- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:260.12-262.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德文本(333a20–333a30),论证说对于像恩培多克勒那样假定元素不可转化的人而言,元素既不可能在体积上也不可能在同一能力的度量上具有可比性,而唯有在不同属能力的比例(类比)上才能被说成是可比较的。
" Εἰ μὲν οὖν κατὰ ποσόν, ἀνάγκη τὸ αὐτὸ εἶναι ὑπάρχον ἅπασι τοῖς συμβλητοῖς ᾧ μετροῦνται.1" Ὅτι κατὰ τὰ μεγέθη καὶ τοὺς ὄγκους οὐ δύνανται συμβλητὰ εἶναι δείκνυσιν. ὡμολόγηται γὰρ ἐκ τῆς αἰσθήσεως ὅτι οὐ πάντα ἐστὶ τοῖς ὄγκοις ἴσα. ὁ γὰρ ἀὴρ μείζων ἐστὶ τῆς γῆς καὶ τοῦ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεύσαντος ὕδατος, ἄδηλος δὲ καὶ ἡ τοῦ πυρὸς καὶ ἡ τοῦ ἀέρος πρὸς ἄλληλα κατὰ ποσὸν συμβολή, ἵνα μὴ λέγω ὅτι τὸ ὑπέκκαυμα περιέχον τὸν ἀέρα εὔλογον εἶναι μεῖζον τοῦ ἀέρος καὶ τῶν ἐντὸς ἁπάντων. ὥστε ἀδύνατον τοῖς ὄγκοις τὴν ἰσότητα λαμβάνειν. λέγοιντ’ ἂν οὖν ἴσα τοῖς ὄγκοις ὡς ἐξ ἴσου τοῦ ὑποκειμένου τῆς ἐφ’ ἑκάτερον γενομένης μεταβολῆς,2 ὅτι τοσοῦτον ὑποκείμενον μανούμενον μὲν ποιεῖ δεκαπλασίονα τυχὸν ἀέρα, πυκνούμενον δὲ τὸ δέκατον τούτου κατὰ τὸν ὄγκον ὕδατος· τοῦτο γὰρ αὐτῷ δηλοῖ καὶ τὸ ᾧ μετροῦνται, τουτέστι καθ’ ὃ ἴσα ἐστὶ τῷ ὑποκειμένῳ. τούτου δὲ οὕτως ἔχοντος οὐκ ἂν εἶεν ἀμετάβλητα τὰ στοιχεῖα, ὄντος αὐτοῖς κοινοῦ τοῦ ὑποκειμένου, ὃ συστελλόμενον μὲν ποιεῖ τὸ ὕδωρ, ἐκτεινόμενον δὲ τῇ μανώσει τὸν ἀέρα· τοῦτο δὲ μεταβολή ἐστι.
“因此,如果是在数量上[可比较],就必然有同一事物属于所有被比较者,以此来度量它们。” 他表明,诸元素不可能在大小和体积上是可比较的。因为凭感觉公认的是,并非所有事物在体积上都是相等的。因为气大于大地以及汇聚在大地凹陷处的水,而火与气相互之间在数量上的比较也是不明确的——更不用说包围着气的易燃层理应大于气以及内部的一切事物了。因此,不可能把相等理解为在体积上的相等。因此,它们被说成在体积上相等,或许是由于在朝向各方的转化中出自同等的基础质料,因为如此分量的基础质料在稀疏化时产生例如十倍的气,而在凝聚化时在体积上产生其十分之一分量的水;因为对于他而言,“以此来度量它们”也表明了这一点,即就基础质料而言它们是相等的依据。然而,若情况如此,诸元素就不会是不可转化的了,因为它们具有一个共同的基础质料,该质料收缩时产生水,通过稀疏化而伸展时产生气;而这就是转化。
"Εἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ ποσοῦ, ἀλλ’ ὅσον δύναται." Ἐπὶ τὴν ἐν ταῖς δυνάμεσιν ἐκ τῶν ὄγκων μετῆλθεν ἰσότητα. εἰ γὰρ μὴ κατὰ ποσόν, φησίν, ἴσα λέγοιεν, τῷ ἐξ ἴσου τινὸς ὑποκειμένου καὶ τὸ μεῖζον αὐτῶν καὶ τὸ ἔλαττον γενέσθαι, ὡς πρότερον ἐλέγομεν, λείπεται κατὰ τὰς δυνάμεις λέγειν αὐτὰ συμβλητὰ εἶναι, ὅτι ἐξισοῦνται αἱ δυνάμεις αὐτῶν κατὰ τὴν τοῦ ποσοῦ ἀναλογίαν. καὶ τέως ἡ αὐτὴ δύναμις ὑποκείσθω, ἵνα ἡ ἐν τῷ δεκαπλασίῳ τυχὸν ἀέρι θερμότης ἴση γένοιτο ἐν δεκάτῳ κατὰ τὸν ὄγκον μέρει τοῦ πυρός. τὸ δὲ μὴ ὡς ποσὸν ἐκ ποσοῦ δηλωτικόν ἐστι τοῦ μὴ ἔκ τινος ἴσου ποσοῦ μεταβάλλειν καὶ εἰς τὸ μεῖζον καὶ εἰς τὸ ἔλαττον τῇ πυκνώσει καὶ τῇ μανώσει, ἀλλὰ κατὰ δύναμιν ἡ ἰσότης εἰλήφθω. πρὶν δὲ εἰπεῖν τὰ ταύτῃ τῇ ὑποθέσει παρακολουθοῦντα ἄτοπα, μέτεισιν ἐπὶ τὴν κατ’ ἀναλογίαν ἰσότητα τῶν δυνάμεων, ἐν ᾗ λαμβάνει τὰ τῷ γένει διαφέροντα, οἷον λευκὸν καὶ θερμόν, ὁμοιότητά τινα καὶ ἀναλογίαν κατὰ τὰς δυνάμεις τῶν ποιοτήτων ἔχοντα πρὸς ἄλληλα, ἵνα λέγωμεν ὅτι ὅσον ἐστὶ τόδε τὸ πῦρ θερμὸν τοσοῦτόν ἐστι τόδε τὸ ὕδωρ λευκόν. μόνως γὰρ οὕτως συμβλητὰ λέγειν αὐτὰ δύναται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων. οὐ γὰρ μεταβάλλει τὸ λευκὸν εἰς τὸ θερμὸν ἢ ἔμπαλιν· ἀμετάβλητα γὰρ εἰς ἄλληλα τὰ ἑτερογενῆ.
“但如果不是这样作为出自数量的数量在数量上可比较,而是依其能力的大小。” 他从体积上的相等过渡到了能力上的相等。因为他说,正如我们之前所说,如果他们不说诸元素在数量上相等是由于较大者与较小者都出自某个同等的基础质料,那么剩下的就是说它们在能力上是可比较的,因为它们的能力按照数量的比例而被扯平。暂且假定是同一种能力,以便例如十倍的气中的热能够等于体积上火的十分之一部分中的热。而“不是作为出自数量的数量”这一表述表明,它们并非通过凝聚和稀疏从某种同等数量既转化为较大者又转化为较小者,而是应当把相等理解为在能力上的相等。然而,在指出伴随这一假设而来的荒谬之前,他过渡到了能力按比例的相等,在其中他采用了属上不同的事物,例如白与热,它们在性质的能力上相互具有某种相似性和比例,以便我们能说“这火有多热,这水就有多白”。因为恩培多克勒主张诸元素是不可转化的,唯有如此他才能说它们是可比较的。因为白不转化为热,反之亦然;因为不同属的事物相互之间是不可转化的。
"Τὸ δὲ ὡς τόδε σημαίνει τὸ ὅμοιον, ἐν δὲ τῷ ποσῷ τὸ ἴσον." Εἰ μὴ κατὰ ποσὸν συμβλητά ἐστι τὰ στοιχεῖα, ἀλλὰ κατὰ τὴν εἰρημένην ἀναλογίαν, κακῶς ὁ Ἐμπεδοκλῆς ἔλεγε “ταῦτα γὰρ ἶσά τε πάντα”. τὸ μὲν γὰρ ἴσον ἐν ποσότητι, τὸ δὲ ὅμοιον ἐν ποιότητι. ἔδει οὖν ὅμοια εἰπεῖν καὶ μὴ ἴσα.
