← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§262.10-264.3

恩培多克勒学说中能力的不可比较性与生长的困境

斐洛波诺斯解释说,如果按照恩培多克勒的主张诸元素不可转化,那么基于能力比例的可比较性就无法成立,且生长被还原为单纯的添加,从而使依自然的生长与依自然的生成都无法得到说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.85

" Καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὁμοίως πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον." Ἐπειδὴ εἶπεν ἴσον θερμόν, τὸ δὲ ἴσον τοῦ ποσοῦ, μετέβαλεν εὐθὺς εἰς τὸ ὅμοιον εἰπὼν ἢ ὁμοίως πυρὸς τοσονδί. πῶς δὲ δυνατὸν ἐν ὀλίγῳ ὄγκῳ ἀέρος καὶ ἐν ἐλάττονι πυρὸς τὴν ὁμοίαν εἶναι θερμότητα, δείκνυσιν ἐπαγαγὼν τὸ γὰρ αὐτὸ πλέον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον,1 τὸ αὐτὸ μὲν ἐπὶ τῆς δυνάμεως εἰληφώς (ὑπόκειται γὰρ καὶ ὁ ἀὴρ θερμὸς καὶ τὸ πῦρ), τὸ δὲ πλέον ἐπὶ τῶν ὄγκων· ὑπόκειται γὰρ πολλαπλασίων ὁ ἀὴρ τοῦ πυρὸς τῷ ὄγκῳ, κατὰ δὲ τὴν θερμότητα ἴσος αὐτῷ. ἀδύνατον δὲ τὴν αὐτὴν δύναμιν ἐν διαφόροις εἶναι μεγέθεσι, μὴ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ἀμφοῖν ὕλης. εἰ δὲ οἱ ἄνισοι ὄγκοι πυρὸς καὶ ἀέρος ὁμοίως εἰσὶ θερμοί, ἐὰν ἄρα λάβω τὸν ἴσον τῷ πυρὶ τοῦ ἀέρος ὄγκον, ἐλάττων ἔσται ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πυρί. ὥστε ἀνέσει καὶ ἐπιτάσει τὸ αὐτὸ ὑποκείμενον μᾶλλον θερμὸν γίνεται καὶ ἧττον· τοῦτο δὲ μεταβολή ἐστιν· οὐκ ἄρα ἀμετάβλητα τὰ στοιχεῖα φυλαχθήσεται.

“并且由于如此分量的火与数倍于它的气是同等地热,或者相似地热。” 既然他说了“同等地热”,而“同等”属于数量,他便立即转入“相似”,说“或者如此分量的火相似地[热]”。至于相似的热如何可能存在于少量的气与更少的火中,他通过接着补充道“因为同一事物由于同属而较多,便会具有这样的比例”来指明,其中他将“同一事物”理解为能力(因为假定了气与火都是热的),而将“较多”理解为体积;因为假定了气在体积上是火的数倍,而在热上与它同等。然而,若非同一个质料作为两者的基础,同一种能力便不可能存在于不同的大小中。反之,如果火与气不相等的体积相似地是热的,那么如果我取与火相等的气的体积,气中的热就会小于火中的热。因此,同一基础事物通过弛缓与强化而变得较热和较不热;而这就是转化。因此,诸元素将不能被保持为不可转化的。

§2.86

"Ἀλλὰ μὴν οὐδ’ αὔξησις ἂν εἴη κατ’ Ἐμπεδοκλέα, ἀλλ’ ἢ κατὰ πρόσθεσιν." Δείξας ὡς ἀσύμφωνα αὐτὸς ἑαυτῷ ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ συμβλητὰ εἶναι πρὸς ἄλληλα, δείκνυσι νῦν ὅτι οὔτε αὔξησίς ἐστι κατ’ αὐτὸν οὔτε γένεσις ἡ κατὰ φύσιν, εἰ ἀμετάβλητα εἴη τὰ στοιχεῖα· καὶ τέως ὅτι αὔξησις οὐκ ἔστιν, εἰ μὴ ὁμωνύμως ἡ κατὰ πρόσθεσιν λεγομένη. καὶ γὰρ εἴ τις ὕδωρ ἐπιπροσθείη ὕδατι καὶ ποιήσει πλεῖον, εἰώθαμεν λέγειν ‘ηὔξηται τὸ ὕδωρ’. ὁμοίως ἐπὶ οἰκοδομήματος ἢ πλαστουργήματος προσθήκης ἔξωθεν γινομένης. ἀλλ’ οὐκ αὔξησις τοῦτό ἐστιν, ἀλλὰ τοῦ ὁμοίου πρόσθεσις. τίς γὰρ ἡ κατὰ φύσιν αὔξησις, ἔφθη δείξας ἐν τῷ πρώτῳ λόγῳ, ὅτι ἀλλοιουμένης τῆς ὕλης τῆς αὐξούσης, λέγω τῆς τροφῆς, καὶ προστιθεμένης τοῖς μορίοις καὶ ὑπὸ τῆς ἐν αὐτοῖς ἀλλοιωτικῆς δυνάμεως ἐξομοιουμένης αὐτοῖς, καὶ τοῦ αὐξομένου κατὰ πάσας τὰς διαστάσεις ἐπιδόντος.2

