- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:251.1-252.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯探讨了亚里士多德关于每增加一个元素就增加一种对立的论点中的难点,指出即便增加一种对立通常会产生更多的元素组合,但得出存在无限对立的结论依然有效;此外,亚里士多德之所以做出一对一增加对立的设定,正是顺应了对手关于元素仅沿直线转化的假定。
Ἐκεῖνο δὲ ζητήσεως ἄξιον, πῶς καθ’ ἕκαστον στοιχεῖον μία ἐναντιότης προστίθεται. ὅτι μὲν γὰρ ἀπείρων ὄντων τῶν στοιχείων ἀνάγκη καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι, πρόδηλον. εἰ γὰρ πεπερασμέναι εἶεν αἱ ἐναντιότητες, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν συμπλοκὰς καὶ συζυγίας, εἰ καὶ πολλῷ πλείους εἶεν αὐτῶν τῶν ἐναντιώσεων, πεπερασμένας ὅμως ὑπάρχειν. ὥσπερ γὰρ μεθόδῳ περιλαβεῖν δυνατὸν ἐκ δύο ἐναντιώσεων πόσαι γίνονται συζυγίαι, ὅτι τέσσαρες, οὕτως καὶ παντὸς οὑτινοσοῦν πλήθους ἐναντιώσεων ἀριθμητοῦ τε καὶ ῥητοῦ1 ὑπάρχοντος ἀνάγκη τὰς συζυγίας ἀριθμητὰς εἶναι καὶ πεπερασμένας. ὅτι δὲ εἰ ἄπειρα εἴη τὰ στοιχεῖα, οὐκ ἔσονται αἱ ἐναντιότητες πεπερασμέναι, πρόδηλον. ἀλλ’ οὐ τοῦτο ζητεῖ ὁ λόγος, ἀλλ’ εἰ καθ’ ἕκαστον στοιχεῖον προστιθέμενον καὶ ἐναντίωσις μία προστίθεται, ὅπερ οὐκέτι ἐστὶν ἀληθές. μιᾶς γὰρ ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα· δύο γὰρ οὐσῶν ἐναντιώσεων οὐ δύο μόνον ἔσονται στοιχεῖα, ἀλλὰ τέσσαρα· εἰ δὲ τρεῖς εἶεν αἱ ἐναντιώσεις, ὀκτὼ δύνανται εἶναι στοιχεῖα· καὶ οὕτως ἀεὶ μιᾶς προστιθεμένης ἐναντιώσεως πολλῷ πλείονα ἔσται τὰ στοιχεῖα. πρὸς τοῦτο τοίνυν ῥητέον, ὅτι εἰ καὶ μιᾶς ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα, οὐ κωλύεται συμπερανθῆναι τὰ προκείμενα. δεδειγμένου γὰρ τοῦ ἀπείρους εἶναι ἐναντιώσεις ἐν ἑκάστῳ ἀπείρων ὄντων τῶν στοιχείων, συμπεραίνεται ὁμοίως τὸ ἀδύνατον, εἴτε καθ’ ἑκάστην ἐναντίωσιν ἓν προστίθεται στοιχεῖον εἴτε πλείονα. τῷ γὰρ ἀπείρους εἶναι τὰς ἐναντιώσεις προσχρώμενος δείκνυσι τὸ ἀδύνατον τῆς ὑποθέσεως, καθὼς προείρηται. τὸ δὲ λέγειν καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθεσθαι ἐναντίωσιν, οὔτε ἀληθὲς οὔτε ἀναγκαῖον. οὐδὲ γὰρ ἐπειδὴ λόγου χάριν ὁ ἀὴρ εἰς πῦρ μόνον μεταβάλλει κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς ἄλλο δὲ τῶν στοιχείων οὐδέν, ἤδη ἀναγκαῖόν ἐστι τὸ μηδὲν ἄλλο κατὰ τὴν ἐναντίωσιν τοῦ ὑγροῦ καὶ ξηροῦ μεταβάλλειν· τὸ γὰρ ὕδωρ καὶ ἡ γῆ κατὰ ταῦτα μεταβάλλει. διὰ τί οὖν κατὰ στοιχεῖον μίαν ἐναντίωσιν προστίθησιν ὁ Ἀριστοτέλης; φημὶ τοίνυν ὡς