← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§249.31-250.35

元素无限转化的不可能与现实无限的后果

菲洛波诺斯注解了亚里士多德《论生成与消灭》第二卷第五章(332b30)关于元素间的相互转化不可能沿直线走向无限的引论,概述了假定无限的对立面及现实的无限所导致的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73#1

" Ὅτι δὲ εἰς ἄπειρον οὐχ οἷόν τ’ ἰέναι, ὅπερ μελλήσαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν." Δείξας ὅτι μὴ ὑποκειμένης ἐπ’ εὐθείας εἰς ἄπειρον γίνεσθαι τῆς γενέσεως1 ἀνάγκη πάντα εἰς ἄπειρα μεταβάλλειν, ἐπειδὴ καὶ πάντα δείκνυται πρὸς ἄλληλα ἔχοντα ἐναντίωσιν, νῦν αὐτὸ τοῦτο διεξέρχεται ὅτι ἀδύνατον ἐπ’ ἄπειρον γίνεσθαι τὴν μεταβολήν, αἰνιξάμενος καὶ πρότερον τὸ ἀδύνατον ἐν τῷ λέγειν “ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται”, ὥστε τούτου ἐλεγχομένου δῆλον γίνεσθαι τὰ πάντα εἰς ἄλληλα μεταβάλλειν. καὶ ἴσως ἀντερεῖ τις ὅτι κἂν εἰς ἄπειρον ὑποθώμεθα γινομένην τὴν μεταβολήν, οὐ μόνον ἐπ’ εὐθείας τῶν ἐφεξῆς ἀλλήλων ἔσται ἡ μεταβολή, ἀλλὰ καὶ τὰ πόρρω ἀλλήλων μεταβαλεῖ εἰς ἄλληλα, εἴ γε ὡς ὡμολογημένον λάβωμεν τὸ πάντα τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ἀλλ’ ἰστέον ὅτι αὐτὸ τοῦτο γυμνάζει νῦν ὅτι εἰ ἄπειρά τις ὑποθείη τὰ στοιχεῖα, ἄλλου εἰς ἄλλο μεταβάλλοντος ἐπ’ εὐθείας εἰς τοὐναντίον περιτρέπεται τὰ τῆς ὑποθέσεως, ὅτι οὐδὲν τῶν στοιχείων εἴς τι τῶν λοιπῶν μεταβαλεῖ, οὔτε τὰ πόρρω εἰς ἄλληλα οὔτε τὰ σύνεγγυς, ὥστε παντελῶς ἀδύνατον εἶναι τὴν ὑπόθεσιν. εἰ γάρ, φησίν, ὑποθώμεθα ἕν τι τῶν ἄκρων ἢ τὸ πῦρ ἢ τὴν γῆν μὴ ἀνακάμπτειν ἀνακυκλουμένην, ἀλλ’ ἐπ’ εὐθείας εἰς ἄλλο τι πέμπτον ἐφεξῆς μεταβάλλειν, ἔσται τις ἐναντίωσις καθ’ ἣν μετέβαλεν ἑτέρα οὖσα παρὰ τὰς ἄλλας καθ’ ἃς τὰ τέσσαρα μετέβαλεν ἐφεξῆς. καὶ ὑποκείσθω, φησί, τὸ πῦρ μήτε ἀνακάμπτον καὶ εἰς ἀέρα μεταβάλλον μήτε κύκλῳ εἰς γῆν, ἀλλ’ εἰς ἄλλο τι πέμπτον, οἷον ἐφ’ ᾧ τὸ Ψ. ἔσται οὖν τις ἐναντίωσις καθ’ ἣν μετέβαλλε τὸ Π εἰς τὸ Ψ. καὶ ὑποκείσθω ἡ τοῦ Φ καὶ Κ, καθ’ ἣν οὐδὲν τῶν ἄλλων τῶν Α Υ Γ μετέβαλεν, ἀλλ’ ἢ μόνον2 τὸ Π καὶ Ψ. οὐκοῦν ὑπάρξει τὸ μὲν ἕτερον τῆς ἀντιθέσεως τῷ Ψ, οἷον τὸ ἐφ’ ᾧ Φ, ὅπερ ἔστω φαῦλον, τῷ δὲ πυρὶ καὶ πᾶσι τοῖς ἄλλοις τὸ Κ, ὅπερ ὀνομαζέσθω καλόν· τοιαῦται γὰρ εἰλήφθωσαν ἐναντιότητες ὑπὸ πάντων μετεχόμεναι. οὕτως δὲ πάλιν ἐφεξῆς εἰ μεταβάλλοι τὸ Ψ εἰς ἄλλο τι, προστεθήσεται ἑτέρα ἐναντιότης· κἂν πάλιν ἐκεῖνο εἰς ἄλλο, τρίτη προστεθήσεται ἐναντιότης· κἂν ἐπ’ ἄπειρον τοῦτο γένοιτο ἐφεξῆς, ἄπειροι ἔσονται ἐναντιότητες. πρῶτον μὲν οὖν ἄτοπον τὸ ἐνεργείᾳ τὸ ἄπειρον ὑποτίθεσθαι, ἔπειτα εἰ αἱ ἐναντιότητες ἄπειροι τῶν δὲ ἐναντιοτήτων διπλασίους εἰσὶν αἱ ποιότητες (καθ’ ἑκάστην γὰρ ἐναντίωσιν δύο εἰσὶ ποιότητες), ἔσται τοῦ ἀπείρου διπλάσιον. τούτων δέ, φησίν, ὑποτεθέντων οὐδὲ ὁρίσασθαι δυνατόν τι τούτων καὶ λόγῳ περιλαβεῖν τὰ ἄπειρα, οὐδ’ ὅλως ὑποστῆναι ἢ γενέσθαι αὐτὰ ἐξ ἀλλήλων δυνατόν, ἀλλ’ ἀναιρεθήσεται παντελῶς ἡ εἰς ἄλληλα μεταβολή· ἕψεται δέ, φησί, καὶ τὸ πάντα τὰ αὐτὰ εἶναι. ἀλλ’ ὅπως μὲν τούτων ἕκαστον δείκνυται, ἐφεξῆς κατὰ τὴν λέξιν ἐπισκεψόμεθα.

