- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:254.1-255.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德333a3–8的文本,考察了关于元素若为无限则对立亦为无限、从而因无限不可通过而导致转化与生成皆不可能的论证。他还探讨了为何连相继元素之间(气到火)的转化也被断言为不可能的原因,在介绍亚历山大见解的同时提出了自己的阐释。
" Ἀλλ’ ἐκεῖνο δῆλον, ὅτι εἰ πάλιν τὸ Ψ εἰς ἄλλο, ἄλλη ἐναντιότης καὶ τῷ Ψ ὑπάρξει καὶ τῷ πυρὶ τῷ Π." Τουτέστιν εἰ προσθῶμεν ἄλλο στοιχεῖον μετὰ τὸ Ψ, οἷον τὸ Β, καὶ μεταβάλοι τὸ Ψ εἰς τὸ Β, ἄλλης δεῖ πάλιν ἐναντιώσεως, καθ’ ἣν ἡ μεταβολὴ γίνεται, παρὰ τὴν ἐν τῷ Π καὶ τῷ Ψ. ὁμοίως ἕξει καὶ ὅσα ἂν ἄλλα προσθῶμεν στοιχεῖα.
“但这很清楚:如果Ψ再次[转化]为另一种事物,那么另一种对立将既属于Ψ,也属于Π即火。” 这就是说,如果我们在Ψ之后再加上另一个元素,譬如Β,并且Ψ转化为Β,那么除了Π和Ψ之中的对立之外,又需要另一种转化据以发生的对立。无论我们再加上多少其他元素,情况都将类似。
"Ὥστε εἰ ἄπειρα, καὶ ἐναντιότητες ἄπειροι." Νῦν τὸ συναγόμενον ἄτοπον συμπεραίνεται. εἰ γὰρ κατὰ στοιχεῖον ἐναντιότης προστίθεται, ἄπειρα δὲ τὰ στοιχεῖα, ἄπειροι ἔσονται αἱ ἐναντιότητες καὶ ἐν ἑκάστῳ στοιχείῳ ἀπείρων ἐναντιώσεων τὰ ἕτερα μόρια ὑπάρξει καὶ αὐτὰ τὸν ἀριθμὸν ἄπειρα ὄντα. εἰ δὲ ἄπειροι ἐν ἑκάστῳ ὑπάρχουσιν, ὅρα τί ἕψεται. οὐδὲ γὰρ ἔσται, φησίν, οὐδὲν ὁρίσασθαι οὐδὲ γενέσθαι.1 καὶ ὅτι μὲν οὐ περιορισθήσεται τὰ ἄπειρα, πρόδηλον, οὐδὲ ὑποστήσεται· πῶς δὲ οὐδὲ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων φησί, σκεπτέον.
“因此,如果[元素]是无限的,对立也是无限的。” 现在推导出了荒谬的结论。因为如果每个元素都加上一种对立,而元素是无限的,那么对立也将是无限的,并且在每个元素中都将存在无限种对立的另一部分,而这些部分在数目上本身也是无限的。但是如果在每个元素中都存在无限的对立,请看将导致什么结果:“因为既不可能界定任何事物,也不可能有任何事物生成,”他说。无限之物既不能被界定,也不能存立,这是显而易见的;但是他如何说它们甚至不能相互生成,则必须予以考察。
"Δεήσει γάρ, εἰ ἔσται ἄλλο ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας καὶ ἔτι πλείους." Εἰ ἄπειροι, φησίν, ἐν ἑκάστῳ ἐναντιότητες, δεήσει τὸ γινόμενον τοσαύτας ὅσας ἔχει ἕκαστον (ἔχει δὲ ἀπείρους) διεξελθεῖν ἐναντιότητας. τοῦτο δὲ ἀδύνατον· τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. ἐπειδὴ δὲ εἶπε τοσαύτας, δοκεῖ δὲ τοῦτο ὡρισμένου ἀριθμοῦ εἶναι σημαντικόν, τὸ δὲ ἄπειρον παντὸς τοῦ λαμβανομένου ἀεὶ μεῖζον ἢ πλέον ἐστί, διὰ τοῦτο ὥσπερ ἀκριβολογούμενος προστέθεικε τὸ καὶ ἔτι πλείους.2 πῶς δὲ ἀνάγκη τὸ γινόμενον ἀπείρους διεξελθεῖν ἐναντιότητας, σκεπτέον. ἔνια γὰρ τῶν μέσων εἰ λάβοιμεν μεταβάλλοντα