ἀκολουθῶν τῇ ὑποθέσει τῶν λεγόντων ἐπ’ εὐθείας καὶ μόνον εἶναι τὴν τῶν στοιχείων μεταβολήν·2 τούτου γὰρ ὑποκειμένου ἀδύνατον κατὰ τὴν αὐτὴν ἀντίθεσιν δύο γενέσθαι μεταβολάς, ὥσπερ φέρε κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ὅ τε ἀὴρ εἰς πῦρ μεταβάλλει καὶ τὸ ὕδωρ εἰς γῆν. ἐπ’ εὐθείας οὖν καὶ μόνον ὑποκειμένης τῆς τῶν στοιχείων μεταβολῆς ἀνάγκη πᾶσα προστιθεμένου στοιχείου καὶ ἐναντίωσιν πάντως προστίθεσθαι, καθ’ ἣν τὸ προηγούμενον στοιχεῖον εἰς τὸ ἐφεξῆς μεταβάλλει. ὅτι δὲ πρὸς τὴν ὑπόθεσιν τοῦ μὴ ἀνακάμπτειν τὴν γένεσιν καὶ ὁ Ἀριστοτέλης καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθησιν ἀντίθεσιν, δῆλον ἐντεῦθεν. εἰπὼν γὰρ τὸ Π εἰς τὸ Ψ μεταβάλλει κατὰ τὴν τοῦ Κ καὶ Φ ἐναντίωσιν, τοῦ καλοῦ φέρε καὶ τοῦ φαύλου, καὶ τοῦ μὲν Κ τῷ Π καὶ τοῖς ὑπ’ αὐτὸ πᾶσιν ὑπάρχοντος, τοῦ δὲ Φ τῷ Ψ καὶ πᾶσι τοῖς μετ’ αὐτό, ὅμως τὸ Π μόνον ὑποτίθεται εἰς τὸ Ψ μεταβάλλον, τῶν δὲ ἄλλων οὐδέν. ὥστε ἀνάγκη καθ’ ἑκάστην στοιχείου προσθήκην καὶ ἐναντίωσιν πάντως προστίθεσθαι.
然而,关于每个元素如何加上一种对立,那是值得探求的。因为如果元素是无限的,对立也必然是无限的,这一点是显而易见的。因为如果对立是有限的,那么由它们所产生的组合与配对,即使远多于对立本身,也必然仍是有限的。正如人们可以通过方法把握从两种对立中产生多少种配对(即四种),同样地,只要对立的任何数量是可数的且确定的,配对就必然是可数的且有限的。如果元素是无限的,对立就不会是有限的,这一点也是显而易见的。但论证所探求的并不是这一点,而是每加上一个元素是否也加上一种对立,而这就不再是真的了。因为加上一种对立,就会产生更多的元素:如果有两种对立,就不会只有两个元素,而是四个;如果对立是三种,就可以有八个元素;这样,每加上一种对立,元素总是会多得多。那么对此应当说,即使加上一种对立会产生更多的元素,也并不妨碍得出既定的结论。因为既然已经证明了在元素无限的情况下每个元素中都有无限的对立,那么无论每种对立加上一个元素还是更多元素,荒谬的结论同样都能得出。因为正如前文所说,他是借助对立是无限的这一事实来证明该假定的不可能性。但是说每个元素都加上一种对立,这既不是真的,也不是必然的。因为即便举例来说,气只是按照湿与干转化为火,而不转化为其余任何元素,也并不由此必然得出没有其他事物按照湿与干的对立发生转化;事实上水和土就按照这些发生转化。那么亚里士多德为什么针对每个元素都加上一种对立呢?因此我认为,他是顺应了那些主张元素的变化仅沿直线发生的人的假定;因为一旦假定这一点,就不能按照同一种对偶发生两次转化,就像譬如按照湿与干的对偶气转化为火且水转化为土那样。因此,如果假定元素的变化仅沿直线发生,那么完全必然的是,随着加上一个元素,也无论如何都会加上一种对立,前一个元素正是据此转化为相继的元素的。而亚里士多德针对生成不折回的假定,也为每个元素加上一种对偶,从下述情况看也是清楚的。因为他虽然说了Π按照Κ与Φ的对立(譬如善与恶)转化为Ψ,且Κ属于Π及其下的所有事物,Φ属于Ψ及其后的所有事物,但依然假定唯独Π转化为Ψ,而其余事物均不转化。因此必然的是,每增加一个元素,无论如何都会加上一种对立。
- 2.73ἀριθμητοῦ τε καὶ ῥητοῦ
在数学和哲学语境中,ῥητός 意为“可表达的”、“确定的”或“有理的”。在此与 ἀριθμητός(“可数的”)并列,置于属格独立结构 παντὸς οὑτινοσοῦν πλήθους... ὑπάρχοντος 中,用以修饰任何有限且确定的数量,与无限相对立。
- 2.73ἀκολουθῶν τῇ ὑποθέσει τῶν λεγόντων ἐπ’ εὐθείας καὶ μόνον εἶναι τὴν τῶν στοιχείων μεταβολήν
分词 ἀκολουθῶν 在 ὡς 引出的从句中说明亚里士多德立论的依据与方式,即“顺应那些主张元素的变化仅沿直线发生的人的假定”。这表明每增加一个元素便增加一种对立并非普遍真理,而是在对手设定的纯直线生成假说内部必然推导出的归谬步骤。
