- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:265.17-267.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德批评恩培多克勒在未界定运动本性的情况下将爱与争吵设为运动原因,并根据自然运动与受迫运动的区别指出颠倒的结论:使元素回归固有本位处的争吵才是依自然的,而爱反而是反乎自然的。
" Ἔτι δὲ περὶ κινήσεως ἁπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτο εἴη φιλίᾳ εἶναι τὸ κινήσει τοιᾷδε,1 νείκει δὲ τὸ τοιᾷδε." Οὐδέν, φησί, διορισάμενος περὶ κινήσεως, τίς τέ ἐστι καὶ τίνων, ἁπλῶς οὑτωσὶ τὴν φιλίαν λέγει κινεῖν καὶ τὸ νεῖκος, τὸ μὲν διακρῖνον καὶ διαχωρίζον ἀπ’ ἀλλήλων τὰ στοιχεῖα, τὴν δὲ συνάπτουσαν ἐκ διεστώτων. ἔδει οὖν, φησί, πρότερον ἢ διορίσασθαι τὰ περὶ τῆς κινήσεως ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι· ταῦτα γὰρ ἐπιστήμης ἔργα. τὰς μὲν γὰρ ἀρχὰς ὑποτίθενται καὶ ὁρίζονται, οἷον ὅτι τὸ σημεῖον ἀμερές, ὅτι τριγώνων εἴδη τρία (τὸ ἰσόπλευρον, τὸ ἰσοσκελές, τὸ σκαληνόν), ὅτι ὁ κύκλος σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἐφ’ ἣν αἱ ἀπὸ τοῦ μέσου προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν· τὰ δὲ μετὰ τὰς ἀρχὰς ἀποδεικνύουσιν. εἰ μὴ ἄρα, φησίν, αὐτοκίνησίς ἐστιν ἡ φιλία, καὶ τὸ νεῖκος ὁμοίως. ἀλλ’ οὐ τοῦτό φησιν ὁ Ἐμπεδοκλῆς, ἀλλὰ κινήσεως αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν. ὥστε οὐδὲν περὶ κινήσεως εἴρηκεν.
“此外,关于运动他是无条件地谈论的;因为仅仅说爱与争吵引起运动是不够的,除非对爱而言存在就是引起这般的运动,而对争吵[而言存在就是引起]那般的[运动]。” 他说,他在关于运动究竟是什么以及属于何者的问题上毫无规定,仅仅就这样无条件地断言爱与争吵引起运动,后者把诸元素彼此分离并隔开,前者则把分离之物结合起来。他说,因此本应当首先规定关于运动的事宜,或者加以假定,或者予以证明;因为这些是科学的工作。人们确实假定并定义本原,例如点是无部分的,三角形有三种形式(等边三角形、等腰三角形、不等边三角形),圆是由一条线包围的平面图形,从中心落到这条线上的所有线段彼此相等;而对本原之后的事物则予以证明。他说,除非爱本身就是运动,争吵同样也是。但恩培多克勒并非这样主张,而是主张争吵与爱是运动的原因。因此,关于运动他未置一词。
"Ἔτι δὲ ἐπεὶ φαίνονται καὶ βίᾳ καὶ παρὰ φύσιν κινούμενα τὰ σώματα." Ἐμπεδοκλέους τὴν μὲν φιλίαν ἐπαινοῦντος ὡς τῆς κατὰ φύσιν αἰτίαν κινήσεως, τὸ δὲ νεῖκος ψέγοντος ὡς τῆς ἐναντίας (φησὶ γὰρ “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος”), εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει,2 δεικνὺς ὅτι κατὰ τὰς αὐτοῦ ὑποθέσεις ἡ μὲν φιλία τῆς παρὰ φύσιν τὸ δὲ νεῖκος τῆς κατὰ φύσιν κινήσεώς ἐστιν αἴτιον. τούτων