← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§24.1-25.28

关于生成之解明与不可分割量度的疑难

斐洛庞诺斯梳理了前人关于生成与性质变化之区别的学说(原子论与柏拉图的平面论)所包含的疑难,并阐明为何对不可分割量度之存在的审查是探讨生成的决定性开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34

" Ἐκ τῶν αὐτῶν γὰρ κωμῳδία καὶ τραγῳδία γίνεται γραμμάτων." Παράδειγμα τῶν προειρημένων ἐστὶ τοῦτο. τὰ γὰρ αὐτὰ στοιχεῖα μεταταττόμενα τοίως ἢ τοίως τὰ πολὺ ἀλλήλων διεστῶτα, τραγῳδίαν φημὶ καὶ κωμῳδίαν, ἐργάζεται.

“因为喜剧与悲剧正是由相同的字母产生的。” 这是前述内容的一个例证。因为相同的元素[字母]在依此种或彼种方式改变秩序后,便造就了彼此相距甚远的事物,我指的是悲剧与喜剧。

§1.35

"Ἐπεὶ δὲ δοκεῖ πᾶσι σχεδὸν ἕτερον εἶναι γένεσις καὶ ἀλλοίωσις." Ἐπειδή, φησίν, οἱ πλείους (καὶ γὰρ Δημόκριτος καὶ Λεύκιππος, Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς) ἐδόξασαν γένεσιν καὶ φθορὰν κατὰ διάκρισιν εἶναι καὶ σύγκρισιν, καὶ ταύτην ἐχώρισαν τῆς ἀλλοιώσεως, ὥσπερ οἱ περὶ Δημόκριτον, περὶ τούτων διαλαβεῖν χρή· ἔχει γὰρ πολλὰς ἀπορίας ὁ λόγος. καὶ γὰρ συγκρίσει ὑποθεμένοις τὴν γένεσιν ἕψεται πολλὰ ἄτοπα· καὶ γὰρ καὶ τὰ πάθη ἀναιρήσομεν καὶ τὴν τῶν σωμάτων συνέχειαν. οἵ τε δεικνύντες λόγοι ὡς οὐκ ἐνδέχεται ἄλλως ἔχειν, εἰ μὴ συγκρίσει, τὴν γένεσιν εἶναι, οὐ ῥᾴδιοι διαλυθῆναι. ἔτι δὲ πρὸς τῷ ἰσχυροὺς καὶ δυσλύτους εἶναι τοὺς λόγους, καθ’ οὓς σύγκρισις ἡ γένεσις δοκεῖ, εἴπερ καὶ ὑποτεθῇ μὴ εἶναι σύγκρισις ἡ γένεσις, ἄδηλον μήποτε οὐκ ἔστιν ὅλως γένεσις,1 ἢ ἔστι μὲν ταὐτὸν δὲ τῇ ἀλλοιώσει. καὶ τοῦτο οὖν δυσδιάλυτον ὂν ἐξεταστέον.

“而由于在几乎所有人看来,生成与性质变化都是不同的。” 他说,由于多数人(德谟克利特与留基伯,以及阿那克萨哥拉与恩培多克勒)都认为生成与毁灭是依照分离与结合而存在的,并像德谟克利特派那样将此与性质变化区分开来,因此有必要对这些问题进行探讨;因为这一论说包含许多疑难。因为对于那些假定生成是由于结合的人来说,会随之产生许多荒谬的结果:因为我们不仅会取消被动性质,也会取消物体的连续性。另一方面,表明若非通过结合则生成不可能以其他方式存在的那些论证,也是不容易消解的。此外,除了那些据以认为生成是结合的论证既有力又难以消解之外,即使假定生成不是结合,也同样不清楚是否根本不存在生成,或者生成虽存在却与性质变化是同一的。因此,由于这也是一个难以消解的问题,所以必须加以审查。

