← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§255.29-257.20

无限直线转化假说与元素同一的荒谬结论

针对亚里士多德从转化的无限直线假说推导所有元素将归为同一的荒谬结论(333a13),菲洛波庞指出直线转化的前提并不会导致元素具有相同对立,进而提出自己的解释,即不可逆的单向转化本身便取消了对立并使元素同一,从而为亚里士多德的推论辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.79

" Γίνονται δὲ καὶ πάντα ἕν· ἀνάγκη γὰρ ὑπάρχειν τοῖς μὲν κάτωθεν τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν." Πρόκειται μὲν αὐτῷ δεῖξαι ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ εἰς ἄπειρον ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολὴν τὸ πάντα τὰ αὐτὰ γίνεσθαι·1 πᾶσι γάρ, φησί, τοῖς κάτωθεν καὶ ἄνωθεν τοῦ Π αἱ αὐταὶ ἐναντιότητες ὑπάρχουσιν. ὅτι μὲν οὖν εἰ πάντα τὰ πρὸ τοῦ Π στοιχεῖα τὰς αὐτὰς τοῖς μετὰ τὸ Π πᾶσιν ἐναντιώσεις ἔχει, συμβαίνει πάντα τὰ αὐτὰ εἶναι, πρόδηλον. εἰ γὰρ τὰς αὐτὰς ἔχει ἐναντιώσεις πάντα τὰ ἐφ’ ἑκάτερα τοῦ Π, τὰ αὐτὰ ἀλλήλοις ἔσονται τά τε ἀπὸ τοῦ Ψ καὶ ἄνω χωροῦντα καὶ τὰ ἀπὸ τοῦ Α [τοῦ ἀέρος] μέχρι τῶν κάτω. ὥστε τὸ αὐτὸ ἔσται τὸ Α, ὅ ἐστιν ἀήρ, τῷ Ψ, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐπάνω τοῖς ὑποκάτω. οὕτως δὲ πάλιν εἰ λάβωμεν τὰ ἐφ’ ἑκάτερα τοῦ Α τῷ αὐτῷ λόγῳ τὰ αὐτὰ ὄντα ἀλλήλοις, ἔσται τὸ Π τῷ Ψ ταὐτὸν καὶ πᾶσι τοῖς ἐπάνω. οὕτως δὲ πάλιν δείξας τὰ ἐφ’ ἑκάτερα τοῦ Ψ τὰ αὐτὰ ἀλλήλοις, ταὐτὸν ἀποφαίνει τὸ πῦρ τῷ ἀέρι. ὥστε καὶ πᾶσι τοῖς μετ’ αὐτό. ἐδείχθη δὲ διὰ τῶν προλαβόντων ὅτι καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι, τὰ δὲ πρὸ τοῦ ἀέρος πάντα τοῖς μετ’ αὐτὸ πᾶσι τὰ αὐτά· ὥστε δῆλον ἐκ τούτων ὅτι καὶ τὸ πῦρ καὶ τὰ ἐφ’ ἑκάτερα τοῦ πυρὸς πάντα τὰ αὐτὰ ἀλλήλοις ἔσονται. ὅτι μὲν εἰ δῶμεν πάντα τὰ ὑπάρχοντα τοῖς ἐπάνω τὰ αὐτὰ εἶναι τοῖς ὑπάρχουσι τοῖς ὑποκάτω, συμπερανθήσεται τὸ τὰ αὐτὰ εἶναι ἀλλήλοις ἅπαντα, πρόδηλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες, οὐκέτι ἐστὶν ἀληθὲς ὡς ἑπόμενον2 τῇ ὑποθέσει τῇ λεγούσῃ ἐφεξῆς καὶ ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολήν. καὶ τοῦτο δῆλον ἐκ τῶν παρ’ αὐτοῦ προειρημένων ἐξηγουμένου τὴν ὑπόθεσιν † εἴ γε τὸ Π εἰς Ψ μεταβάλλει, φησί, κατ’ ἐναντίωσιν μεταβάλλει καθ’ ἣν οὐδὲν ἕτερον μετέβαλεν, οἷον τὴν κατὰ τὸ Φ καὶ Κ, καὶ ὑπάρξει τὸ μὲν Φ τῷ Ψ, τῷ δὲ πυρὶ καὶ τοῖς ὑποκάτω πᾶσι τὸ Κ. πάλιν δὲ τοῦ Ψ κατ’ ἄλλο μεταβάλλοντος εἰς τὰ μετ’ αὐτὸ κοινὸν μένει τὸ Φ ἐν πᾶσι τοῖς μετὰ τὸ Ψ. ὥστε πάντα τὰ μετὰ τὸ πῦρ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ἠναντίωται κατὰ τὸ Κ καὶ Φ. καὶ πάλιν τοῦ Ψ εἰς ἄλλο μεταβάλλοντος κατὰ ἄλλην ἐναντίωσιν, ἔσται πάλιν τοῖς μετὰ τὸ Ψ ἐναντίωσις πρὸς τὰ πρὸ τοῦ Ψ. δῆλον τοίνυν ἐκ τούτων ὡς οὐ ταὐτὰ ἔσται πάντα, ἀλλὰ πᾶν τοὐναντίον πάντα πρὸς πάντα ἔχειν ἐναντίωσιν. Ζητητέον οὖν πῶς τοῦτο τίθεται ὡς ἀληθὲς ὁ Ἀριστοτέλης. μήποτε οὖν ἐκ τοῦ ἀπείρους εἶναι τὰς ἐν ἑκάστῳ ἐναντιώσεις τοῦτο κατασκευάζει. εἰ γὰρ ἀπείρους λέγεις ἔχειν ἕκαστον ἐναντιώσεις, τοῦ δὲ ἀπείρου οὐκ ἔστι πλέον λαβεῖν, οὐκ ἔσται τις ἐναντίωσις ἥτις οὐχ ὑπάρξει ἑνὶ ἑκάστῳ· ὥστε ταὐτὰ πάντα ἔσονται. ἀλλ’ οὐδὲ τοῦτο ἔχει λόγον· ὁ γὰρ ἀπείρους ὑποθέμενος ἐναντιώσεις, διπλασίους τοῦ ἀπείρου ποιεῖ τὰς ποιότητας. ὥστε ἡνίκα ἂν λέγηται ἕκαστον ἀπείρους ἔχειν ἐναντιώσεις, οὐχ ὡς ἀμφότερα τὰ μέρη τῶν ἐναντιώσεων ἔχον λέγεται, ἀλλὰ τὸ ἕτερον μέρος τῆς ἐναντιώσεως καὶ μόνον. ὥστε οὐκ ἄτοπον ἐν τούτοις μὲν τὰ ἕτερα τῶν ἐναντιώσεων θεωρεῖν, ἐν δὲ τοῖς ἄλλοις θάτερα. ἄμεινον δὲ κατὰ τοῦτον τὸν τρόπον ἀκούειν τοῦ λόγου, αὐτὸ καθ’ αὑτὸ ἐξετάζοντα ἐπὶ τῆς οἰκείας φύσεως τὸ θεώρημα,3 καὶ οὐχ ὡς συνεχὲς πρὸς τὰ προειρημένα. εἰ γὰρ τὸ Π εἰς τὸ Ψ λέγεις μεταβάλλειν, τὸ δὲ Ψ μηκέτι εἰς τὸ Π ἀνακάμπτειν μηδὲ μεταβάλλειν, οὐκ ἔσται ἐναντίωσις τῷ Ψ πρὸς τὸ Π· εἰ γὰρ ἦν, καὶ μετέβαλεν ἂν τὸ Ψ εἰς τὸ Π· τὸ αὐτὸ ἄρα ἔσται. καὶ οὕτως ἐφεξῆς διεξιὼν πάντα δείξεις τὰ αὐτὰ ὄντα ἀλλήλοις. εἰ δέ τις λέγοι ὅτι αὐτὸ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμην, ἔχειν αὐτὰ πρὸς ἄλληλα ἐναντίωσιν τὸ Π καὶ Ψ, ὅτε τὸ Π ὑπεθέμην εἰς τὸ Ψ μεταβάλλον, ἐρῶ πρὸς τοῦτον ὅτι ταύτην αὐτὴν ἣν ὑπέθου ἐναντίωσιν σὺ αὐτὸς ἀναιρεῖς, λέγων μηκέτι τὸ Ψ εἰς τὸ Π μεταβάλλειν. οὕτως δὲ καθόλου τὰ ἐπάνω ὑποτιθέμενος εἰς τὰ κάτω μὴ μεταβάλλοντα ἀναιρεῖς αὐτῶν τὴν ἐναντίωσιν ἣν ὑπέθου ἐν τῇ ἑκάστου πρὸς τὸ ἐφεξῆς μεταβολῇ· ἀναιρουμένης δὲ τῆς ἐναντιώσεως, τὰ αὐτὰ πάντα ἀλλήλοις ἔσονται, ὅπερ εὐλόγως συνήγαγεν.