δὲ πρότερον δείκνυσιν ὅτι ἐστὶ καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κίνησις. δείξας γὰρ ὅτι ἐστὶ βίαιος κίνησις, ὡς ἡ τοῦ πυρὸς ἐπὶ τὸ κάτω καὶ τῆς βώλου ἐπὶ τὸ ἄνω, καὶ πάλιν ἡ μὴ βίαιος, τοῦ πυρὸς μὲν ἐπὶ τὸ ἄνω τῆς βώλου δὲ ἐπὶ τὸ κάτω, ταῦτα δὲ ἐναντία, ἡ δὲ βίαιος παρὰ φύσιν, ἡ ἄρα οὐ βίαιος κατὰ φύσιν. εἰ οὖν τὸ νεῖκος διακρίσεως αἴτιον, διακριθέντα δὲ ἐκ τοῦ σφαίρου τὰ στοιχεῖα ἠνέχθη καὶ κεκίνηται, γῆ μὲν κάτω καὶ ἐπὶ τὸ μέσον πῦρ δὲ ἄνω καὶ ἐπὶ τὸ πέριξ, αὗται δὲ τούτων κατὰ φύσιν εἰσὶν αἱ κινήσεις, τὸ ἄρα νεῖκος τῆς κατὰ φύσιν τῶν στοιχείων κινήσεώς ἐστιν αἴτιον, ἡ δὲ φιλία συγκρίνουσα ταῦτα καὶ εἰς ἓν ἄγουσα τὴν μὲν γῆν ἀποστήσει τοῦ μέσου τὸ δὲ πῦρ τοῦ πέριξ, ἵνα εἰς ταὐτὸν ἄμφω συναγάγῃ· τοῦτο δὲ παρὰ φύσιν ἐστὶ κινῆσαι τὸ πῦρ καὶ τὴν γῆν, ἐξιστῶσαν αὐτὰ τῶν κατὰ φύσιν τόπων. οὐκοῦν ὡς ἔχουσιν αἱ κινήσεις, ἕξουσι καὶ τὰ κινοῦντα. οὕτω δὲ ἡ μὲν φιλία παρὰ φύσιν ἔσται, τὸ δὲ νεῖκος κατὰ φύσιν.
“此外,既然物体被观察到受迫且反乎自然地运动。” 恩培多克勒赞美爱是依自然运动的原因,而指责争吵是其相反运动的原因(因为他说“正如我现在也是来自神的逃亡者和流浪者,信赖着狂暴的争吵”),亚里士多德再次把他引向相反的结论,表明按照他自己的假说,爱反而是反乎自然的运动的原因,而争吵则是依自然的运动的原因。但在这些之前,他表明依自然的运动与反乎自然的运动两者都是存在的。因为他表明:既然存在强迫的运动,如火向下方、土块向上方的运动,又存在非强迫的运动,如火向上方、土块向下方的运动,而这些是对立的,且强迫的运动是反乎自然的,因此非强迫的运动便是依自然的。因此,如果争吵是分离的原因,而被从球体中分离出来的诸元素被运送且运动了——土向下方即向中心运动,火向上方即向外周运动,而这些正是这些元素的依自然的运动——,那么争吵便是诸元素依自然运动的原因,而爱将它们结合并引向合一时,将把土从中心移开,把火从外周移开,以便将两者汇聚到同一处;但使火和土这样运动是反乎自然的,是将它们驱逐出它们依自然的处所。因此,运动具有何种性质,运动的引发者也必具有何种性质。这样一来,爱便是反乎自然的,而争吵则是依自然的。
"Ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή. ἀλλ’ ἄτοπον." Κατὰ τὸν Ἐμπεδοκλέα, φησίν, ἀναιρεθήσεται παντελῶς ἡ κατὰ φύσιν κίνησις καὶ ἡ μονή. εἰ μὲν γὰρ καὶ μὴ οὔσης τῆς φιλίας καὶ τοῦ νείκους ἀφ’ ἑαυτῶν κινοῦνται τὰ στοιχεῖα, οὐκ ἂν εἶεν τῆς κινήσεως αὐτῶν ἡ φιλία καὶ τὸ νεῖκος αἴτια· εἰ δὲ ταῦτα μόνα τῆς κινήσεως αὐτῶν ἐστιν αἴτια, ἀφαιρήσομεν αὐτῶν τὴν κατὰ φύσιν κίνησιν· ἡ γὰρ ἐξ ἄλλου καὶ μὴ ἐξ αὑτοῦ παρὰ φύσιν ἐστὶ τῷ κινουμένῳ. ἀλλ’ εἰ ἔστιν ἡ παρὰ φύσιν, πάντως ἔσται καὶ ἡ κατὰ φύσιν· πρὸς ἄλληλα γὰρ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν.
