- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:264.4-265.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德的论证:恩培多克勒的“爱”与“争吵”不能作为依比例的自然生成或善的原因;而且在从诸元素生成作为神的球体的过程中,爱本身反而成为了将形相从元素中剥离的分离原因,从而毁灭了同样作为神的元素。
" Ἀλλὰ μὴν οὐδ’ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον. τοῦτο δ’ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου,1 ἀλλ’ οὐ μόνον “μίξις τε διάλλαξίς τε μιγέντων”, ὥσπερ ἐκεῖνός φησι." Οὐδὲ ἡ φιλία, φησί, καὶ τὸ νεῖκος τῆς κατὰ λόγον γενέσεως αἴτια· μόνης γὰρ ἡ φιλία συγκρίσεως κατ’ αὐτὸν καὶ τὸ νεῖκος διακρίσεως αἴτιον. τί οὖν τὸ ποιοῦν τὴν ἐν λόγῳ μίξιν; καὶ γὰρ ἐπὶ τῆς τεχνητῆς μίξεως αἱ μὲν δυνάμεις τῶν συνελθόντων τῆς ἁπλῆς μίξεως αἴτιαι, τῆς δὲ κατὰ λόγον συνόδου καὶ ἐπὶ ποσὸν συγκρίσεως ἡ τέχνη αἰτία. ὥστε ἄλλο τι παρὰ τὴν φιλίαν αἰτιατέον τῆς ἐν λόγῳ μίξεως, τοῦτο δέ ἐστιν ἣν καλοῦμεν φύσιν, ὅπερ ἐστὶν ἡ ἑκάστου οὐσία. ὁ δὲ Ἐμπεδοκλῆς αὐτὸ τοῦτο μόνον τὴν ὑπὸ τῆς φιλίας γινομένην μίξιν καὶ τὴν ὑπὸ τοῦ νείκους διάκρισιν φύσιν ὀνομάζεσθαί φησιν· οὕτω δὲ κατ’ αὐτὸν καὶ τὰ ὡς ἔτυχε μιγνύμενα χωρὶς λόγου παντὸς φύσιν ἔδει καλεῖν, ὁμοίως δὲ καὶ τὰ διακρινόμενα. εἰ οὖν ἐστὶν ἐν τούτοις καὶ τὸ παρὰ φύσιν, οὐκ ἄρα ἡ τυχοῦσα μίξις οὐδ’ αὖ πάλιν ἡ διάκρισις φύσις ἂν δικαίως καλοῖτο, ἀλλ’ ἡ κατὰ λόγον, περὶ ἧς Ἐμπεδοκλῆς οὐδὲν εἴρηκεν.
“而且,爱与争吵也决不是[原因];因为前者仅是结合的原因,后者则是分离的原因。而这就是各事物的实体,而决非如那人所说‘只有混合者的混合与分离’。” 他说,爱与争吵也不是依比例生成的原因;因为按照他的说法,爱仅是结合的原因,争吵仅是分离的原因。那么,产生处于比例之中的混合的事物究竟是什么?因为在人工混合的情形中,汇聚之物的能力是单纯混合的原因,但依比例的汇合以及达到特定数量的结合的原因则是技艺。因此,对于处于比例之中的混合,必须把爱之外的某种事物归为原因,而这正是我们所说的自然,也就是各事物的实体。然而恩培多克勒主张,唯独由爱产生的混合与由争吵产生的分离本身被称为自然;但按照他的说法,那些没有任何比例、偶然混合的事物也应当被称为自然,同样分离的事物也应当如此。因此,如果在这些事物中也存在反乎自然者,那么偶然的混合以及分离便不能被正当地称为自然,而唯有依比例者才能被如此称呼,关于这一点恩培多克勒却未置一词。
"Ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ τὸ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον ἐπαινεῖ." Ἡ κατὰ λόγον, φησί, μίξις, καθ’ ἣν ἡ ἑκάστου χαρακτηρίζεται οὐσία, τὸ ἑκάστου εὖ καὶ τὸ ἀγαθόν ἐστιν· ἑκάστῳ γὰρ ἀγαθὸν τὸ κατὰ φύσιν, τοῦτο δὲ τὸ κατὰ λόγον. ἀλλ’ ὁ Ἐμπεδοκλῆς τοῦτο καταλιπὼν τὴν μίξιν [καὶ] μόνον ἐπαινεῖ. καίτοι εἰ μὴ κατὰ λόγον γίνοιτο, ψόγου μᾶλλον ἀξία ἐστί· φθορᾶς γὰρ αἰτία γίνεται.
