- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:252.7-253.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德332b32–333a1,阐明当火(Π)不折回而沿直线转化为新元素(Ψ)时,必须引入新的对立(Κ与Φ),并解释在该假定下,Κ必然属于导致火生成的所有先行元素(Γ、Υ、Α)这一逻辑推论。
" Εἰ γὰρ πάλιν τὸ πῦρ, ἐφ’ ᾧ τὸ Π, μεταβάλλει καὶ μὴ ἀνακάμψει, οἷον εἰς τὸ Ψ." Εἰ τὸ πῦρ, φησί, μὴ ἀνακάμψῃ, εἰς ἀέρα τυχὸν μεταβάλλον ἢ γῆν ἢ ὕδωρ, ἀλλ’ εἰς ἕτερον παρὰ ταῦτα τὸ Ψ μεταβάλλοι, ἀνάγκη πάντως παρὰ τὰς δύο ἐναντιότητας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, τρίτην ὑποτίθεσθαι, οἷον φέρε τὴν τοῦ λευκοῦ καὶ μέλανος, καθ’ ἣν τὸ Π εἰς τὸ Ψ μεταβάλλει· ἕτερον γὰρ ὑπόκειται τὸ Ψ τῶν τεσσάρων στοιχείων.
“因为假若被赋予Π标志的火再次转化且不再折回,譬如转化为Ψ。” 他说,如果火不再折回,譬如转化为气或土或水,而是转化为在这些之外的另一事物Ψ,就完全必然在冷与热、干与湿这两种对立之外,再假定第三种对立,譬如白与黑的对立,Π正是据此转化为Ψ;因为Ψ被假定为与这四个元素均不相同。
"Ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ Ψ τὸ Φ· τὸ δὴ Κ πᾶσιν ὑπάρξει τοῖς ΓΥΑΠ." Τὸ Π, φησίν, μεταβάλλον εἰς τὸ Ψ κατὰ ἐναντίωσιν τοῦ Φ καὶ Κ μεταβαλλέτω καθ’ ἣν οὐδὲν τῶν πρὸ τοῦ Π μετέβαλεν. ὥστε εἰ τῷ μὲν Ψ ὑπάρχει τὸ Φ τῷ δὲ Π τὸ Κ, τοῦτο αὐτὸ τὸ Κ, ὅπερ ὑπάρχει τῷ πυρί, ὑπάρξει καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι καὶ τῇ γῇ, διότι οὐδὲν τούτων διέφερε τοῦ πυρὸς κατὰ ταύτην τὴν ἐναντίωσιν, ἀλλὰ κατ’ ἄλλην, οἷον τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. ἐκείνῳ δὲ ἐπιστῆσαι χρὴ ὅτι τῇ μὲν Ἀριστοτέλους ὑποθέσει, λεγούσῃ κατὰ ἑκάστην ἀντίθεσιν μίαν γίνεσθαι μεταβολήν, ἕπεται τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ Π ὑπάρχειν. οὐδὲν γὰρ οὔπω κατὰ τοῦτο μετέβαλε, πρὶν τὸ Π εἰς Ψ μεταβάλλῃ. πόθεν οὖν ἐστιν ἐν τῷ πυρὶ τὸ Κ, εἰ μὴ ἐξ ἐκείνων; ὡσαύτως δὲ καὶ τοῖς μετὰ τὸ Ψ πᾶσι τὸ Φ, ἐπειδὴ οὐκέτι οὐδὲν μεταβάλλει μετὰ τὸ Ψ κατὰ ταύτην τὴν ἀντίθεσιν. εἰ μέντοι δῶμεν, καθὼς προείρηται, πλείονα γίνεσθαι στοιχεῖα μιᾶς προστεθείσης ἐναντιώσεως καὶ κατὰ μίαν ἐναντίωσιν διάφορα μεταβάλλειν, οὐκέτι ἀνάγκη τὸ Κ τῷ Π ὑπάρχον ἤδη καὶ τοῖς πρὸ αὐτοῦ πᾶσιν ὑπάρχειν. τί γάρ; ὅτι καὶ ἄλλο μετέβαλε κατὰ ταύτην τὴν ἐναντίωσιν, ὥσπερ ἔχει ἐπὶ τοῦ πυρὸς καὶ ἀέρος. ὁ γὰρ ἀὴρ μετέβαλεν κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς τὸ πῦρ. καὶ οὐκ ἐπειδὴ ἔχει αὐτὸς τὴν ὑγρότητα, ἤδη καὶ τὰ πρὸ αὐτοῦ πάντα· ἡ γὰρ γῆ ξηρά. αἰτία δὲ τούτου, διότι οὐ μόνον ἀὴρ εἰς πῦρ κατὰ ταύτην τὴν ἐναντίωσιν μετέβαλεν, ἀλλὰ καὶ ἡ γῆ εἰς ὕδωρ. ὥστε ὁ Ἀριστοτέλης, ὡς ἔφθην εἰπών, ἑπόμενος τῇ ὑποθέσει τῇ μόνον εἰς τὸ ἐφεξῆς ποιουμένῃ τὴν μεταβολήν, λαβὼν τὸ καθ’ ἕκαστον στοιχεῖον ἐναντίωσιν προστίθεσθαι, ὀρθῶς φησι τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ὑπάρχειν, εἴ γε, φησίν, εἰς αὐτὸ μεταβάλλουσιν. εἰ γὰρ ἔχει [τὸ πῦρ] τὸ Π τὸ ἕτερον τῆς κατὰ τὸ Φ καὶ Κ ἐναντιώσεως, λέγω τὸ Κ, ἀνάγκη καὶ τὰ πρὸ τοῦ πυρὸς ἔχειν τὸ Κ, εἴπερ ἐξ αὐτῶν γέγονε τὸ πῦρ καὶ μετέβαλεν ἐκεῖνα εἰς τοῦτο. εἰ γὰρ μὴ ἔχοι τὰ πρὸ τοῦ πυρὸς τὸ Κ, πόθεν ἐστὶν ἐν τῷ πυρὶ τὸ Κ; οὐδὲν γὰρ ἐκείνων κατὰ τὸ Κ διέφερε τοῦ πυρός, καθὰ προείρηται. ἀλλὰ τοῦτο, φησί, τὸ μεταβάλλειν τὰ τέσσαρα στοιχεῖα εἰς ἄλληλα ἔστω μήπω δεδειγμένον ὡς πρὸς τὴν νῦν γυμναζομένην ὑπόθεσιν, ἐπειδὴ εἰ λέγοιμεν πάντα εἰς ἄλληλα μεταβάλλειν τὰ τέσσαρα, κύκλῳ εἰσάξομεν γίνεσθαι τὴν γένεσιν, ὅπερ ἀναιρεῖ ἡ νῦν προκειμένη ὑπόθεσις, ἐπ’ εὐθείας καὶ ἐφεξῆς μόνον φάσκουσα γίνεσθαι τὴν μεταβολήν. διὸ κείσθω ὡς μήπω δεδειγμένον. εἰδέναι μέντοι χρὴ ὅτι οὗπερ δεόμεθα εἰς τὸ δεῖξαι τὸ Κ τῷ Π καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ὑπάρχον, τοῦτο οὐκ ἀναιρεῖται οὐδὲ κωλύεται ὑπὸ τῆς ὑποθέσεως τῆς λεγούσης ‘ἔστω μὴ πάντα μεταβάλλειν εἰς ἄλληλα’. ἀρκεῖ γὰρ ἡ εἰς τὸ ἐφεξῆς ἑκάστου μεταβολὴ γινομένη τῶν τεσσάρων καὶ τελευτῶσα εἰς τὸ πῦρ, δεῖξαι ὅτι1 ὑπάρχει πᾶσι τοῖς πρὸ τοῦ Π τὸ Κ, ἐξ ὧν μεταβαλλόντων ἐφεξῆς τὸ πῦρ γεγένηται· εἰ γὰρ μὴ ὑπῆρχεν αὐτοῖς τὸ Κ, οὐκ ἂν ἐγεγόνει ἐξ αὐτῶν τὸ πῦρ ἔχον τὸ Κ. ὅτι μὲν οὖν ὑπάρχει τοῖς Α Υ Γ τῆς κατὰ τὸ Κ καὶ Φ ἐναντιώσεως τὸ ἕτερον τῶν μορίων τὸ Κ, ἐντεῦθεν δείκνυται, οὐκ ἐκ τοῦ πάντα εἰς πάντα μεταβάλλειν· ὅτι δὲ τὸ Κ αὐτοῖς ὑπάρχει καὶ τὸ Φ,2 δείκνυται ἐκ τοῦ μηδὲν τῶν ἄλλων κατὰ ταύτην μεταβεβληκέναι τὴν ἀντίθεσιν πλὴν τοῦ Π Ψ. ὥστε οὐδὲν κατὰ ταύτην διέφερε τὸ Π τῶν πρὸ αὐτοῦ. κοινὸν ἄρα αὐτοῖς ὑπάρχει τὸ Κ.