ἐφεξῆς, ἵνα φθάσῃ τὰ ἔσχατα καὶ μεταβάλῃ εἰς ταῦτα, δεήσει διὰ ἀπείρων αὐτὰ διεξελθεῖν, ἵνα μεταβάλλῃ εἰς τὸ ἔσχατον. τοῦτο δὲ ἀδύνατον. ὥστε οὐδέποτε εἰς ἐκεῖνο μεταβαλεῖ οὐδὲ ἀφίξεταί ποτε εἰς αὐτό, εἴπερ ἄπειρον τὸ μεταξὺ τοῦ μεταβάλλοντος μέχρι τοῦ ἐσχάτου διάστημα. ὥσπερ δὲ τὸ μέσον εἰς τὸ ἔσχατον οὐ μεταβάλλει διὰ τὸ μηδὲ ἀφικνεῖσθαί ποτε εἰς αὐτό, οὔτε ἄλλο τι οὐδέποτε εἰς τὸ μέσον μεταβαλεῖ, οἷον τὸ ἐν ἀρχῇ, ὅπερ οὐδὲ λαβεῖν ἔστιν (οὐκ ἔστι γὰρ ἀρχὴ τοῦ ἀπείρου), ὁμοίως οὐδὲ τοῦτο ἐπὶ τὸ μεταξὺ ὁποιονοῦν ἀφίξεται, διὰ τὸ ἄπειρον εἶναι τὸ ἐκ τοῦ μέσου ἐπὶ τὴν ἀρχὴν διάστημα. ὅτι μὲν οὖν οὐδὲν τῶν λαμβανομένων ἐν μέσῳ μεταβάλλει εἰς τὰ ἔσχατα, πρόδηλον. φησὶ δὲ αὐτὸς ὅτι οὐδὲ τὰ ἐφεξῆς ἀλλήλων μεταβάλλει εἰς ἄλληλα· ἔτι γάρ, φησίν, οὐδὲ ἐξ ἀέρος εἰς πῦρ ἔσται ἡ μεταβολή, εἰ ἄπειροι αἱ ἐναντιότητες. τοῦτο δὲ πῶς ποτέ φησιν, ζητήσεως ἄξιον. οὐ γὰρ πάσας διέξεισι τὰς ἀπείρους ἐναντιώσεις, ἵνα γένηται ἐξ ἀέρος πῦρ, ἀλλὰ κατὰ μίαν μόνην μεταβάλλων ἐναντίωσιν γίνεται τῶν λοιπῶν τῶν αὐτῶν μενουσῶν. μήποτε οὖν τῷ κοινῷ λόγῳ, διότι τὸ ἄπειρον ἀδύνατον ὑποστῆναι, διὰ τοῦτο οὐκ ἂν γένοιτό τις τῶν ἀπείρους ἐχόντων ἐναντιώσεις. ἀλλ’ ἴσως τις φαίη ὅτι ὑφεστηκότα αὐτὰ ὑποτιθέμενος σκόπει εἰ δύναται ἐξ ἀλλήλων γενέσθαι· δύναται δέ, εἴπερ κατὰ μιᾶς ἐναντιώσεως μεταβολὴν θεωρεῖται ἡ τῶν ἐφεξῆς ἐξ ἀλλήλων γένεσις. βέλτιον τοίνυν, καθάπερ φησὶν Ἀλέξανδρος, πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον.3 δείκνυσι δὲ ἐφεξῆς ὅτι πάντα τὰ στοιχεῖα τὰ αὐτὰ ἔσονται ἀλλήλοις. εἰ δὲ τὰ αὐτὰ πάντα, οὐδ’ ἂν γένοιτο ἐξ ἀλλήλων οὐδὲ ἔσται μεταβολὴ οὐδενὸς εἰς οὐδέν· οὐδὲν γὰρ γίνεται ὅπερ ἤδη ἐστίν. ἐμοὶ δοκεῖ τὸ προκείμενον οὕτως ἐκλαμβάνειν· εἰ ἐπ’ εὐθείας ἡ μεταβολὴ τῶν στοιχείων ἀπείρων ὄντων, ἐδείξαμεν δὲ ὡς ἔνια οὐ μεταβάλλει εἴς τινα τῶν μέσων, διότι δεῖ μὲν ἄπειρα διεξελθεῖν, τὸ δὲ ἄπειρον ἀδιεξίτητον· ἔστω δὴ τὸ μέσον ὁ ἀήρ. οὐδ’ ἄρα εἰς πῦρ μεταβαλεῖ· ἵνα γὰρ ἐκ τούτου ἡ μεταβολὴ καταντήσῃ, ἀπείρων δεήσει μεταβολῶν, τοῦτο δ’ ἀδύνατον. εἰ οὖν εἰς αὐτὴν φθάσαι τὴν μεταβολὴν τὴν εἰς ἀέρα ἀδύνατον, οὐδ’ ἄρα εἰς τὸ ἐφεξῆς αὐτοῦ τὸ πῦρ μεταβαλεῖ ὁ ἀήρ.
