- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:248.26-249.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺借助任意对立性质(如黑白、干湿)论证了中间元素(如气或水)转化为其他元素时必须依循不同的对偶关系,从而确立了所有元素彼此都具有对立面并相互转化。他还引述了阿佛洛狄西亚的亚历山大关于亚里士多德究竟是证明了两端之物还是相反之物的转化的疑难与解答,并得出没有任何单一元素能作为原理的结论。
εἰ γὰρ καθ’ ὃ μεταβάλλων ὁ ἀὴρ γέγονε πῦρ, κατὰ τοῦτο καὶ εἰς ὕδωρ μεθιστάμενος μεταβάλλει, καθ’ ὃ ἄρα διαφέρει τοῦ ὕδατος, κατὰ τοῦτο καὶ τοῦ πυρὸς διαστήσεται.1 εἰ δὲ κατὰ τὸ αὐτὸ τοῦ αὐτοῦ, οἷον τοῦ ἀέρος, διοίσει τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐξ ἀνάγκης ταὐτὰ ἔσονται ἀλλήλοις τὸ ὕδωρ καὶ τὸ πῦρ, ὅπερ ἄτοπον. οὐκ ἄρα κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἰς πῦρ καὶ ὕδωρ ὁ ἀήρ. κατ’ ἄλλην ἄρα καὶ ἄλλην. καὶ ὑποκείσθω εἰς μὲν πῦρ κατὰ τὸ λευκὸν καὶ μέλαν μεταβάλλων, ὡς εἶναι μέλαν μὲν τὸ πῦρ λευκὸν δὲ τὸν ἀέρα, εἰς δὲ τὸ ὕδωρ κατὰ ἑτέραν ἀντίθεσιν τοῦ ὑγροῦ φέρε καὶ ξηροῦ, ὡς εἶναι τὸν μὲν ἀέρα ξηρὸν τὸ δὲ ὕδωρ ὑγρόν. ἀλλά, φησί, μεταβαλὼν εἰς ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν δύναται καὶ φυλάξαι τὴν λευκότητα, δύναται δὲ καὶ μεταβαλεῖν καὶ αὐτήν. καὶ ὑποκείσθω φυλάξας. ἔστω οὖν ὁ μὲν ἀὴρ λευκὸς καὶ ξηρός, τὸ δὲ ὕδωρ λευκὸν καὶ ὑγρόν. ἔσται οὖν ἐναντιότης τῷ ὕδατι καὶ πρὸς τὸ πῦρ, εἴπερ ὁ μὲν λευκὸς τὸ δὲ μέλαν κατὰ τὴν ὑπόθεσιν. ὥστε καὶ μεταβάλλουσιν εἰς ἄλληλα. προϋπόκειται γὰρ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ὁ αὐτὸς δ’ ἔστω λόγος πάλιν κἀπὶ τοῦ ὕδατος. εἰ γὰρ μεταβάλλει καὶ εἰς ἀέρα καὶ εἰς γῆν, οὐ κατὰ τὸ αὐτὸ μεταβάλλει εἰς ἑκάτερον, ἐπεὶ ἔσται τὸ αὐτὸ ἀὴρ καὶ γῆ· ὥστε κατ’ ἄλλο μὲν εἰς ἀέρα κατ’ ἄλλο δὲ εἰς γῆν. εἰς μὲν οὖν ἀέρα κατὰ ὑγρότητα καὶ ξηρότητα μεταβάλλει, εἰς δὲ γῆν λείπεται κατὰ τὸ μέλαν καὶ λευκὸν μεταβαλεῖν, εἴπερ δύο μόναι εἰσὶν ἀντιθέσεις. τοῦτο δέδοται ἐκ τοῦ ὁμολογεῖσθαι τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα· τεσσάρων γὰρ ὄντων σωμάτων ἀνάγκη δύο θεωρεῖσθαι ἀντιθέσεις. ὄντος τοίνυν τοῦ ὕδατος λευκοῦ καὶ ὑγροῦ, ὁ μὲν ἀὴρ ἔσται, καθάπερ προείρηται, λευκὸς καὶ ξηρός (διαφορὰ γὰρ τούτου πρὸς τὸ ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν), ἡ δὲ γῆ μέλαν καὶ ὑγρόν, εἴπερ κατὰ τὸ μέλαν μετέβαλεν εἰς ταύτην τὸ ὕδωρ. ἔσται οὖν ἐναντίωσις τῷ ἀέρι πρὸς γῆν, καὶ μεταβάλλει εἰς ταύτην. Ἡ μὲν οὖν τοῦ λόγου δεῖξις τοιαύτη τις. ζητεῖ δὲ ὁ Ἀλέξανδρος ὅπως ποτὲ προθέμενος δεῖξαι τὰ ἔσχατα μεταβάλλοντα εἰς ἄλληλα, τοῦτο μὲν οὐ φαίνεται δεικνύων, ὅτι δὲ τἀναντία εἰς ἄλληλα μεταβάλλει, τοῦτο μᾶλλον ἀποδείκνυσι. καί φησι· μήποτε καὶ ἐξ ἀρχῆς ἔσχατα ἐκάλει τὰ ἐναντία, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἐκ τῶν παρατεθέντων ἔδειξεν ὅτι πάντα πρὸς ἄλληλα ἔχει ἐναντιότητα·2 εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ μεταβαλεῖ πάντα εἰς ἄλληλα. ὅτι δὲ ἔδειξε τὰ ἔσχατα ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, λέγω δὲ τὴν γῆν καὶ τὸ πῦρ, πρόδηλον, εἴ γε τέθεικε τὸ μὲν πῦρ μέλαν εἶναι καὶ ξηρὸν τὴν δὲ γῆν μέλαν καὶ ὑγρόν. μεταβάλλει ἄρα ἡ γῆ εἰς πῦρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν τούτῳ τῷ λόγῳ. ἔχομεν οὖν ἐκ τῶν δεδειγμένων, ὅτι οὐ μόνον οὐδὲν τῶν μέσων ἐστὶν ἀρχή, ἀλλ’ ὅτι οὐδὲ τῶν ἄκρων· εἰ γὰρ ὁμοτίμως καὶ τὰ ἄκρα καὶ ἁπλῶς πάντα εἰς ἄλληλα μεταβάλλει, οὐδὲν μᾶλλον τόδε τι ἔσται ἀρχὴ ἢ τόδε.