“而且一切事物也变成为一;因为Π以下的事物必然具有其上事物的[对立],而这些[其上的事物]则具有其下事物的[对立]。” 他的任务是证明,从主张转化沿直线进行至无限的假说出发,会导致一切事物成为相同之物;因为他说,“相同的对立属于Π之下和Π之上的所有事物。”因此,如果在Π之前的所有元素与在Π之后的所有元素具有相同的对立,那么就会得出一切都是相同之物,这是显而易见的。因为如果Π两侧的所有事物都具有相同的对立,那么从Ψ向上进行的事物与从Α[气]直到最下的事物就会彼此相同。从而,作为气的Α将与Ψ相同,简而言之,上面的一切事物将与下面的一切事物相同。这样,如果我们再根据同样的理路选取Α两侧的事物为彼此相同,那么Π就将与Ψ以及上面的一切事物相同。这样,当他再次证明Ψ两侧的事物彼此相同时,他就断言火与气相同。从而〔火〕也与它〔火〕之后的一切事物相同。而通过先前所取的论述已经证明,它也与它〔火〕之前的一切事物相同,并且气之前的一切事物都与它〔火〕之后的一切事物相同;因此由此清楚可见,火以及火两侧的所有事物都将彼此相同。如果我们承认属于上面事物的全部属性与属于下面事物的属性相同,那么一切事物彼此相同就将被结论出来,这从上述所言中是显而易见的;但是具有相同的对立这一点,作为主张转化相继且沿直线进行的假说的推论,却不再是真的了。这从他自己在阐明这一假说时先前所说的话中也是清楚的:“如果Π转化为Ψ,”他说,“它就是按照没有任何其他事物据以转化过的对立(例如按照Φ与Κ的对立)转化的,并且Φ将属于Ψ,而Κ将属于火以及其下的一切事物。”而当Ψ再次按照另一种对立转化为它之后的事物时,Φ在Ψ之后的所有事物中保持为共同的。从而,火之后的一切事物按照Κ与Φ与火之前的一切事物相对立。当Ψ再次按照另一种对立转化为另一事物时,Ψ之后的事物对于Ψ之前的事物又将具有对立。因此,由此清楚可见,并非一切事物都将相同,而是恰恰相反,一切事物相对于一切事物都具有对立。那么,必须探究亚里士多德究竟如何将此设定为真。难道他是根据每个元素中的对立是无限的这一点来建立此说的?因为如果你说每个元素都具有无限的对立,而又不可能选取多于无限的数目,那么就没有任何对立是不属于每一个单一元素的;从而一切事物都将相同。但是这也没有道理;因为假定无限对立的人,是将诸性质变成了无限的两倍。因此,无论何时说每个元素具有无限的对立,都不是说它具有对立的两个部分,而仅仅是具有对立的其中一部分。从而,在这些元素中考察对立的一方,而在其余元素中考察对立的另一方,并不是荒谬的。毋宁说,按照以下方式来理解这一论点更好,即就该定理自身的本性独立地审视它,而不是把它当作与先前所说的话相连续的。因为如果你说Π转化为Ψ,但Ψ不再回折也不再转化为Π,那么Ψ相对于Π就不会有对立;因为如果存在对立,Ψ也就会转化为Π;因此它们将是相同的。这样相继推演下去,你就会证明一切事物都彼此相同。但是,如果有人说:“当我假定Π转化为Ψ时,我一开始正是假定了这一点,即Π与Ψ彼此具有对立,”我将对他说:你自己通过说Ψ不再转化为Π,否定了你所假定的这一对立本身。这样,通过普遍地假定上面的事物不转化为下面的事物,你就否定了你在每个事物向相继事物的转化中所假定的它们的对立;而一旦对立被否定,一切事物就将彼此相同,这正是他合理地推导出的结论。

