← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§258.33-260.11

元素能力比较的不可能性与比例说的驳斥

斐洛庞努斯论证了,只要恩培多克勒假定元素是不可转化的,元素之间无论在大小上还是在同一或相反的能力上都无法进行比较,唯有按照不同属能力的比例才能进行比较,但该学说因仅承认成对对立性质的一方而不合理,从而同样遭到驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.80#2

οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τοῖς Μετεώροις τὴν ἀναλογίαν τοῦ ὕδατος πρὸς τὸν ἀέρα ἔλαβεν ἐκ τῆς τῶν μερῶν μεταβολῆς· ἣν γάρ, φησίν, ἔχει τὸ ὕδωρ τὸ τοσόνδε ἀναλογίαν πρὸς τὸν ἀέρα τὸν ἐξ αὐτοῦ γινόμενον, ταύτην εἰκὸς καὶ τὸν ὅλον ἀέρα πρὸς τὴν ὁλότητα τοῦ ὕδατος ἔχειν.1 ὅτι μὲν οὖν οὐ δυνατόν ἐστι κατὰ μέγεθος συμβλητὰ εἶναι ἄλλως ἢ τῷ ἔχειν ἴσην τὴν ὕλην δυναμένην τὸ μέγεθος ἑκατέρου τῶν συμβλητῶν δέχεσθαι, καὶ ὅτι ἡ τοιαύτη ἀντιπαράθεσις ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς ἐξ ἀνάγκης θεωρεῖται, ἱκανῶς εἴρηται. ὥστε ἀσύμφωνον τὸ συμβλητὰ εἶναι λέγειν τὰ στοιχεῖα κατὰ μέγεθος τῷ ἀμετάβλητα φυλάττοντι αὐτά. ἐπισκεψώμεθα οὖν μὴ ἄρα κατὰ τὰς δυνάμεις οἷόν τε αὐτὰ συμβλητὰ εἶναι λέγειν,2 οἷον ὡς τὸ ξεστιαῖον πῦρ φέρε θερμόν ἐστιν, οὕτω καὶ ὁ δεκαξεστιαῖος ἀήρ, κατὰ τὴν αὐτὴν δύναμιν τῆς παραβολῆς θεωρουμένης. ἀλλ’ οὐδὲ ταύτην θεωρεῖν δυνατὸν ἀμεταβλήτων ὄντων τῶν στοιχείων· τῆς γὰρ αὐτῆς ποιότητος μία καὶ ἡ αὐτὴ 〈ἡ〉 ὑποκειμένη ὕλη. ὥστε εἰ λέγεις τὸν δεκαπλάσιον ἀέρα ἴσην ἔχειν δύναμιν τῷ δεκάτῳ μέρει τοῦ πυρός, ἀνειμένην θεωρεῖς τὴν τοῦ ἀέρος δύναμιν, τὴν δὲ τοῦ πυρὸς ἐπιτεταμένην. μιᾶς δὲ οὔσης καὶ τῆς αὐτῆς ὕλης τῆς ὑποκειμένης τήν τε ἀνειμένην δύναμιν ἐπιταθῆναι δυνατὸν καὶ τὴν ἐπιτεταμένην ἀνεθῆναι· ἀνάγκη γὰρ μιᾶς οὔσης καὶ κοινῆς ἀμφοῖν τῆς ὕλης δυνάμει ἐν αὐτῇ θεωρεῖσθαι ὅπερ ἑκάτερον. ὁ αὐτὸς δὲ πάλιν ἔσται λόγος τῆς παραθέσεως κατὰ τὰς ἐναντίας δυνάμεις λαμβανομένης, λεγόντων ἡμῶν ὡς τὸ πῦρ ξηρὸν οὕτως ὁ ἀὴρ ὑγρός, ἢ ὡς τὸ πῦρ θερμὸν οὕτω τὸ ὕδωρ ψυχρόν. ὁ γὰρ ἐναντίας εἰπὼν δυνάμεις καὶ μίαν ἀμφοῖν τὴν ὕλην, τὸ τριχῇ διαστατόν, καὶ μεταβολὴν ἀνάγκη θεωρεῖν· τὰ γὰρ ἐναντία ἀνάγκη δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἐπεὶ οὐδὲ ἐναντία λέγοιτ’ ἂν εἶναι. Εἰ τοίνυν μήτε κατὰ μέγεθος μήτε κατὰ δύναμιν ἢ τὴν αὐτὴν ἢ τὴν ἐναντίαν οἷόν τέ ἐστι παράθεσιν θεωρεῖν τῶν στοιχείων ἀμεταβλήτων αὐτῶν φυλαττομένων, ζητητέον μὴ ἄρα κατὰ τὸν τρίτον 〈τρόπον〉 δύναται ὁ Ἐμπεδοκλῆς θεωρεῖν τὴν τῶν στοιχείων σύγκρισιν, τὸν κατὰ ἀναλογίαν τῶν ἑτερογενῶν δυνάμεων, ἵνα εἴποι ὡς τόδε θερμὸν τόδε λευκόν. φησὶ δὲ ὁ Ἀριστοτέλης, ὅτι κατὰ τοῦτον μόνον τὸν τρόπον δυνατὸν αὐτῷ συμβλητὰ λέγειν τὰ στοιχεῖα ἀμετάβλητα αὐτὰ ὑποτιθεμένῳ· οὐδὲ γὰρ δυνατὸν λέγειν τὰς ἑτερογενεῖς δυνάμεις δρᾶν ἢ ὅλως μεταβάλλειν εἰς ἀλλήλας, οἷον τὴν λευκότητα εἰς γλυκύτητα. ὅσον μὲν οὖν πρὸς τὸ μὴ ἀνατρέπειν τὴν περὶ τῶν ἀμεταβλήτων στοιχείων ὑπόθεσιν ὀρθῶς ἂν ἔχοι ἡ κατὰ τοῦτον τὸν τρόπον θεωρουμένη παράθεσις, τῷ μὴ εἰσάγειν καθάπερ αἱ ἄλλαι μεταβολὴν τῶν στοιχείων· πλὴν αὐτὴ καθ’ αὑτὴν ἐξεταζομένη ἡ δόξα οὐκ ἀνέλεγκτος ὑπάρχει, εἰ μὴ τὴν ἑτέραν μόνην δύναμιν τῆς συστοιχίας θεωρήσειέ τις ἐν τοῖς στοιχείοις ὑπάρχουσαν, τὴν δὲ ἑτέραν μηκέτι, οἷον εἰ τὴν λευκότητα λέγοι ὑπάρχειν τοῖς στοιχείοις, τὴν μελανότητα δὲ μηκέτι, καὶ γλυκύτητος μὲν φαίη αὐτὰ μετέχειν, πικρότητος δὲ μηδαμῶς· οὕτω δὲ κἀπὶ θερμοῦ καὶ ψυχροῦ. πρῶτον ἀποκληρωτικὸν τοῦτο, τὸ ταύτας μὲν ὑπάρχειν, τὰς ἀντιστοίχους δὲ μηκέτι,3 ἔπειτα καὶ μάτην ἔσονται μὴ ἔχουσαι εἰς ὅ τι δράσουσιν ἢ πρὸς οὗ πείσονται. εἰ δὲ εἶεν μὲν αἱ ἐναντίαι, τὴν ἀντιπαράθεσιν δὲ φαίη κατὰ τὰς ἑτερογενεῖς θεωρεῖσθαι καὶ μόνον, ἥξουσιν οἱ προειρημένοι λόγοι. ὅπου γὰρ ἐναντιότης, ἐκεῖσε καὶ πάθος ἐξ ἀνάγκης καὶ μεταβολή· ἐπεὶ οὐκ ἂν εἴη ἐναντία τὰ μὴ μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα.

