← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§246.29-247.19

中间元素不能作为唯一原理的论驳

约翰·斐洛庞诺斯针对亚里士多德《生成与毁灭论》(332b10),考察了将气或水等中间元素视为万物原理的学说,并通过指出单选其中某一中间物缺乏依据以及存在不经过该中间物的直接转化,对该观点进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.71

" Ὅτι δ’ οὐδὲ μέσον, οἷον δοκεῖ τισιν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εἰς γῆν." Νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, ὥσπερ τινὲς ἐδόξασαν, εὔλογον νομίσαντες ἕν τι τούτων ἀρχὴν ὑποθέσθαι μᾶλλον, διότι ἑκάτερον αὐτῶν ἐφ’ ἑκάτερα καὶ εἰς ἐναντία μεταβάλλει, ὅπερ ἐστὶν ἴδιον ἀρχῆς, τὸ εἰς τὰ ἐναντία μεταβάλλειν, τῶν ἄκρων μὴ πεφυκότων κατ’ ἐκείνους ἐφ’ ἑκάτερα μεταβάλλειν.1 ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἐξετασθήσεται, νυνὶ δὲ ῥητέον ὡς εἰ τὰ ἐφ’ ἑκάτερα μεταβάλλοντα εὔλογον ἀρχὴν ὑποτίθεσθαι, οὐδὲν μᾶλλον τόδε τὸ μέσον ἢ τόδε χρὴ ὑποθέσθαι, ἀλλ’ ὁμοίως ἄμφω. πῶς οὖν ἕν τι τῶν λοιπῶν ἀρχὴν λέγουσιν εἶναι; ἔπειτα οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι, καὶ τοῦτον λέγοντες εἰς πῦρ καὶ ὕδωρ μεταβάλλειν, καὶ ταῦτα εἰς τὸν ἀέρα, καὶ διὰ τούτου εἰς ἄλληλα, τὸ δὲ πῦρ καὶ τὴν γῆν καὶ αὐτὰ ἀμέσως μὲν μὴ μεταβάλλειν εἰς ἄλληλα ἀλλὰ διὰ μέσου τοῦ ἀέρος, διὸ καὶ ἀρχὴν εἶναι, τῷ πάντα ἐξ αὐτοῦ μεταβάλλειν πρῶτον δι’ αὐτοῦ διιόντα καὶ εἰς αὐτὸν πάντα ἀναλύεσθαι,2 οἱ τοίνυν ταῦτα λέγοντες τί ἂν εἴποιεν3 περὶ τῆς τοῦ ὕδατος εἰς γῆν μεταβολῆς; αὕτη γὰρ ἀμέσως γίνεται διὰ τοῦ ἀέρος μὴ διελθοῦσα, ὅπερ ἐχρῆν γενέσθαι, εἴπερ ἀρχῆς λόγον ἐπέχει ὁ ἀὴρ πρὸς πᾶσαν μεταβολήν. ὡσαύτως δὲ καὶ πρὸς τοὺς ὕδωρ ἀρχὴν λέγοντας εἶναι ἀπορητέον περὶ τῆς ἐξ ἀέρος εἰς πῦρ καὶ ἐκ πυρὸς εἰς ἀέρα μεταβολῆς· καὶ αὗται γὰρ ἀμέσως ἔσονται μὴ διοδεύσασαι διὰ τοῦ ὕδατος. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἔξωθεν ῥητέον πρὸς τὴν ὑπόθεσιν, ἴδωμεν δὲ ἐφεξῆς ὅπως τέ φασιν τὰ ἔσχατα μὴ μεταβάλλειν εἰς ἄλληλα, καὶ ὅπως χρὴ τὸ παρ’ αὐτῶν λεγόμενον ἀνασκευάζειν.

“并且也不是任何中间物,例如在某些人看来,气既转化为火又转化为水,水既转化为气又转化为土。” 现在他着手证明,中间物中的任何一个也不会是原理,正如某些人所认为的那样,他们以为把这些中间物之一假定为原理更为合理,因为在他们看来,两端之物在本性上并不向两个方向转化,而中间物的每一方都向两个方向、即向对立面转化,而向对立面转化正是原理的特有属性。但这将在后文中予以考察,而眼下必须说的是:如果将向两个方向转化之物假定为原理是合理的,那么绝没有理由假定这个中间物而不假定那个中间物,而是应当同等地假定两者。那么他们凭什么说其余之物中的某一个是原理呢?其次,那些假定气为原理,并声称气转化为火和水,而这些又转化为气,并通过气相互转化,而火与土本身也不直接相互转化,而是通过中间的气转化——因此气也是原理,因为万物首先通过穿过气而从它转化,并且万物都分解为它——那么,主张这些观点的人对于水向土的转化会说些什么呢?因为这种转化是直接发生的,并没有经过气,而如果气确实对一切转化都充任原理的地位,那么这本应当经过气发生。同样,对于那些主张水是原理的人,也必须就从气向火以及从火向气的转化提出质疑;因为这些转化也将是直接发生的,并没有穿越过水。关于这一假定,从外部姑且谈到这里,接下来让我们看看,他们究竟如何主张两端之物不相互转化,以及应当如何驳斥他们所说的话。

语法注3 条
  1. 2.71τῶν ἄκρων μὴ πεφυκότων κατ’ ἐκείνους ἐφ’ ἑκάτερα μεταβάλλειν

    属格独立结构,在原因从句(διότι ἑκάτερον αὐτῶν...)内部作为对比性原因,将两端的性质与中间物的性质加以对照。短语 κατ’ ἐκείνους 意为“照他们(即主张中间物为原理者)看来”,表示论敌的前提而非斐洛庞诺斯本人的判断。

  2. 2.71τῷ πάντα ἐξ αὐτοῦ μεταβάλλειν πρῶτον δι’ αὐτοῦ διιόντα καὶ εἰς αὐτὸν πάντα ἀναλύεσθαι

    原因与格结构,由中性单数定冠词 τῷ 统辖不定式 μεταβάλλειν 和 ἀναλύεσθαι(“由于万物……转化……”)。πάντα 是不定式的宾格逻辑主语(中性复数),表语分词 διιόντα 亦与之保持性数格一致。

  3. 2.71ἔπειτα οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι... οἱ τοίνυν ταῦτα λέγοντες τί ἂν εἴποιεν

    属于重揽式悬空结构(anacoluthon):开头的主格分词短语 οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι 由于插入了并列分词及其统辖的若干不定式子句(καὶ τοῦτον λέγοντες... τὸ δὲ πῦρ... μὴ μεταβάλλειν...)而变得冗长,因而在主要谓语 τί ἂν εἴποιεν 之前由 οἱ τοίνυν ταῦτα λέγοντες 将主语加以概括和重新唤起。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:246.29-247.19