“而‘犹如这般’意指相似,但在数量中意指相等。” 如果诸元素不是在数量上可比较,而是在前述的比例上可比较,那么恩培多克勒说“因为这些全部相等”就是错误的。因为“相等”是在数量中,而“相似”是在性质中。因此他本应说“相似”而不是“相等”。
"Ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλογίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων." Εἴπερ ἄρα, φησί, συμβλητὰ εἶναι λέγει τὰ στοιχεῖα ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων, ἀδύνατον αὐτὰ μέτρῳ τῶν δυνάμεων συμβλητὰ εἶναι λέγειν, οἷον ὡς τόδε τὸ ὕδωρ ψυχρὸν οὕτω φέρε καὶ ὁ δεκαπλασίων αὐτοῦ ἀήρ. τὸ γὰρ τὰ διαφέροντα κατὰ ποσὸν ἴσον δύνασθαι λέγειν ταῖς δυνάμεσι ταῖς αὐταῖς οὐκ ἔστιν αὐτὰ τηροῦντος ἀμετάβλητα,3 ὡς ἔφθημεν δείξαντες· τὸ γὰρ πλέον κατὰ τὴν αὐτὴν δύναμιν καὶ ἔλαττον οὐκ ἄλλως ἐστὶν ἢ τῷ ἐκ τῆς αὐτῆς ὕλης 〈εἶναι〉, τοῦτο δὲ ἐπιτάσει καὶ ἀνέσει τῶν δυνάμεων συμβαίνει· τοῦτο δὲ μεταβολή ἐστι. μόνως οὖν τῇ τῶν ἑτερογενῶν δυνάμεων καὶ διὰ τοῦτο μὴ μεταβαλλουσῶν εἰς ἀλλήλας ἀναλογίᾳ συμβλητὰ λέγειν Ἐμπεδοκλῆς δύναται τὰ στοιχεῖα.
“因此,如果物体是不可转化的,却不是借由比例可比较,而是借由能力的度量可比较,看来是荒谬的。” 因此他说,如果恩培多克勒在主张诸元素不可转化的同时又说它们是可比较的,那么说它们通过能力的度量是可比较的便是不可能的,例如这水如何是冷的,假定其十倍的气也就如何是冷的。因为正如我们之前所表明的,说在数量上不同的事物在相同的能力中具有相等的能力,对于坚持它们不可转化的人来说是不可能的;因为在同一能力中的较多和较少,若非由于出自同一质料便不可能存在,而这是通过能力的强化与弛缓发生的;这也就是转化。因此,恩培多克勒唯有借由不同属因而不相互转化的能力的比例,才能够说诸元素是可比较的。
- 2.81ᾧ μετροῦνται
关系代词 ᾧ 是表示手段或标准的与格,依附于先行词 τὸ αὐτό,意指“据以度量它们的尺度”。斐洛波诺斯将其训解为“在基础质料中它们相等的依据(καθ’ ὃ ἴσα ἐστὶ τῷ ὑποκειμένῳ)”。
- 2.81ὡς ἐξ ἴσου τοῦ ὑποκειμένου τῆς ἐφ’ ἑκάτερον γενομένης μεταβολῆς
由 ὡς 引导的属格独立结构(τῆς ... γενομένης μεταβολῆς),表示主观认定的理由(“由于……”)。介词短语 ἐξ ἴσου τοῦ ὑποκειμένου 修饰分词 γενομένης,意为“从同等的基础质料发生朝向各自的转化”。
- 2.84οὐκ ἔστιν αὐτὰ τηροῦντος ἀμετάβλητα
οὐκ ἔστιν(“不可能/不是……所能做的”)与现在分词单数属格 τηροῦντος 连用,表示某种立场持有者的特征(“对于坚持它们不可转化的人而言是不可能的”)。中性复数 αὐτά 是分词 τηροῦντος 的宾语,ἀμετάβλητα 作宾补。