“此外,这正是良好状态与善;但他仅仅赞美混合。” 他说,各事物的实体赖以被表征的依比例的混合,正是各事物的良好状态与善;因为对各事物而言,依自然者是善,而这就是依比例者。然而恩培多克勒舍弃了这一点,仅仅赞美混合。可是,如果不依比例生成,它反而应当受到指责;因为它成了消亡的原因。
"Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ’ ἡ φιλία τὰ φύσει πρότερον τοῦ θεοῦ·2 θεοὶ δὲ καὶ ταῦτα." Ἐμπεδοκλῆς θεὸν καλῶν τὸν σφαῖρον τὴν μὲν φιλίαν ἐπαινεῖ ὡς αἰτίαν τούτου τῇ πάντων συγκρίσει, τὸ δὲ νεῖκος ψέγει ὡς διακριτικὸν τοῦ θεοῦ· πρῶτα γὰρ ὄντα τὰ στοιχεῖα τοῦ σφαίρου ὑπὸ τῆς φιλίας συγκριθέντα πεποίηκεν αὐτόν. ὁ οὖν Ἀριστοτέλης εἰς τοὐναντίον περιτρέπει τὸν Ἐμπεδοκλέα, ὅτι μᾶλλον διακρίσεώς ἐστιν αἴτιον κατ’ αὐτὸν ἡ φιλία. εἰ γὰρ ἐκ τῶν στοιχείων ὁ σφαῖρος γέγονεν, οὐ δήπου μενόντων ὡς ἔχουσι φύσεως. οὐκοῦν διέκρινεν ἀπ’ αὐτῶν τὰς ἕκαστον πρὸ τοῦ σφαίρου χαρακτηριζούσας ποιότητας ἀπὸ τῶν ὑποκειμένων αὐταῖς· οὐ γὰρ ἂν ἄλλως ἓν εἶδος ἐλάμβανε πάντα, τὸ τοῦ σφαίρου. εἰ οὖν διάκρισίς ἐστιν ὡς τοῦ εἴδους ἀπὸ τῆς ὕλης χωρισμός, τοῦτο δὲ πεποίηκεν ἡ φιλία, διακρίσεως ἄρα μᾶλλόν ἐστιν αἰτία. τὸ δὲ θεοὶ δὲ καὶ ταῦτα, τουτέστι τὰ στοιχεῖα καὶ οὐ μόνον ὁ σφαῖρος θεός. μήποτε δὲ τοῦτο εἶπεν δηλῶν ὡς οὐ μᾶλλον ἐπαινετὴ ἡ φιλία ὡς ποιοῦσα τὸν σφαῖρον θεὸν ὄντα ὡς ψεκτὴ διακρίνουσα τὰ στοιχεῖα καὶ φθείρουσα·3 θεοὶ γὰρ καὶ ταῦτα. ἤτοι δὲ ὡς Ἐμπεδοκλέους θεοὺς καὶ ταῦτα λέγοντος, ἢ μᾶλλον ὡς ἑπόμενον τῇ ὑποθέσει· εἰ γὰρ πρῶτά ἐστι τοῦ σφαίρου καὶ ἀμετάβλητα, πῶς οὐκ ἀκόλουθον καὶ ταῦτα λέγειν θεούς;
“然而,分离诸元素——即在本性上先于神的事物——的并不是争吵,而是爱;而且这些也是神。” 恩培多克勒称球体为神,赞美爱是通过万物的结合而成为球体的原因,而指责争吵是分离神的原因;因为诸元素作为先于球体的事物,被爱结合在一起而构成了球体。因此亚里士多德将恩培多克勒的观点反转过来,表明按照他的说法,爱毋宁是分离的原因。因为如果球体是由诸元素生成的,元素决不可能在保持其固有的自然状态下生成它。于是,爱便将球体之前表征各元素的性质从其基础事物中分离了出去;否则万物便不可能获得单一的形相,即球体的形相。因此,如果说形相与质料的脱离就是分离,而这正是爱所造成的,那么爱便毋宁是分离的原因。而“而且这些也是神”,意思就是诸元素也是神,而不仅仅球体是神。或许他说这句话是为了表明:爱由于造就作为神的球体而值得赞美,并不胜于它由于分离并毁灭诸元素而应当受到指责;因为这些也同样是神。这要么是因为恩培多克勒本人把这些也称为神,要么毋宁是作为其假说的必然结论;因为如果它们先于球体且不可转化,那么把它们也称为神岂不是顺理成章的吗?
- 2.88τοῦτο δ’ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου
指示代词 τοῦτο 指向前文所提到的“比例”(λόγος),在此充当主语,而表语名词短语为 ἡ οὐσία ἡ ἑκάστου(“各事物的实体”)。这构成了亚里士多德反驳恩培多克勒的核心论点:事物的实体不是单纯的混合,而是规定混合的特定比例。
- 2.90τὰ φύσει πρότερον τοῦ θεοῦ
此中性复数宾格短语作 τά γε στοιχεῖα 的同位语。比较级 πρότερον 作副词性用法,支配比较属格 τοῦ θεοῦ,用以规定诸元素是“在本性上先于神[即球体]的事物”。
- 2.90μήποτε δὲ τοῦτο εἶπεν δηλῶν ὡς οὐ μᾶλλον ἐπαινετὴ ἡ φιλία ὡς ποιοῦσα τὸν σφαῖρον θεὸν ὄντα ὡς ψεκτὴ διακρίνουσα τὰ στοιχεῖα καὶ φθείρουσα
该句由副词 μήποτε(“或许/可能”)引导主要动词 εἶπεν,随后分词 δηλῶν 引出 ὡς 从句。从句内部呈现出οὐ μᾶλλον A ἢ B 的对比结构(ψεκτή 前以 ὡς 代替 ἢ):表语形容词 ἐπαινετή(带原因分词 ὡς ποιοῦσα ...)与 ψεκτή(带分词 διακρίνουσα ...)相对立,表明爱因造就球体而值得赞美,并不胜于它因分离并毁灭元素而应受指责。