“那么令Κ属于Π,Φ属于Ψ;于是Κ将属于Γ、Υ、Α、Π的一切。” 他说,令Π转化为Ψ时,按照Φ与Κ的对立转化,而在Π之前的任何事物均未按照这种对立转化过。因此,如果Φ属于Ψ而Κ属于Π,那么属于火的这同一个Κ,也将属于气、水与土,因为这些事物没有一个按照这种对立而与火不同,而是按照另一种对立,譬如热与冷、干与湿[而与火不同]。但应当留意的是,按照亚里士多德假定(即主张按照每种对偶发生一次转化),得出Κ属于Π之前的一切事物。因为在Π转化为Ψ之前,尚未有任何事物按照这种对立发生转化。那么火中的Κ若不是来自那些事物,又是从何而来的呢?同样地,Φ也属于Ψ之后的一切事物,因为在Ψ之后不再有任何事物按照这种对偶发生转化。然而,正如前文所说,如果我们承认加上一种对立会产生更多的元素,且按照一种对立会有不同的事物发生转化,那么即使Κ属于Π,也就不再必然已经属于其前的一切事物了。为什么呢?因为按照这种对立还有其他事物发生了转化,正如火与气的情形那样。因为气是按照湿与干转化为火的。并非因为它本身具有湿性,其前的一切事物也就已经[具有湿性];因为土是干的。此中原因在于,不仅气按照这种对立转化为火,而且土也转化为水。因此,正如我先前所说,亚里士多德顺应了那种使转化仅朝向相继者发生的假定,并在接受了每个元素都加上一种对立的前提下,正确地指出Κ属于火之前的一切事物——如果真如他所说,那些事物转化为火的话。因为如果Π[火]具有按照Φ与Κ的对立的其中一部分(即Κ),那么火之前的事物也必然具有Κ,只要火是由它们生成且那些事物转化为了火。因为如果火之前的事物不具有Κ,火之中的Κ又从何而来?因为正如前文所说,那些事物没有一个按照Κ而与火有所不同。但他又说,关于四元素相互转化这一点,就目前正在操练的假定而言,姑且当作尚未得到证明;因为如果我们说这四种元素全部相互转化,就会引入生成是循环发生的,而目前摆在面前的假定正否定了这一点,因为它断言转化仅仅沿直线且相继发生。因此姑且把它当作尚未得到证明的。然而应当知道,我们为了证明Κ属于Π及其前的一切事物所需要的这一点,并未被主张“假设并非所有事物都相互转化”的假定所否定或阻碍。因为四元素中每一个向着相继者的转化发生并最终止于火,就足以证明Κ属于Π之前的一切事物,火正是由相继转化的那些事物所生成的;因为如果Κ不曾属于它们,具有Κ的火就不会从它们之中生成。因此,按照Κ与Φ的对立,其一部分即Κ属于Α、Υ、Γ,是从这里证明的,而不是从一切事物转化为一切事物中证明的;而Κ属于它们而非Φ,则是从除了Π与Ψ之外没有任何其他事物按照这种对偶发生转化证明的。所以在这方面Π与它之前的事物毫无差异。于是Κ作为共同之物属于它们。
- 2.75ἀρκεῖ γὰρ ἡ εἰς τὸ ἐφεξῆς ἑκάστου μεταβολὴ γινομένη τῶν τεσσάρων καὶ τελευτῶσα εἰς τὸ πῦρ, δεῖξαι ὅτι
主语名词短语(ἡ ... μεταβολή)与不定式(δεῖξαι)在动词 ἀρκεῖ 两侧形成离隔。其句法骨干为:“四元素中每一个向着相继者发生并最终止于火的转化(ἡ ... μεταβολὴ ...),足以(ἀρκεῖ)证明(δεῖξαι)……”。
- 2.75ὅτι δὲ τὸ Κ αὐτοῖς ὑπάρχει καὶ τὸ Φ
鉴于语境中的对比(前文证明了Κ属于它们,而后文根据除Π与Ψ之外并无事物发生此对立转化的事实,旨在论证属于它们的是Κ而非Φ),καὶ τὸ Φ 在逻辑上意指“而非Φ”(语境上常作 καὶ [οὐ] τὸ Φ 理解)。译文遵循了这一论证逻辑,即确立它们具有的是Κ而不是Φ。