“因为,如果一物要由另一物生成,就必须通过如此多的对立,而且还要更多。” 他说,如果每个元素中的对立是无限的,那么生成的事物就必须通过每个元素所具有的那样多的对立(而每个元素具有无限多的对立)。但这是不可能的;因为无限是不可通过的。由于他说了“如此多的”,而这似乎表示一个确定的数目,但无限却总是大于或多于所选取的任何数目,因此,他仿佛为了精确起见,加上了“而且还要更多”。但是,生成的事物为何必然要通过无限的对立,必须予以考察。因为假若我们设定中间的某些事物相继转化,以便达到极限并转化为它们,那么为了转化为极限,它们就必须通过无限的事物。但这是不可能的。因此,如果从转化之物到极限之间的距离是无限的,它就绝不会转化为那个事物,也绝不会到达它。正如中间之物由于绝不能到达极限之物因而不能转化为它一样,其他任何事物(譬如始端的事物)也绝不能转化为中间之物,而始端的事物甚至是无法选取的(因为无限没有始端);同样地,由于从中间到始端的距离是无限的,这始端也绝不能到达任何中间之物。因此,在中间所选取的任何事物都不能转化为极限之物,这是显而易见的。但他自己却说,连彼此相继的事物也不能相互转化;因为他说,“此外,如果对立是无限的,甚至也不会有从气到火的转化。”但他究竟如何会这样说,是值得探讨的。因为为了由气生成火,它并不通过全部无限的对立,而是在其余对立保持相同的情况下,仅仅按照一种对立转化而生成的。难道是因为共同的道理——即由于无限不可能存立,因此具有无限对立的事物中的任何一个都无法生成?但也许有人会说:假定它们已经存立,再看它们是否能够相互生成;而如果相继之物彼此的生成是按照单一对立的转化来考察的,它们是能够生成的。因此,正如亚历山大所说,最好把这话当作是针对后文而说的。因为他在后文中证明了所有的元素都将彼此相同。如果一切都是相同的,它们甚至就无法相互生成,任何事物也不会转化为任何事物;因为没有任何事物会生成为它已经是的东西。在我看来,这样来理解当前的主题更好:如果无限的元素的转化是沿直线的,而我们已经证明了某些事物不能转化为某些中间之物,因为必须通过无限的事物,而无限是不可通过的——那么就令中间之物为气。于是它也就不能转化为火;因为为了使转化从这里到达终点,就需要无限的转化,但这是不可能的。因此,如果连到达转化为气本身都是不可能的,那么气也就不能转化为与其相继的火。
- 2.77οὐδὲ γὰρ ἔσται, φησίν, οὐδὲν ὁρίσασθαι οὐδὲ γενέσθαι
ἔσται 作非人称用法(相当于 ἔξεστιν 或 δυνατόν ἐστιν),后接不定式 ὁρίσασθαι 与 γενέσθαι,意为“不可能界定……或生成……”。
- 2.78τὸ καὶ ἔτι πλείους
中性冠词 τό 将其后引用的短语 καὶ ἔτι πλείους(“而且还要更多”)整体名词化,作动词 προστέθεικε 的直接宾语。斐洛庞奴斯在此解释亚里士多德在 τοσαύτας(“如此多的”)之后补充该短语的意图。
- 2.78πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον
在 πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον 结构中,αὐτό(这番话/这一主张)作不定式 λαβεῖν 的宾语,εἰρημένον 为其宾语补足分词(“将它理解为被言说的”)。介词短语 πρὸς τὸ ἐφεξῆς 意为“针对后文/考虑后续论述”。
