← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§247.20-248.26

循环生成与两端元素的相互转化

针对亚里士多德在《论生成与消灭》332b12中引述的论敌观点——即为防止变化在直线上走向无限而主张两端之物不再相互转化,约安·斐罗庞努斯阐明虽然直线的无限进程被否定,但循环变化使得两端之间的相互转化成为必然,并解析了基于相互对立面的证明方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.72#1

" Τὰ δὲ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ’ εὐθείας." Τὰ ἔσχατα, φασὶν ἐκεῖνοι, οὐκέτι μεταβάλλουσιν εἰς ἄλληλα. ὡς γὰρ ἔσχατα ὄντα οὐκέτι ἔχουσι εἰς ὅ τι μεταβάλλωσιν, ἀλλὰ πάλιν ἀνακάμπτουσιν εἰς ἀέρα καὶ ὕδωρ· εἰ γάρ, φασὶν ἐκεῖνοι, τὰ ἔσχατα μὴ ἀντικάμψει ἀλλὰ μεταβάλλει πάλιν, ἐπ’ ἄπειρον ἔσται ἡ μεταβολή. δεδιότες τοίνυν τὸ ἐπ’ ἄπειρον ὑποτίθεσθαι τὴν μεταβολήν, καὶ μὴ δυνάμενοι συνιδεῖν1 ὅτι κύκλῳ ἡ γένεσις ἀποτελεῖται ἐξ οὗ ἤρξατο εἰς τοῦτο τελευτῶσα· ἐκ πυρὸς γὰρ ἀήρ, καὶ οὕτως ὕδωρ εἶτα γῆ καὶ πάλιν πῦρ τῆς μεταβολῆς ἀεὶ ἐφεξῆς γινομένης καὶ οὐκ εἰς ἄπειρα ἰούσης διὰ τὸ μὴ ἐπ’ εὐθείας γίνεσθαι ἀλλ’ ἀνακυκλεῖσθαι· ὅπερ ἐκεῖνοι, ὡς ἔφαμεν, μὴ συνεωρακότες ἐφοβήθησαν τὰ ἔσχατα ὑποθέσθαι μεταβάλλοντα εἰς ἄλληλα· μέχρι γὰρ αὐτῶν ἐνόμισαν δεῖν στῆσαι τὴν μεταβολήν, ἵνα μὴ ἐπ’ ἄπειρον γίνηται. διόπερ πρὸς αὐτοὺς ἀποτεινόμενός φησιν ὁ Ἀριστοτέλης δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ’ εὐθείας ἐφ’ ἑκάτερα· ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται. τὸ μὲν μὴ εἰς ἄπειρον, φησί, γίνεσθαι τὴν μεταβολὴν οὕτως ὡς ἐπ’ εὐθείας ἰοῦσαν, χρὴ ἀποδέχεσθαι. εἰ γὰρ καὶ ἐπ’ ἄπειρον γίνεται ἡ μεταβολή, ἀλλ’ οὐκ ἐπ’ εὐθείας, ἀλλὰ τῇ ἀντικυκλήσει τῶν αὐτῶν εἰς τὰ αὐτά· ἡ γὰρ ἐπ’ εὐθείας μέχρι τῶν ἐσχάτων ἵσταται. διὰ τοῦτο τοίνυν οὐκ ἀδύνατος ἡ εἰς ἄλληλα τῶν ἐσχάτων μεταβολή, ἀλλὰ καὶ ἀναγκαία, ἵνα κύκλος σῴζηται τῆς γενέσεως. καὶ ὅτι μὲν οὐ δυνατὸν εἰς ἄπειρον ἐπ’ εὐθείας ἰέναι τὴν μεταβολήν, ἐφεξῆς μέλλων γυμνάζειν ἀνεβάλλετο νῦν, τὸ ἑπόμενον ἄτοπον αἰνιξάμενος τὸ ἀπείρους ἐπὶ ἑνὸς ἐναντιότητας λέγειν ἀναγκάζεσθαι.2 δείκνυσι δὲ ἐφεξῆς ὅτι καὶ τὰ ἔσχατα μεταβάλλει εἰς ἄλληλα. δείκνυσι δ’ αὐτὸ ἐκ τοῦ τῷ προειρημένῳ προσχρήσασθαι, ὅτι τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα πάντα μεταβάλλει, δείκνυσι δὲ ὅτι ἕκαστον πρὸς τὰ λοιπὰ ἔχει ἐναντίωσιν, ὥστε καθόλου, ὅπερ ἐλέγομεν, δείκνυσθαι ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, οὐ μόνον τὰ μέσα ἀλλὰ καὶ τὰ ἔσχατα. καὶ ἴσως ἐπειδὴ οὐκ ἀκριβεῖς τέθεικεν ἐλέγχους τῆς προλαβούσης δόξης, τῆς ἕν τι τῶν ἄκρων ἀρχὴν ὑποτιθεμένης, διὰ τοῦτο νῦν κοινόν τινα ἐκτίθεται ἔλεγχον τοῦ μηδὲν τῶν τεσσάρων ἀρχὴν εἶναι τῶν λοιπῶν. ἐὰν γὰρ δείξῃ ὅτι πάντα ἔχει πρὸς ἄλληλα ἐναντίωσιν, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ τοῦτο, οὐκ ἔσται τι αὐτῶν ἀφωρισμένον πρῶτον οὐδὲ ἀρχή, οὐδὲ τῶν ἄκρων οὐδὲ τῶν μέσων, ἀλλὰ πάντα ὁμοίως εἰς ἄλληλα μεταβάλλει, καὶ τὰ ἄκρα καὶ τὰ ἐναντία καὶ τὰ ἐφεξῆς ἀλλήλων κείμενα. ὁ δὲ τῆς δείξεως τρόπος τοιοῦτός ἐστί τις. ὑποκείσθω, φησί, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ὧνπερ ἕκαστον δηλοῖ διὰ τοῦ στοιχείου τοῦ ἐν ἀρχῇ τοῦ ὀνόματος. εἰ οὖν λέγεις τὸν ἀέρα μέσον ὄντα μεταβάλλειν καὶ εἰς πῦρ καὶ εἰς ὕδωρ, οὐ δήπου κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἴς τε τὸ πῦρ καὶ τὸ ὕδωρ. ἔσται γὰρ οὕτως τὸ πῦρ τῷ ὕδατι ταὐτόν.

