- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:257.21-258.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德对恩培多克勒主张四元素不相互转化的观点的批判,论证了若不设定相互转化,就无法在大小上对诸元素进行比较与等置。
" Θαυμάσειε δ’ ἄν τις τῶν λεγόντων1 πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα." Δείξας ὅτι οὐ δύναται ἓν τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων οὔτε ὡς ἀμετάβλητον οὔτε ὡς μεταβλητικόν, δεικνυμένου τε διὰ τῶν αὐτῶν λόγων ὅτι οὐδέ τινα ἐξ αὐτῶν στοιχεῖά ἐστι τῶν λοιπῶν, ἐφεξῆς ὑπολείπεται ζητῆσαι εἰ τὰ τέσσαρα στοιχεῖά ἐστι πάντα· εἴρηται γὰρ πρὸς αὐτοῦ ἀνωτέρω, ὅτι “εἰ μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα”. ἐπειδὴ τοίνυν ἀνάγκη ταῦτα ἢ ὡς ἀμετάβλητα ἢ ὡς μεταβλητικὰ στοιχεῖα εἶναι τῶν ἄλλων, πρόκειται αὐτῷ ἐν τῷ παρόντι δεῖξαι ὅτι οὐκ ἔστιν ἀμετάβλητα, ὥστε τούτου ἐλεγχθέντος ὑπολειφθῆναι τὴν ἀληθῆ δόξαν, τὴν λέγουσαν τὰ πάντα εἶναι στοιχεῖα ὡς μεταβλητικὰ εἰς ἄλληλα. ἐπειδὴ δὲ τῆς προκειμένης εἰς ἔλεγχον δόξης Ἐμπεδοκλῆς ἐστιν ὁ προστάτης, πρὸς τοῦτον ἀποτείνεται, δεικνὺς ὅτι οὔτε γένεσιν καὶ φθορὰν τὴν κατὰ φύσιν οἷόν τε εἶναι κατ’ αὐτὸν οὔτε αὔξησιν οὔτε κίνησιν τὴν κατὰ φύσιν. πρὶν δὲ αὐτοῦ τὴν δόξαν ἐλέγξαι τὴν περὶ τῶν στοιχείων, δείκνυσιν ἀσύμφωνα αὐτὸν αὑτῷ λέγοντα· ἀμετάβλητα γὰρ αὐτὰ ὑποθέμενος εἶναι, συμβλητὰ αὐτά φησι γράφων “ταῦτα γὰρ ἶσά τε πάντα”. πρῶτον οὖν ἀποδείκνυσιν ὅτι ἀδύνατόν ἐστι τῷ Ἐμπεδοκλεῖ ἀμετάβλητα ὑποτιθεμένῳ τὰ στοιχεῖα συμβλητὰ αὐτὰ φάσκειν εἶναι. εἰ γὰρ συμβάλλοιντο ἀλλήλοις, ἤτοι κατὰ μέγεθος ἀνάγκη αὐτὰ συμβαλέσθαι ἀλλήλοις, ὡς λέγειν τὸ πῦρ ἴσον εἶναι τῷ ἀέρι, ἢ κατὰ τὴν δύναμιν καὶ ποιότητα· ποιότητα δὲ ἤτοι τὴν αὐτήν, ὡς ὅταν εἴπω ὅμοιον εἶναι τὸ πῦρ τῷ ἀέρι, διότι ὡς τὸ πῦρ θερμὸν οὕτως καὶ ὁ ἀήρ, ἤγουν κατ’ ἄλλην καὶ ἄλλην ποιότητα τῆς συγκρίσεως γινομένης παραβολῆς· καὶ κατ’ ἄλλην ἤτοι τὴν ἐναντίαν, ὡς ὅταν εἴπω ὡς τὸ πῦρ θερμὸν οὕτως τὸ ὕδωρ ψυχρόν, ἢ οὐκ ἐναντίαν ἀλλ’ ἑτέραν τῷ γένει, ὡς ὅταν εἴπω ὡς τόδε θερμὸν οὕτω τόδε λευκόν, κατὰ ἀναλογίαν τῆς παραθέσεως γινομένης. Δείκνυσιν οὖν ὅτι πρῶτον οὐ δυνατὸν κατὰ μέγεθος τὴν συμβολὴν αὐτῶν θεωρεῖν ἀμεταβλήτων ὑπαρχόντων. τὸ μὲν γὰρ οὕτως θεωρεῖν τὴν ἰσότητα αὐτῶν, ὡς τῶν ὁλοτήτων ἰσομεγεθῶν ἀλλήλαις ὑπαρχουσῶν, εὔηθες. τὰ μὲν γὰρ καὶ φαίνεται ἐναργῶς μὴ οὕτως ἔχοντα, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, εἴπερ ἐν τοῖς τῆς γῆς κοιλώμασι τὸ ὕδωρ θεωρεῖται, καὶ ἀμφοῖν ὁ ἀὴρ μείζων· τὰ δὲ ἄλλα ἀφανῆ ἔχει τὴν ἀπόδειξιν ἰσότητος, οἷον ὁ ἀὴρ καὶ τὸ πῦρ καὶ πρὸς ἑκάτερον παραβαλλόμενον τὸ ὕδωρ. οὕτως μὲν οὖν οὐ δυνατὸν ἴσα λέγειν ἀλλήλοις εἶναι τὰ στοιχεῖα. ἀλλ’ εἰ ἄρα συμβλητὰ αὐτὰ εἶναι λέγει κατὰ μέγεθος, οὕτως ἂν αὐτὰ λέγοι, ὡς ἂν μεταβάλλοντα αὐτὰ εἰς ἄλληλα τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκειμένης·2 οἷον ὡς εἰ λέγοιμεν τὸ ὅλον ὕδωρ ἴσον εἶναι τῷ ὅλῳ ἀέρι, διὰ τὸ τὴν ἴσην καὶ τὴν αὐτὴν ὕλην εἶναι ἐν ἑκατέρῳ, ἥτις δύναται ἐκτεινομένη τε ποιεῖν τὸν ἀέρα καὶ πάλιν συστελλομένη τὸ ὕδωρ. τοῦτο δὲ ἀδύνατον αὐτῷ θεωρεῖν, εἰ μὴ ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς. ἐπειδὴ γὰρ ὁρῶμεν τὸ ξεστιαῖον φέρε ὕδωρ εἰς δεκαξεστιαῖον ἀέρα μεταβάλλον, εἰ οὕτως τύχοι, φαμὲν ταύτῃ ἴσον εἶναι τῷ ξεστιαίῳ ὕδατι τὸν δεκαξεστιαῖον ἀέρα, τῷ ἐκ τῆς αὐτῆς ὕλης ἄμφω εἶναι μανουμένης τε καὶ πυκνουμένης, καὶ ταύτην κἀπὶ τῶν ὁλοτήτων σῴζεσθαι τὴν ἀναλογίαν τῆς ὑπεροχῆς, ἥτις ἐπὶ τῶν μερῶν θεωρεῖται.
“但是人们可能会对那些说物体的元素多于一个,以至于它们不能相互转化的人感到惊异。” 在证明了四个之中的一个无论作为不可转化的还是作为可转化的都不能作为其余者的元素之后,并且通过同样的论证也证明了它们之中的某些并非其余者的元素之后,接下来剩下的就是探究这四个是否全都是元素;因为他先前曾说过,“如果确实没有任何可感觉之物先于这些,那么这些就应当是全部[元素]”。因此,既然这些必然或者作为不可转化的,或者作为可转化的而成为其余者的元素,那么他眼下的任务就是证明它们不是不可转化的,以便在此说被驳斥之后,能够留下那正确的意见,即主张〔它们〕全部作为能够相互转化的事物而成为元素。由于恩培多克勒是提出待驳斥意见的首要代表,所以〔亚里士多德〕针对他展开论述,证明按照他的学说,既不可能有符合本性的生成与消灭,也不可能有符合本性的生长与运动。但在驳斥他关于诸元素的意见之前,他先指出他〔恩培多克勒〕所说的话自相矛盾;因为他假定它们是不可转化的,却又写道“因为这些全都相等”,从而说它们是可比较的。因此,他首先证明,对于假定诸元素不可转化的恩培多克勒而言,声称它们是可比较的是不可能的。因为如果它们彼此进行比较,就必然或者在大小上彼此比较,如说火等于气,或者在能力与性质上比较;而在性质上,或者在同一性质上比较,正如我说火与气相似,是因为火如何是热的,气也就如何是热的;或者在比较对照发生于不同性质之间时进行比较;而在不同性质之间,或者在相反的性质上,正如我说火如何是热的水也就如何是冷的一样,或者不是在相反性质上而是在属上不同的性质上,正如比照按照比例进行时我说此物如何是热的而彼物如何是白的一样。因此,他首先证明,当它们是不可转化的时,不可能考察它们在大小上的比较。因为如果像诸总体的体积彼此相等那样来考察它们的相等,那是愚蠢的。因为一方面,某些事物显而易见并非如此,例如地与水,假若水是在地的空穴中被看到的,并且气大于二者;而另一方面,其余事物关于相等的证明并不明显,例如气与火,以及分别与它们相比的水。因此,按这种方式是不可能说诸元素彼此相等的。但如果他确实说它们在大小上是可比较的,那么他唯有把它们说成是好像它们相互转化、且有相等的质料作为各自的基础一样;例如我们若说整体的水等于整体的气,是因为相等且同一的质料存在于各自之中,这质料在膨胀时能产生气,再次收缩时能产生水。但是,若不从各部分之间的相互转化出发,对他而言要考察这一点是不可能的。因为,既然我们看到(比方说)一品脱的水转化为十品脱的气(假定是这种情况),我们就说在这一点上十品脱的气等于一品脱的水,这是由于二者都来自同一膨胀与凝聚的质料,并且在部分上考察到的这种过剩比例,在总体上也同样得以保持。
- 2.80Θαυμάσειε δ’ ἄν τις τῶν λεγόντων
动词 θαυμάζω 在此支配表示惊异或非难对象的属格(τῶν λεγόντων)。而带有否定词 μή 的 ὥστε μὴ μεταβάλλειν 从句构成了表示结果或限定性方式(“以至于/在不……的方式下”)的结果从句。
- 2.80ὡς ἂν μεταβάλλοντα αὐτὰ εἰς ἄλληλα τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκειμένης
结构 ὡς ἄν 加上分词(μεταβάλλοντα)表示假设性或潜在性的方式(“仿佛它们相互转化一样”)。随后的 τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκειμένης 为独立属格结构,补充了各元素以同等质料为基础的条件或原因。