§1.36

"Ἀρχὴ δὲ τούτων ἁπάντων." Ἀρχή, φησί, τῆς προτεθείσης ζητήσεως, τοῦ εἴτε ἐστὶ σύγκρισις ἡ γένεσις εἴτε μή, τὸ ἐξετάσαι εἰ οἷόν τέ ἐστιν ἄτομα σώματα εἶναι. εἰ μὲν γὰρ ἔστι τοιαῦτα σώματα ἄτομα καὶ ἀπαθῆ, ἀνάγκη συγκρίσει εἶναι τὴν γένεσιν· εἰ δὲ μὴ δυνατὸν ἄτομα σώματα ὑποθέσθαι, ἀναιρεθήσεται μὲν τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, οὐ μὴν εἰσάγεται τὸ ἀδύνατον οὕτως ἔχειν. ἀτόμων μὲν γὰρ ὄντων ἐξ ἀνάγκης κατὰ σύγκρισιν ἡ γένεσις, μὴ ὄντων δὲ τῶν ἀτόμων οὐ πάντως ἀνῄρηται ἡ σύγκρισις· δυνατὸν γὰρ μὴ ὄντων ἀτόμων στοιχείων κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, ὡς δηλοῖ ἡ Ἐμπεδοκλέους δόξα. μὴ ὄντων οὖν ἀτόμων σωμάτων μόνον τὸ ἐξ ἀνάγκης κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν ἀναιρεῖται, τοῦ δὲ ἐξ ἀνάγκης ἀναιρεθέντος χώραν λοιπὸν ἕξει τὸ εὐλογώτερον. ἐπειδὴ τοίνυν τῇ μὲν θέσει τῶν ἀτόμων ἕπεται τὸ κατὰ σύγκρισιν εἶναι τὴν γένεσιν, τῇ δὲ ἀναιρέσει τῶν ἀτόμων οὐκ ἀκολουθεῖ ἡ ἀναίρεσις τῆς κατὰ σύγκρισιν γενέσεως, εἰκότως πλεῖστον καὶ οὐ παντί φησι διαφέρειν πρὸς τὸ προκείμενον τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν.2

“而这一切的开端。” 他说,所提出的探究——即生成究竟是结合还是不是——的开端,就是审查是否可能存在不可分割的物体。因为如果有这类不可分割且不受动的物体,那么生成必然是通过结合而存在的;但是如果不可能假定不可分割的物体,那么“生成必然依照结合而存在”这一命题就会被取消,但这并不意味着“生成是这样存在的”在事实上是不可能的。因为在存在不可分割之物时,生成必然依照结合而存在;但在不存在不可分割之物时,结合也绝非完全被取消;因为正如恩培多克勒的观点所表明的,即使不存在不可分割的元素,生成依照结合而存在也是可能的。因此,在不存在不可分割的物体时,仅仅是生成必然依照结合而存在这一点被取消了,而在必然性被取消之后,剩下的更合理的观点便有了立足之地。既然对不可分割之物的肯定必然伴随着生成依照结合而存在,而对不可分割之物的取消却并不随之导致对依照结合之生成的取消,那么他说关于不可分割之物的审查对于当下的论题“差异极大”而非“完全决定[差异]”,就是理所当然的了。

§1.37

"Καὶ πάλιν εἰ μεγέθη, πότερον ὡς Δημόκριτος." Εἰς τὴν περὶ τῆς γενέσεως σκέψιν ἀναγκαῖον τὸ ζητῆσαι εἰ ἔστιν ἄτομα μεγέθη, καὶ εἰ τοῦτο, ἐφεξῆς ζητητέον πότερον, ὡς Δημόκριτος, σώματά ἐστιν, ἤ, ὡς Πλάτων, ἐπίπεδα. εἶθ’ ὑπομνήσας τῆς ἀτοπίας ταύτης τῆς δόξης (ἐπὶ πλέον γὰρ ἐν τῷ λόγῳ τῆς Περὶ οὐρανοῦ περὶ αὐτῆς εἴρηκεν) ἐπὶ τὸ ζητεῖν εἰ οἷόν τε εἶναι σώματα ἀδιαίρετα μεταβαίνει, ὡς ἔφασκε Δημόκριτος. φησὶ δὲ καὶ ταύτην τὴν δόξαν πολλὴν ἔχειν ἀτοπίαν, ὅμως πρὸς τὴν Πλάτωνος συγκρινομένη δόξαν πολλῷ καὶ πιθανωτέρα καὶ φυσικωτέρα τυγχάνει, εἴπερ ἡ μὲν Δημοκρίτου δύναται καὶ γένεσιν σῶσαι καὶ ἀλλοίωσιν, ἡ δὲ τὰ ἐπίπεδα ἀρχὰς σωμάτων ποιοῦσα γένεσιν μέν πως δοκεῖ σῴζειν, ποιότητα δὲ καὶ πάθος οὐδὲ τὴν ἀρχὴν ἐπιχειρεῖ γεννᾶν. καὶ τὰς αἰτίας δὲ προστίθησι, δι’ ἃς πιθανωτέρας τῶν περὶ Τίμαιον ὁ Δημόκριτος ἀρχὰς ὑπέθετο. οἱ μὲν γάρ, φησίν, ὑπὸ τῆς περὶ τὰ μαθήματα σχολῆς ἄπειροι τῶν φυσικῶν ὑπῆρχον, τῇ δὲ ‘ἀπειρίᾳ’ τὸ ‘ἐνῳκηκέναι τῇ φύσει’ ἀντέθηκεν, τουτέστι τὸ ἐν πείρᾳ αὐτῆς γεγονέναι· οἱ γὰρ περὶ Δημόκριτον ἐγγυμνασθέντες τοῖς φυσικοῖς πράγμασιν ἀρχὰς ὑπέθεντο ἐπὶ πολὺ δυναμένας σῴζειν ὁμολογίαν πρὸς τὰ φύσει γινόμενα.3 πρὸς πίστιν δὲ τῶν εἰρημένων γυμνάζει τοὺς ἑκατέρων λόγους, οἷς χρώμενοι πειρῶνται δεῖξαι ὅτι ἔστι μεγέθη ἀδιαίρετα, καὶ δείκνυσι πολλὴν οὖσαν ὑπεροχὴν τῶν Δημοκρίτου λόγων πρὸς τοὺς Πλάτωνος κατὰ τὸ πιθανόν, καὶ τῶν μὲν προφανῆ τὴν ἀτοπίαν εἶναι, τοὺς δὲ Δημοκρίτου χαλεπὴν ἔχειν τὴν λύσιν.