“而不可能走向无限,我们先前正是打算证明这一点才来到这里的。” 在证明了倘若假定生成并非沿直线走向无限,就必然所有事物都转化为无限的事物(因为万物也被证明彼此具有对立)之后,他现在详述的正是这一点,即变化不可能走向无限;他先前在说“因为单一事物上将存在无限的对立”时就已经暗示了这种不可能性,从而当这一点被驳倒时,一切事物相互转化就变得清晰了。也许有人会反驳说,即使我们假定变化走向无限,变化也并不只会沿直线在相继的事物之间发生,而且彼此相距遥远的事物也将相互转化,只要我们把彼此具有对立的一切事物都相互转化作为公认的前提。但应当明了,他现在所考察的正是这一点:如果有人假定元素是无限的,随着一者沿直线转化为另一者,该假定的结果就会颠覆为相反的结论,即元素中没有任何一个会转化为其余的任何一个,既非相距遥远者相互转化,亦非邻近者相互转化,以至于该假定完全是不可能的。因为他说,如果我们假定两端之一(或火或土)不是循环折回,而是依次沿直线转化为第五种别的事物,那么就必定存在某种它据以转化的对立,这一对立不同于那四种物体依次据以转化的其他诸对立。他说,且假定火既不折回而转化为气,也不循环地转化为土,而是转化为第五种别的事物,例如以Ψ表示的事物。于是必定存在某种Π据以转化为Ψ的对立。且假定这是Φ与Κ的对立,除Π与Ψ之外,其余的Α、Υ、Γ没有一个据此发生转化。因此,对偶的一方(例如以Φ表示的,设它为恶)将属于Ψ,而属于火和所有其余事物的则是Κ(不妨称之为善);因为不妨取被一切事物所分有的这类对立。这样,如果Ψ再次依次转化为别的事物,就会加上另一种对立;如果那一事物又转化为另一事物,就会加上第三种对立;如果这一过程依次走向无限,就会存在无限的对立。首先,假定现实的无限是荒谬的;其次,如果对立是无限的,而性质又是对立的两倍(因为每一对立都有两种性质),那么就会存在无限的两倍。他说,一旦假定了这些,既不可能界定它们中的任何一个并用言辞概括无限的事物,它们也根本不可能持存或由彼此生成,反而相互转化将完全被取消;并且他说,也将得出一切事物都是同一的这一结论。然而关于这些观点中的每一个是如何被证明的,我们接下来将依照文句逐一考察。

语法注2 条
  1. 2.73μὴ ὑποκειμένης ἐπ’ εὐθείας εἰς ἄπειρον γίνεσθαι τῆς γενέσεως

    带有否定词 μή 的属格独立结构,具有条件从句的功能(“倘若假定生成并非沿直线走向无限”),承接前文已证明的逻辑推论。

  2. 2.73ἀλλ’ ἢ μόνον

    否定词(οὐδέν)之后的惯用表达 ἀλλ’ ἤ,意为“除了……之外(不)”。在此表示排他性限制:其余元素皆未发生转化,而仅有Π和Ψ发生转化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:249.31-250.35