους καλεῖ τὰ μαθήματα, διότι ἐν τῇ ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχουσιν. οἱ οὖν τοῖς μαθήμασι, φησίν, ἐνασχοληθέντες, ἀπειρίᾳ τῶν ὑπαρχόντων, τουτέστι τῶν ἐν ὑποστάσει καὶ ὑπάρξει ὄντων οἷα τὰ φυσικά, ῥᾳδίως περὶ τῶν ἀρχῶν αὐτῶν ἀπεφήναντο, ὅθεν καὶ ῥᾳδίως ἐλέγχονται.

“而那些从论证出发的人。” 他将数学学问称为“论证”,因为它们仅仅在思维中拥有存在。他说,那些沉湎于数学学问的人,由于对现存事物——即如自然事物那样具有实在与实体存在的事物——缺乏经验,便轻率地对它们的本原作出论断,因此也轻易地遭到了驳斥。

§1.42

"Οἱ μέν φασι, διότι τὸ αὐτοτρίγωνον πολλὰ ἔσται." Τούτοις χρώμενος τοῖς λόγοις ὁ Πλάτων ἐδείκνυεν εἶναι ἄτομα μεγέθη. εἰ πᾶν, φησί, μέγεθος διαιρετόν ἐστιν, ἔσται καὶ τὸ αὐτοτρίγωνον διαιρετόν, ὅπερ ἐστὶν ἡ ἰδέα τοῦ τριγώνου· καὶ οὕτως ἔσται τινὰ πρότερα τοῦ αὐτοτριγώνου εἰς ἃ διαιρεῖται, ὅπερ ἀδύνατον, εἶναι τῆς ἰδέας τι πρότερον. εἰ τοίνυν τὸ αὐτοτρίγωνον οὐκ ἔστι διαιρετόν, οὐκ ἄρα πᾶν μέγεθος διαιρετόν. εἰ οὖν μὴ πᾶν μέγεθος διαιρετόν, ἔστιν ἄρα τινὰ μεγέθη ἀδιαίρετα. ταῦτα δὲ οὐδαμοῦ λέγων ὁ Πλάτων φαίνεται, ὅτι ἔστιν ἄτομα μεγέθη, ἀλλ’ ἢ ἐκ τῶν ἀγράφων αὐτοῦ συνουσιῶν ταῦτα ἱστορεῖ ὁ Ἀριστοτέλης, ἤ, ὅπερ καὶ μᾶλλον, τινὲς τῶν ἀξιούντων Πλατωνικῶν εἶναι τοὺς λόγους τούτους προέφερον. οὐδὲ γὰρ εἰκὸς οὕτω τοῖς μαθήμασιν ἐσχολακότα Πλάτωνα, καὶ εἰδότα ὡς ἐνδέχεται πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἀδιαίρετα λέγειν εἶναι μεγέθη, εἰ μὴ οὕτως ἔλεγεν ἀδιαίρετα εἶναι τὰ τρίγωνα,2 ἐξ ὧν συνετίθει τὰ σώματα, ὡς εἰς ἕτερα μὴ δυνάμενα μεταβληθῆναι καὶ διαλυθῆναι σχήματα. πάντα μὲν γὰρ τὰ εὐθύγραμμα εἰς τρίγωνα ἀναλύεται (τὸ μὲν γὰρ τετράγωνον τῇ διαγωνίῳ εἰς δύο τέμνεται τρίγωνα, τὸ δὲ πεντάγωνον εἰς τρία, καὶ τὰ λοιπὰ ὡσαύτως), αὐτὸ μέντοι τὸ τρίγωνον εἰς ἕτερα σχήματα οὐ διαιρεῖται, ἀλλ’ εἰς εὐθείας. ἴσως οὖν ταύτῃ ἔλεγεν εἶναι μεγέθη ἀδιαίρετα. ῥητέον δὲ πρὸς ταῦτα λέγοντας, ὅτι ἡ ἰδέα τοῦ τριγώνου ὅλως οὐδὲ μέγεθός ἐστιν, ἀλλὰ λόγος μεγέθους. ὥστε οὗτος μὲν εὐλόγως ἀδιαίρετος, ἡμεῖς δὲ τὰ μεγέθη φαμὲν εἶναι διαιρετά. οὐκ ἀνάγκη δέ, εἰ ὁ λόγος τοῦ μεγέθους ἀδιαίρετος, καὶ μέγεθός τι εἶναι ἀδιαίρετον· οὐ γάρ, ὡς οἱ λόγοι ἔχουσιν, οὕτως ἀνάγκη ἔχειν καὶ τὰ πράγματα ἀπαραλλάκτως, ἐπεὶ καὶ ἡ ἔννοια τῆς οἰκίας καὶ ὁ λόγος καθ’ ὃν αὐτὴν ποιεῖ ὁ οἰκοδόμος ἀσώματός ἐστιν, ἡ δὲ οἰκία οὐκ ἀσώματος.