因为如果气转化为火所依据的方面,也是它转移到水中时所转化的方面,那么它与水相异所依据的方面,也就将是它与火拉开距离所依据的方面。但如果火与水是依循同一方面而与同一事物(例如气)相异,那么水与火就必然彼此相同,而这是荒谬的。因此,气并不是按照相同的对偶关系转化为火和水的。所以它是按照不同的对偶关系转化的。假定它转化为火是按照白与黑,从而火是黑而气是白,而转化为水则是按照另一对偶关系(譬如湿与干),从而气是干而水是湿。但是他说,按照湿与干转化为水之后,它既能够保留白,也能够将白自身转化。且假定它保留了白。那么,设气是白且干,水是白且湿。因此,根据假定既然一者为白而另一者为黑,水对火也就将存在对立。从而它们也相互转化。因为先前已经假定,彼此具有对立面的事物相互转化。同样的论理也再次适用于水。因为如果水既转化为气又转化为土,它就不是依循同一方面转化为两者的,否则气与土就会成为同一物;因此它是依循一个方面转化为气,依循另一个方面转化为土。那么,它转化为气是按照湿性与干性,而转化为土,若确实只有两对对偶关系,便只剩下按照黑与白来转化。这是根据公认单纯物体有四种这一前提而得出的;因为有四种物体时,必然观察到两对对偶关系。因此,既然水是白且湿,气就会如前所述是白且干(因为气对水的差异是按照湿与干),而土,如果水确实是按照黑转化为土的话,便将是黑且湿。因此,气对土就将存在对立,并且转化为土。该论述的证明大致如此。然而亚历山大探究道:他明明打算证明两端之物相互转化,怎么看起来却没有证明这一点,反而毋宁证明了相反之物相互转化?亚历山大说道:也许他从一开始就把相反之物称为两端之物;再者,这也更为真实,他是根据所提出的诸前提证明了万物对彼此都具有对立面;而如果是这样,显然万物也将相互转化。至于他证明了两端之物(我指的是土和火)彼此具有对立面,这是显而易见的,只要他至少设定了火是黑且干,土是黑且湿。因此依循这个论理,土按照湿与干转化为火。所以我们从已被证明的事情中得出:不仅中间物中没有一个是原理,而且两端之物中也没有一个是原理;因为如果两端之物乃至一切事物都同等地相互转化,那么这一特定之物绝不比那一特定之物更成其为原理。
- 2.72εἰ γὰρ καθ’ ὃ μεταβάλλων ὁ ἀὴρ γέγονε πῦρ, κατὰ τοῦτο καὶ εἰς ὕδωρ μεθιστάμενος μεταβάλλει, καθ’ ὃ ἄρα διαφέρει τοῦ ὕδατος, κατὰ τοῦτο καὶ τοῦ πυρὸς διαστήσεται.
该条件句包含两重平行的相关从句(καθ’ ὃ ... κατὰ τοῦτο)。前件为“如果气转化为火所依据的方面(καθ’ ὃ),也是在转移到水时[依循该方面(κατὰ τοῦτο)]转化的”,后件与之对应:“那么它与水相异所依据的方面(καθ’ ὃ),也就将是它与火拉开距离[所依据的方面(κατὰ τοῦτο)]”。随后的句子指出了该推论的荒谬性(水与火将同一),从而构成了归谬法。
- 2.72μήποτε καὶ ἐξ ἀρχῆς ἔσχατα ἐκάλει τὰ ἐναντία, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἐκ τῶν παρατεθέντων ἔδειξεν ὅτι πάντα πρὸς ἄλληλα ἔχει ἐναντιότητα
μήποτε 在此并非引导表示恐惧的从属从句,而是作为独立句的副词性用法,表达审慎的断言或推测(“也许……”、“莫非……”)。这里并列了两种解释的可能性(ἐκάλει ... ἔδειξεν),其中后一种通过插入语 ὅπερ καὶ ἀληθέστερόν ἐστιν(“这确实更为真实”)被确立为更优的选择。