“一般而言,如果不是爱或争吵引起运动,物体自身便没有任何运动,也没有任何静止。但这十分荒谬。” 他说,按照恩培多克勒的说法,依自然的运动和静止将被彻底取消。因为如果即使爱与争吵不存在,诸元素也凭自身运动,那么爱与争吵便不是它们运动的原因;但如果唯独它们是其运动的原因,我们便剥夺了诸元素依自然的运动;因为来自他者而非来自自身的运动对于受动者而言是反乎自然的。然而如果存在反乎自然的运动,就必然也存在依自然的运动;因为依自然者与反乎自然者是互相关联的。
"Ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δὲ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους." Εἰ καὶ αὐτός, φησί, μὴ δίδωσιν αὐτοῖς τὴν ἐξ ἑαυτῶν κίνησιν μηδὲ ἐπέστησε τούτῳ, ἀλλ’ οὖν τὸ μὲν νεῖκος, φησί, διέκρινε μόνον ἀπὸ τοῦ σφαίρου τὰ στοιχεῖα, διακριθέντων δὲ ἡ μὲν ἠνέχθη κατὰ φύσιν κάτω, τὸ δὲ πῦρ ἄνω.3 ἔχουσιν ἄρα καὶ τὴν ἐξ ἑαυτῶν καὶ κατὰ φύσιν κίνησιν. ὥστε οὐδὲ ταῖς ἰδίαις ὑποθέσεσιν ἐπέστησεν ὁ Ἐμπεδοκλῆς.
“此外,它们也被观察到在运动;因为争吵虽然分离了它们,但以太被向上运送却并非由争吵所致。” 他说,即使他本人并未赋予它们源于自身的运动,亦未注意及此,但争吵其实仅仅是将诸元素从球体中分离出来,而在分离之后,[土]依自然被运送到下方,火则被运送到上方。因此它们拥有源于自身且依自然的运动。由此可见,恩培多克勒甚至没有注意到他自己的假说。
- 2.91εἰ μὴ τοῦτο εἴη φιλίᾳ εἶναι τὸ κινήσει τοιᾷδε
这是亚里士多德表达本质的典型句式(与格+εἶναι,即 τὸ ... εἶναι);此处 φιλίᾳ εἶναι 相当于主语概念(“爱的本质”),而 τὸ κινήσει τοιᾷδε(“引起这般的运动”)作表语。条件从句 εἰ μὴ ... εἴη 使用祈愿语气表示假设性可能。
- 2.92Ἐμπεδοκλέους τὴν μὲν φιλίαν ἐπαινοῦντος ... εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει
句首的 Ἐμπεδοκλέους ... ἐπαινοῦντος ... ψέγοντος 为带有对比/让步意味的属格独立结构。在插入诗句引文之后,主句 εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει 承接,构成了全句的骨架:“恩培多克勒赞美……而指责……,亚里士多德却把他引向相反的结论”。
- 2.94διακριθέντων δὲ ἡ μὲν ἠνέχθη κατὰ φύσιν κάτω, τὸ δὲ πῦρ ἄνω
在属格独立结构 διακριθέντων(“当它们被分离时”)之后,主句呈现 ἡ μὲν ... τὸ δὲ πῦρ 的对比,其中 ἡ μὲν 所修饰的名词(γῆ,“土”)因上下文显然而被省略。根据前节(§2.92)中 γῆ μὲν κάτω ... πῦρ δὲ ἄνω 的对应关系,此处结构理解为“[土]向下运送,火则向上运送”。
