- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:267.8-268.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德驳斥了恩培多克勒混淆自然运动与偶然运动的错误,指出他关于宇宙在爱与争吵之下处于类似状态的论断必然引向第三种永恒运动原因,并批判了将灵魂归结为四元素构成的荒谬观点。
" Ἀλλ’ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης “οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως”, ὁτὲ δέ φησιν πεφυκέναι τὸ πῦρ ἄνω φέρεσθαι, ὁ δὲ αἰθήρ, φησίν, “μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις”." Λέγων ὑπὸ τοῦ νείκους καὶ τῆς φιλίας κινεῖσθαι τὰ στοιχεῖα, ὥσπερ οὐκ ἐφιστάνων οἷς λέγει, ποτὲ μὲν κατὰ τύχην ποτὲ δὲ κατὰ φύσιν αὐτὰ φέρεσθαί φησιν. ὥστε ἐκ τῶν νῦν παρατεθέντων αὐτοῦ ῥημάτων δίδωσιν αὐτοῖς καὶ τὴν ἐξ αὑτῶν κίνησιν. οὐδὲν ἄρα διωρισμένον καὶ σαφὲς ἢ περὶ κινήσεως ἁπλῶς ἢ περὶ τῆς τῶν στοιχείων κινήσεως εἴρηκεν ὁ Ἐμπεδοκλῆς.
“但他有时好像出于偶然那样说:‘因为那时它在奔驰中恰好如此相遇,但往往以别样方式相遇’;而有时他又说火本性上被向上运送,但以太,他说,‘以长长的根潜入大地之下’。” 他说诸元素受争吵与爱推动,却仿佛没有注意自己所说的话,有时说它们出于偶然被运送,有时又说它们依自然被运送。因此,根据刚才引述的他自己的言论,他也赋予了它们源于自身的运动。由此可见,恩培多克勒无论关于无条件的运动,还是关于诸元素的运动,都没有说出任何确定而清晰的话。
"Ἅμα δὲ καὶ τὸν κόσμον ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας." Ἄλλο πάλιν ἄτοπον ταῖς Ἐμπεδοκλέους ὑποθέσεσιν ἐπιφέρει. ὁμοίως γὰρ ἔχειν τὸν κόσμον καὶ κινεῖσθαι ἔλεγεν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας. εἰ οὖν ἡ μὲν φιλία καὶ τὸ νεῖκος ἑτέρας κινοῦσι κινήσεις καὶ ἐναντίας, ἡ μὲν διακρίνουσα τὸν σφαῖρον ἡ δὲ συγκρίνουσα τὰ στοιχεῖα, ὁ δὲ κόσμος ὡσαύτως ἔχει νῦν τε καὶ πρότερον, ἑτέραν ἄρα κινεῖται 〈κίνησιν〉 ἐξ αὑτοῦ καὶ ἀίδιον,1 οὔτε τοῦ νείκους αὐτὸν κινοῦντος οὔτε τῆς φιλίας. ἔσται οὖν τι παρὰ ταῦτα τῆς κινήσεως τοῦ κόσμου αἴτιον. τοῦτο οὖν ἔσται ἀρχὴ ὡς ἀίδιον, καὶ οὔτε τὸ νεῖκος οὔτε ἡ φιλία· ποτὲ γὰρ κινεῖ τούτων ἑκάτερον. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ὁμοίως ἔχειν τὸν κόσμον λέγει νῦν τε καὶ πρότερον ἢ ἄλλον καὶ ἄλλον. ἔοικε δέ, φησίν, ὁ αὐτὸς εἶναι κόσμος ὑπ’ αὐτοῦ λέγεσθαι.2 εἰ γάρ τις λέγοι, φησίν, εἶναι κόσμον καὶ τὴν ἐπὶ τοῦ νείκους γινομένην διάκρισιν καὶ τὴν ἐπὶ τῆς φιλίας σύγκρισιν, πῶς ἂν ἔτι ἄλλο εἴη παρὰ τὸ νεῖκος καὶ τὴν φιλίαν τοῦ κόσμου κινητικόν; εἰ δὲ κόσμον λέγοι, φησί, τὸ φυσικὸν σῶμα, συγκριθήσεται μὲν τοῦτο καὶ διακριθήσεται ὑποκείμενον ὑπάρχον καὶ τοῖς στοιχείοις καὶ τῷ σφαίρῳ, ἔσται δέ που καὶ οἰκείαν κινούμενον κίνησιν ὡς φυσικὸν σῶμα. ἢ ὁμοίως, φησί, κόσμος κατ’ αὐτόν ἐστι καὶ κινεῖται ἐπί τε τοῦ νείκους νῦν καὶ ἐπὶ τῆς φιλίας πρότερον, ἐν δὲ τοῖς μεταξὺ διαλείμμασι τῶν ὑπ’ ἐκείνων γινομένων κινήσεων, πρότερόν τε ὅτε ἐκ τοῦ νείκους ἐπεκράτησεν ἡ φιλία καὶ νῦν ὅτε ἐκ τῆς φιλίας τὸ νεῖκος, κόσμος ἐστὶν ἄλλην τινὰ κινούμενος κίνησιν καὶ οὐχ ἃς ἡ φιλία καὶ τὸ νεῖκος κινοῦσιν.