语法注3 条
  1. 2.79Πρόκειται μὲν αὐτῷ δεῖξαι ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ εἰς ἄπειρον ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολὴν τὸ πάντα τὰ αὐτὰ γίνεσθαι

    非人称动词 πρόκειται 的主语是不定词短语 δεῖξαι...,而 δεῖξαι 的直接宾语是带冠词的不定词短语 τὸ πάντα τὰ αὐτὰ γίνεσθαι。ἑπόμενον 充当该宾语的宾语补足语(secondary predicate),表示“证明……作为结果而归结出来”。

  2. 2.79ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες, οὐκέτι ἐστὶν ἀληθὲς ὡς ἑπόμενον

    整个 ὅτι 分句(ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες)前置于句首,充当与主动词 ἐστίν 及谓词形容词 ἀληθές 相连的主语,构成名词性分句主语的前置结构:“但是相同的对立属于……这一点,……是不再真实的”。

  3. 2.79αὐτὸ καθ’ αὑτὸ ἐξετάζοντα ἐπὶ τῆς οἰκείας φύσεως τὸ θεώρημα

    现在分词 ἐξετάζοντα 为阳性单数宾格,与前文不定词 ἀκούειν 未表达的泛指逻辑主语(τινά)保持一致,构成带宾格的不定词结构:“人们在自身固有本性上独立审视该定理……来理解这一论点”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:255.29-257.20