“再者,如果是量度,究竟是像德谟克利特那样。” 为了对生成的考察,有必要探究是否存在不可分割的量度;如果存在,接下来必须探究它们究竟是像德谟克利特所说的那样是物体,还是像柏拉图所说的那样是平面。随后,在提醒了这一观点[平面说]的荒谬性之后(因为在《论天》的论述中他已更详尽地谈论过它),他便转入探究是否可能存在不可分割的物体,正如德谟克利特所主张的那样。他说,尽管这一观点也包含许多荒谬之处,但与柏拉图的观点相比,它却碰巧远为可信且更符合自然学。因为德谟克利特的观点既能保全生成也能保全性质变化,而将平面作为物体本原的观点,虽看似在某种程度上保全了生成,却根本未曾尝试产生性质与被动状态。并且他补充说明了德谟克利特假定比蒂迈欧周围的人[柏拉图派]更具说服力的本原的原因。他说,这是因为后者由于沉湎于数学的研究,对自然事物缺乏经验;与“缺乏经验”相对立的则是“栖身于自然”,即获得了关于自然的经验;因为德谟克利特派在自然事实中锻炼了自己,假定了在很大程度上能够与按自然生成的事物保持一致的本原。为了证实所言非虚,他检验了双方在试图表明存在不可分割的量度时所运用的论证,并表明德谟克利特的论证在合理性上极大地优于柏拉图的论证,后者的荒谬显而易见,而德谟克利特的论证则难以消解。

语法注3 条
  1. 1.35ἄδηλον μήποτε οὐκ ἔστιν ὅλως γένεσις

    μήποτε 引导表达存疑或推测的间接疑问从句(“是否或许……”)。否定词 οὐκ 直接否定谓语动词 ἔστιν,整体结构表示“是否根本就不存在生成,这一点尚不清楚”。

  2. 1.36εἰκότως πλεῖστον καὶ οὐ παντί φησι διαφέρειν πρὸς τὸ προκείμενον τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν

    由 φησί 支配的“宾格加不定词”结构,其中 τὴν περὶ τῶν ἀτόμων ἐξέτασιν 为不定词的主词,διαφέρειν 为不定词。副词性宾格 πλεῖστον 与 οὐ παντί(“并非全盘决定”)的对比源自亚里士多德的原文字句(315b24–25),其根据在于逻辑上的不对称性:否定不可分物体并不等于全盘否定结合理论(如恩培多克勒即主张无原子的结合)。

  3. 1.37ἀρχὰς ὑπέθεντο ἐπὶ πολὺ δυναμένας σῴζειν ὁμολογίαν πρὸς τὰ φύσει γινόμενα

    分词短语 δυναμένας σῴζειν...(阴性宾格复数)修饰 ἀρχάς。介词短语 ἐπὶ πολύ 作副词用,意为“在很大程度上”或“大体上”,修饰 δυναμένας 或 σῴζειν,表明德谟克利特的本原在很大范围内能够与自然现象的观察保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:24.1-25.28