“而且,按照恩培多克勒的说法,甚至不可能有生长,除非是通过添加。” 在表明了恩培多克勒在主张诸元素不可转化的同时又主张它们相互之间可比较是自相矛盾之后,亚里士多德现在表明,如果诸元素是不可转化的,那么按照他的说法,既不可能有生长,也不可能有依自然的生成;而暂且表明的是,除非是同名异义地被称为通过添加的生长,否则生长是不存在的。因为如果有人把水加到水里使其增多,我们习惯于说“水生长了”。同样,在建筑物或雕塑从外部进行添加时也是如此。但这并不是生长,而是相似者的添加。因为何为依自然的生长,他已在第一卷中阐明了,即引起生长的质料——我指营养——发生变质并被添加到各部分中,且被各部分中的变质能力同化为各部分,同时生长之物在所有维度上都有所扩展。

§2.87

"Πολὺ δὲ χαλεπώτερον ἀποδοῦναι περὶ γενέσεως τῆς κατὰ φύσιν." Κατὰ φύσιν εἶπε, διότι γίνεται τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν καὶ κατὰ τύχην. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς συνιόντων φησὶ τῶν στοιχείων ὅπως ἂν τύχοιεν ἄλλοτε ἄλλα γίνεσθαι· τοῦτο γὰρ καὶ Ἀριστοτέλης ἐδήλωσεν εἰπὼν ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν. ἀλλὰ τὰ μὲν ὑπὸ τύχης γινόμενα καὶ ὑπὸ τοῦ αὐτομάτου σπάνια, τὰ δὲ ὑπὸ λόγου καὶ φύσεως ἀεὶ ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πλεῖστον· ἀεὶ γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος καὶ ἐξ ἀμπέλου ἄμπελος. εἰ γὰρ ἡ τύχη ἐπὶ τῶν σπανίων, τὰ ἄρα μὴ σπανίως ἀλλ’ ἀεὶ γινόμενα ἢ ὡς ἐπὶ τὸ πλεῖστον, οὐκ ἀπὸ τύχης ἀλλ’ ὑπὸ λόγου καὶ φύσεως γίνεται. καὶ ἄλλως εἰ ἀπαθῆ τὰ στοιχεῖα, γένεσις οὐδενὸς ἔσται, “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. τοῦτο δὲ οὐ φαίνεται οὕτως ἔχον· πόθεν γὰρ τὰ ποικίλα τῶν συνθέτων εἴδη καὶ τῶν ἐμψύχων ἡ διοργάνωσις; ἡ γὰρ μίξις μεσότητα τῶν συνελθόντων ποιεῖ μόνην, οὐ μεταβολὴν οὐσίας καὶ ὀργάνων διάπλασιν. Ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί· τί οὖν τούτου αἴτιον;3 οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ. εἰ μὴ ἡ τυχοῦσα μίξις ὀστοῦν ποιεῖ ἢ νεῦρον ἢ σάρκα ἢ ὅπερ ἔτυχεν, ἀλλ’ ἐν λόγῳ τῆς καθ’ ἕκαστον μόριον γινομένης μίξεως, τί τῆς κατὰ λόγον καὶ ἐν τάξει τινὶ γενέσεως αἴτιον; οὐ γὰρ δή γε, φησίν, ἡ γῆ, τουτέστιν ἡ τῶν στοιχείων σύνοδος· ὡς γὰρ εἶπον, κρᾶσίν τινα καὶ μεσότητα δυνάμεων συνιόντα ποιεῖ τὰ στοιχεῖα, οὐ μὴν οὐσίαν ὀστοῦ ἢ νεύρου ἢ φλεβὸς ἢ τῶν ἄλλων ὁμοιομερῶν ἢ ὀργανικῶν τινος. ἀνάγκη οὖν λόγον καὶ φύσιν αἰτιᾶσθαι τὴν τούτων ποιητικήν, ἣν ἐκεῖνος οὐκ ἀποδίδωσιν.