“而两端之物不再相互转化;因为[变化]必须止步,而这绝不能在直线上走向无限。” 那些人声称,两端之物不再相互转化。因为作为两端之物,它们不再有任何可以转化为的事物,而是再次折返回气和水;因为那些人主张,如果两端之物不向后折返而是再次[向前]转化,那么变化就将走向无限。因此,他们害怕假定变化走向无限,并且未能洞察到:生成是循着圆环完成的,终结于它所开始之处——因为从火产生气,照此产生水,然后是土,接着再次是火,变化始终依次发生,并且由于不是在直线上发生而是循着圆环运转,因而不走向无限之物;正如我们所说,他们由于没有洞察到这一点,遂不敢假定两端之物相互转化;因为他们认为必须在它们之处止住变化,以免变化成为无限的。因此,亚里士多德针对他们说道:“因为[变化]必须止步,而这绝不能在直线上向两个方向走向无限;因为在单个事物上将存在无限的对立。”他说,对于变化并不以在直线上行进的方式成为无限这一点,应当予以赞同。因为即使变化无限地发生,但也并非在直线上,而是通过相同之物向着相同之物的循环折返;因为直线上的[变化]止于两端之物。因此,正因为这个缘故,两端之物的相互转化不仅并非不可能,反而甚至是必然的,以便生成的圆环得以保全。至于变化不可能在直线上走向无限这一点,他打算在接下来的部分中详加探讨,因而现在予以延后,只是隐约指出了随之而来的荒谬结果,即被迫在单个事物上断言存在无限的对立。接着他证明两端之物也相互转化。他通过进一步利用前述命题来证明这一点,即凡是对彼此具有对立面的事物都转化,并且他证明每一事物对其余之物都具有对立面,从而普遍地——正如我们所说的那样——证明了万物都相互转化,不仅中间物如此,两端之物亦然。或许,由于他未曾对把两端之一假定为原理的先前意见给出精确的驳斥,正因如此,他现在提出了某种共同的驳斥,证明四者中的任何一个都不是其余之物的原理。因为如果他证明了万物对彼此都具有对立面,显然万物就相互转化。而如果是这样,它们之中就不会有任何确定的首要之物,也不会有原理,无论在两端之物中还是在中间物中都没有,而是万物同样地相互转化:两端之物、对立之物以及彼此相邻放置之物皆然。证明的方式大致如下。他说,假定有土、水、气和火,他通过各个名称开头的字母来表示它们之中的每一者。因此,如果你说气作为中间物既转化为火又转化为水,它想必不是按照相同的对立关系既转化为火又转化为水的。因为这样一来,火就会与水成为相同之物。

语法注2 条
  1. 2.72δεδιότες τοίνυν τὸ ἐπ’ ἄπειρον ὑποτίθεσθαι τὴν μεταβολήν, καὶ μὴ δυνάμενοι συνιδεῖν

    该句呈现出破格(破格句/失谐语法,anacoluthon)结构:由分词 δεδιότες 与 μὴ δυνάμενοι 引导的表示原因或状态的修饰成分展开后,经过对圆环式生成的插入性解释,在统语上被 ὅπερ ἐκεῖνοι, ὡς ἔφαμεν, μὴ συνεωρακότες ἐφοβήθησαν 重新接引并完成。引向限定动词 ἐφοβήθησαν 的逻辑主干是:他们因害怕假定变化成为无限且未能领会循环生成,因而害怕假定两端相互转化。

  2. 2.72τὸ ἑπόμενον ἄτοπον αἰνιξάμενος τὸ ἀπείρους ἐπὶ ἑνὸς ἐναντιότητας λέγειν ἀναγκάζεσθαι

    带冠词的不定词短语 τὸ ... λέγειν ἀναγκάζεσθαι 作为同位语,具体解释说明先行直接宾语 τὸ ἑπόμενον ἄτοπον(“随之而来的荒谬结果”)的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:247.20-248.26