因为亚里士多德在《气象学》中也是从各部分的转化中取得水与气的比例的;因为他说,“这一分量的水对其由此产生的气所具有的比例,整个气对水的总体也很可能具有这种比例”。因此,若非通过具有能够容纳被比较者各自大小的同等质料,便不可能在大小上是可比较的,并且这种比照必然是从各部分相互转化中考察出来的,这一点已得到了充分的说明。因此,主张诸元素在大小上是可比较的,对于坚持它们是不可转化的人来说是自相矛盾的。 那么,让我们审视一下是否可以说它们在能力上是可比较的,例如,正如比方说一品脱的火是热的,十品脱的气也是如此,比照是在同一能力中被考察的。但若诸元素是不可转化的,考察这一点也是不可能的;因为对于同一性质而言,作为基础的质料是一且相同的。因此,如果你说十倍的气所具有的能力等于火的十分之一部分,你就是把气的能力视为弛缓的,而把火的能力视为强化的。但是,既然作为基础的质料是一且相同的,那么弛缓的能力能够被强化,强化的能力也能够被弛缓;因为既然质料对于二者是一且共同的,那么各元素所是的东西必然潜能地在质料中被考察。而当比照是在相反的能力中进行时,同样的论述也将再次适用,正如我们说火如何是干燥的,气也就如何是湿润的,或者火如何是热的,水也就如何是冷的。因为凡是谈论相反能力以及二者具有同一质料(即三维广延)的人,也必然考察转化;因为相反者必然相互作用并相互承受,否则它们甚至不会被称为相反者。 因此,如果在保持诸元素不可转化的情况下,既不能在大小上、也不能在同一或相反的能力上考察诸元素的比照,那么就必须探究恩培多克勒是否能够按照第三种方式来考察诸元素的比较,即按照不同属的能力的比例方式,以便说此物如何是热的彼物就如何是白的。但亚里士多德说,对于假定诸元素不可转化的他而言,唯有按照这种方式才可能说诸元素是可比较的;因为甚至不可能说不同属的能力相互作用或根本上相互转化,例如白转化为甜。因此,就其不推翻关于不可转化元素的假定而言,按这种方式考察的比照是正确的,因为它不像其他方式那样引入诸元素的转化;然而,这一意见若是就其自身加以审视,就并非不受驳斥,除非有人认为在一对对立者中只有一种能力存在于诸元素中,而另一种则不再存在,例如他说白存在于诸元素中,而黑不再存在,并且说它们分有甜,却绝不分有苦;在热与冷的情形下也是如此。首先,主张这些存在而对应的相反者不再存在,这是任意武断的;其次,如果没有它们所作用的对象或承受其作用的对象,它们的存在也将是徒劳的。但如果相反者确实存在,而他声称比照仅仅在不同属的能力之间被考察,那么前述的论证就会适用。因为凡是有相反性之处,那里也必然有承受与转化;因为不相互争战、不相互消灭的事物,就不会是相反者。