“同时,他又说宇宙在如今争吵之下与先前在爱之下都处于类似的状态。” 他再次对恩培多克勒的假说提出另一条荒谬的推论。因为〔恩培多克勒〕曾主张,宇宙在如今争吵之下与先前在爱之下都处于类似的状态并在运动。因此,如果爱与争吵引起彼此不同且相反的运动——一者分离球体,另一者结合诸元素——,而宇宙在如今与先前都处于相同状态,那么它必定在进行着源于自身的、永恒的另一种[运动],既不是争吵在推动它,也不是爱在推动它。因此,除这些之外必有宇宙运动的某种原因。于是,这作为永恒之物将成为本原,而既非争吵亦非爱;因为它们各自只是有时引起运动而已。亚历山大探究道:他究竟是说宇宙如今与先前处于类似状态,还是说它们是彼此不同的宇宙?他说,看起来他〔恩培多克勒〕所说的是同一个宇宙。因为他说,如果有人主张在争吵下发生的分离与在爱之下的结合都是宇宙,那么在争吵与爱之外怎能还有别的事物推动宇宙呢?但他说,如果他把自然物体称为宇宙,那么这个物体作为诸元素和球体的根本底层基质,固然会被结合也会被分离,而且作为一个自然物体,想必也会进行某种本己固有的运动。或者,他说,按照他〔恩培多克勒〕的说法,宇宙在如今争吵之下与先前在爱之下以类似方式存在并运动,并且在由它们所引起的诸运动之间的间隔期中——即先前当爱自争吵中占优势时,以及如今当争吵自爱中占优势时——存在着一个正在进行某种其他运动、而非爱与争吵所引起之运动的宇宙。
"Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν.3" Πάντα ἐκ τῶν τεσσάρων γεννῶν ὁ Ἐμπεδοκλῆς καὶ τὴν ψυχὴν ἐκ τούτων ἐγέννα· γαίῃ μὲν γάρ, φησί, γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον· ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ. εἰ οὖν ἐκ τῶν στοιχείων ἡ ψυχή, τὰ αὐτὰ ἕξει πάθη ἅπερ ἔχει καὶ τὰ στοιχεῖα· οὐδὲν δὲ σωματικὸν ἔχει πάθος ἡ ψυχή, οἷον ὑπομένει γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀήρ. τὸ γὰρ μουσικὸν καὶ ἄμουσον, ἡ μνήμη καὶ ἡ λήθη, αἱ τέχναι τε καὶ ἐπιστῆμαι οὐδενὶ τῶν στοιχείων συμβαίνουσιν· οὐ γάρ ἐστι σωματικὰ πάθη ταῦτα οὐδ’ αἰσθητά. ἀλλ’ οὐδὲ τὰ τῶν στοιχείων τῇ ψυχῇ, μάνωσις πύκνωσις θερμότης ψύξις κουφότης βαρύτης ἤ τι τῶν περὶ τὰ σώματα θεωρουμένων. καὶ ἄλλως εἰ τὰ στοιχεῖα μὲν ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, μεταβάλλει δὲ ἡ ψυχὴ κατὰ γνῶσιν καὶ ἄγνοιαν ἀρετήν τε καὶ κακίαν, οὐκ ἂν εἴη ἐκ τῶν στοιχείων. ὑπερτίθεται δὲ τοὺς τοιούτους λόγους εἰς τὴν Περὶ ψυχῆς πραγματείαν εἰκότως.
“此外,如果灵魂来自诸元素或是它们中的某一个,这也是荒谬的。” 恩培多克勒从这四者产生一切事物,也把灵魂从这些事物中产生出来;因为他说:“以土我们得见土,以水得见水,以以太得见神圣的以太;而以火得见毁灭之火,以爱得见爱,以灾难性的争吵得见争吵。”因此,如果灵魂来自诸元素,它将具有与诸元素完全相同的情态;然而灵魂并不具有土、水、火、气所承受的那种任何身体性的情态。因为通晓音律与不通音律、记忆与遗忘、技艺与科学,并不属于诸元素中的任何一种;因为这些既不是身体性的情态,也不是可感觉的情态。另一方面,诸元素的情态也不属于灵魂:稀疏、稠密、热、冷、轻、重,或任何关于物体所考察的事物。再者,如果按照恩培多克勒的说法,诸元素是不可变化的,而灵魂却随着知识与无知、德性与恶习而变化,那么灵魂就不可能是来自诸元素的。而〔亚里士多德〕合乎情理地将这类论证推迟到《论灵魂》的论述中去探讨。
- 2.96ἑτέραν ἄρα κινεῖται 〈κίνησιν〉 ἐξ αὑτοῦ καὶ ἀίδιον
名词 κίνησιν 由校订者补入,作为动词 κινεῖται 的同源宾格(同族宾格),意为“进行着源于自身的、永恒的另一种运动”。
- 2.96ἔοικε δέ, φησίν, ὁ αὐτὸς εἶναι κόσμος ὑπ’ αὐτοῦ λέγεσθαι
接不定词 λέγεσθαι 的 ἔοικε 句式,表达亚历山大的判断,即“看起来同一个宇宙被他(恩培多克勒)所主张存在”。此处 φησίν 指亚历山大。
- 2.97Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν
引文的句法结构。谓语形容词 ἄτοπον 由一个 εἰ 从句充当主语从句(“如果灵魂……这也是荒谬的”),这是表达评价或情感的形容词后常见的 εἰ 从句用法。