“有人说,因为三角形本身将会成为多数。” 柏拉图正是利用这些论据来表明存在不可分割的量度的。他说,如果每一个量度都是可分的,那么作为三角形之理念的“三角形本身”也将是可分的;这样就会存在某些先于三角形本身、且它被分割为之的事物,但存在先于理念的事物乃是不可能的。因此,如果三角形本身是不可分的,那么就并非一切量度都是可分的。进而,如果并非一切量度都是可分的,那么就必然存在某些不可分割的量度。然而,柏拉图在任何地方都未曾显出说过存在不可分割的量度,亚里士多德或者是在根据他的未成文讲义记述这些,或者更可能是某些自称柏拉图学派的人提出了这些论据。因为柏拉图如此专注于数学学问,且深知任何给定的直线都可以被一分为二,他不大可能会说存在不可分割的量度,除非他是指他用以构成物体的那些三角形因不能被改变和分解为其他形状而是不可分割的。因为所有直线图形都被还原为三角形(正方形由对角线分成两个三角形,五边形分成三个,其余依此类推),然而三角形本身却不能被分割为其他形状,而是被分割为直线。因此,或许他正是从这个意义上说存在不可分割的量度的。但必须对讲这些话的人说:三角形的理念根本不是量度,而是量度的本质定义。因此,这一本质定义固然理所当然是不可分的,而我们所说的量度却是可分的。并且,如果量度的本质定义是不可分的,也并不必然导致某种量度也是不可分的;因为事物并不必然与概念毫厘不爽地保持一致,正如房子的观念以及建筑师建造房子所依据的定义是非物体的,而房子却并非不是物体的。

语法注2 条
  1. 1.40εἰ δὲ ἐκτὸς τοῦ σ̅ εἴη γεγραμμένον τὸ αι̅

    关于写本异文与句法读法的讨论。斐洛庞诺斯指出,如果引文中的关系代词 αἷς(与格阴性复数)脱落了尾部的 σ 而读作 αἵ(主格阴性复数),那么后续动词 δύνανται 的主语就从“他们(德谟克利特派)”转变为“诸本原(αἱ ἀρχαί)”。

  2. 1.42οὐδὲ γὰρ εἰκὸς οὕτω τοῖς μαθήμασιν ἐσχολακότα Πλάτωνα, καὶ εἰδότα ὡς ἐνδέχεται πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, ἀδιαίρετα λέγειν εἶναι μεγέθη, εἰ μὴ οὕτως ἔλεγεν ἀδιαίρετα εἶναι τὰ τρίγωνα

    由非人称谓语 εἰκός 引领的“宾格加不定式”结构(Πλάτωνα ... λέγειν εἶναι μεγέθη)。宾格主语 Πλάτωνα 受到两个分词(ἐσχολακότα 与 εἰδότα)的修饰,后接由 εἰ μὴ 引领的例外条件分句(εἰ μὴ οὕτως ἔλεγεν...),构成复杂的长句骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:25.29-27.26