“而要说明关于依自然的生成则要困难得多。” 他之所以说“依自然的”,是因为有些事物也是通过技艺、通过抉择以及通过机运而生成的。因为恩培多克勒主张,诸元素无论怎样偶然地结合在一起,都会随时生成不同的事物;亚里士多德也表明了这一点,他说:“但并非如那人所说,它们无论怎样偶然结合就生成了任何事物。”然而,由于机运和自发而生成的事物是罕见的,而由于比例[规定]和自然而生成的事物则总是如此或在大多数情况下如此;因为总是从人生出人,从葡萄藤生出葡萄藤。因为如果机运涉及罕见的事物,那么并非罕见地而是总是或在大多数情况下生成的事物,就不是出自机运,而是由于比例和自然而生成的。此外,如果诸元素是不受影响的,那么就不会有任何事物的生成,“而只有混合者的混合与分离”。但这看来并非如此;因为复合事物的多样形相以及有灵魂之物的器官构造究竟从何而来?因为混合仅仅产生汇聚之物的中介状态,并不产生实体的转化和器官的塑形。“但并非如那人所说,它们无论怎样偶然结合就生成了任何事物,而是凭借某种比例。那么这的原因究竟是什么?决不是火或土。”如果不是偶然的混合产生骨、腱、肉或任何偶然的事物,而是在每个部分中发生的混合处于某种比例之中,那么按照比例并处于某种秩序之中的生成的原因究竟是什么?他说,决不是土,也就是诸元素的汇聚;因为正如我说过的,诸元素结合在一起产生的是能力的某种调和与中介状态,决不是骨、腱、静脉的实体,也不是任何其他同质部分或器官部分的实体。因此,必然要归因于产生这些事物的比例和自然,而他却没有给出这一解释。

语法注3 条
  1. 2.85τὸ γὰρ αὐτὸ πλέον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον

    引自亚里士多德原文(333a33)。斐洛波诺斯梳理其句法结构,将主语要素中的 τὸ αὐτό 归于同一的“能力”(热),将 πλέον 归于较大的“体积”(气的量)。

  2. 2.86ὅτι ἀλλοιουμένης τῆς ὕλης τῆς αὐξούσης, λέγω τῆς τροφῆς, καὶ προστιθεμένης τοῖς μορίοις καὶ ὑπὸ τῆς ἐν αὐτοῖς ἀλλοιωτικῆς δυνάμεως ἐξομοιουμένης αὐτοῖς, καὶ τοῦ αὐξομένου κατὰ πάσας τὰς διαστάσεις ἐπιδόντος

    破格句(破格语法):连词 ὅτι 之后没有接限定动词,而是接了一系列并列的独立属格结构(ἀλλοιουμένης... καὶ προστιθεμένης... καὶ ἐξομοιουμένης... καὶ ... ἐπιδόντος),起到名词性从句的作用,列举依自然生长的本质定义。

  3. 2.87εἰ μὴ ἡ τυχοῦσα μίξις ὀστοῦν ποιεῖ ἢ νεῦρον ἢ σάρκα ἢ ὅπερ ἔτυχεν, ἀλλ’ ἐν λόγῳ τῆς καθ’ ἕκαστον μόριον γινομένης μίξεως, τί τῆς κατὰ λόγον καὶ ἐν τάξει τινὶ γενέσεως αἴτιον;

    条件句的前半部分(εἰ μὴ... ποιεῖ)与后半部分(ἀλλ’ ἐν λόγῳ...)相对比,但在后一分句中省略了类似 οὔσης 或 γινομένης 的分词或动词(“如果每个部分中发生的混合处于某种比例之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:262.10-264.3