语法注3 条
  1. 2.80ἣν γάρ, φησίν, ἔχει τὸ ὕδωρ τὸ τοσόνδε ἀναλογίαν πρὸς τὸν ἀέρα τὸν ἐξ αὐτοῦ γινόμενον, ταύτην εἰκὸς καὶ τὸν ὅλον ἀέρα πρὸς τὴν ὁλότητα τοῦ ὕδατος ἔχειν.

    先行词 ἀναλογίαν 被吸收进关系从句之中(ἣν ἀναλογίαν ... ταύτην [sc. ἀναλογίαν] ἔχειν)。ταύτην 作为支配从句中不定式 ἔχειν 的直接宾语,与前置的关系从句形成复指呼应。

  2. 2.80ἐπισκεψώμεθα οὖν μὴ ἄρα κατὰ τὰς δυνάμεις οἷόν τε αὐτὰ συμβλητὰ εἶναι λέγειν

    在劝勉语气第一人称虚拟式 ἐπισκεψώμεθα 之后,μὴ ἄρα 引导一个探究性的间接疑问句(“让我们审视一下是否或许……”),提出一种暂定假设以供后续驳斥,而非表示担忧或惧怕。

  3. 2.80πρῶτον ἀποκληρωτικὸν τοῦτο, τὸ ταύτας μὲν ὑπάρχειν, τὰς ἀντιστοίχους δὲ μηκέτι

    在述语形容词 ἀποκληρωτικόν 之后,指示代词 τοῦτο 作为先行主语,带冠词的不定式短语 τὸ ... ὑπάρχειν, ... δὲ μηκέτι 作为 τοῦτο 的同位语说明其具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:258.33-260.11