← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§245.11-246.28

端点元素不能作为原理的论证考察

菲洛波庞注解亚里士多德《论生成与消灭》332b7中关于两端元素(火与土)不能作为其余元素原理的论述。他探讨了亚里士多德所提出的“若火是原理则万物都将是火”这一反驳的涵义与疑难,并指出通过所有元素彼此具有相反性且相互转变这一普遍论据,可以更彻底地否定该假设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.70

" Ἐπὶ μὲν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ τὰ πάντα." Οὔτε τῶν ἄκρων, φησίν, οὔτε τῶν μέσων τι δύναται ὡς μεταβάλλον ἀρχὴ εἶναι τῶν ἄλλων. λέγει δὲ ἄκρα μὲν πῦρ καὶ γῆν, μέσα δὲ ἀέρα καὶ ὕδωρ. καὶ πρῶτον δείκνυσιν ὅτι οὐ δύναται τῶν ἄκρων τι εἶναι ἀρχή· εἰ γάρ, φησίν, ὑποθώμεθα τὸ πῦρ ἀρχὴν ἢ τὴν γῆν, ἔσται τὰ πάντα πῦρ ἢ γῆ. Καὶ ζητοῦμεν πῶς ποτε ἐκ τοῦ λέγειν ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γίνεσθαι συμπεραίνεται τὸ πάντα πῦρ εἶναι. εἰ γὰρ μεταβάλλον καὶ οὐχ ὑπομένον τὸ πῦρ ποιεῖ τὸν ἀέρα καὶ τῶν ἄλλων ἕκαστον, πῶς ἂν ἔτι δικαίως πῦρ ἂν εἴη ὁ ἀὴρ ἢ τῶν ἄλλων ἕκαστον; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι εἰ καὶ μεταβάλλει, ἀλλ’ οὐ τὴν πᾶσαν μεθίστησι φύσιν, καθάπερ κἀπὶ τῶν τεσσάρων στοιχείων φαμέν. εἰ γὰρ καὶ μεταβάλλοντα εἰς ἄλληλα καὶ κιρνώμενα ποιεῖ τὰ σύνθετα, ἀλλ’ οὐ τελείως φθείρεται, ἀλλὰ τὸ μὲν εἰλικρινὲς ἀπόλλυται, οὐ μὴν ἡ πᾶσα αὐτῶν φύσις μεθίσταται. πρὸς οὖν τὸν οὕτω φάσκοντα μεταβάλλον τὸ πῦρ ποιεῖν τἆλλα, καὶ συμπεραινόμενον ὡς1 ἔσται πάντα2 πῦρ, ῥητέον ὡς ἡνίκα μὲν σύνθετόν τι ἐκ τῶν ἁπλῶν ἀποτελεῖται, λόγον ἔχει τὸ μὴ τελέως τῆς οἰκείας μεθίστασθαι φύσεως τῆς κατὰ τὰς ποιότητας αἷς χαρακτηρίζονται τὰ ἁπλᾶ, ὅταν δὲ τὰ ἁπλᾶ ἐξ ἀλλήλων γίνηται, ἀδύνατον τοῦτο ὑποθέσθαι· ἕκαστον γὰρ τῶν ἁπλῶν ἄκρας ἔχει τὰς ποιότητας καὶ ἀκράτους καὶ οὐχὶ κεκολασμένας τῇ ἐπιμιξίᾳ τῶν ἐναντίων ὥσπερ τὰ σύνθετα. πῶς γὰρ οἷόν τέ ἐστι τὸ πῦρ ξηρὸν ὑπάρχον μεῖνάν πως ἐπὶ τῆς οἰκείας φύσεως ποιῆσαι τὸν ἀέρα ὑγρὸν ὄντα; οὐ γὰρ μέσον ὑγροῦ καὶ ξηροῦ ὁ ἀήρ, ἀλλ’ ἄκρως ὑγρόν, ὥσπερ καὶ τὸ πῦρ ἄκρως ξηρόν. ἀνάγκη ἄρα τὴν πᾶσαν φύσιν τοῦ πυρὸς μεταβάλλειν ἵνα γένηται ἀήρ, εἴπερ μὴ τἀναντία ἐν τῷ αὐτῷ ὑποθώμεθα, ὅπερ ἀδύνατον. κατὰ ταύτην μὲν οὖν τὴν ἔννοιαν οὐκ εὔλογον συμπεραίνεσθαι ὡς ὅτι πῦρ ἔσται τὰ πάντα τοῦ πυρὸς ἀρχῆς ὑποτεθέντος, φαίνεται δὲ μᾶλλον ἡ λέξις ἄλλο τι αἰνιττομένη· ὁ αὐτὸς γάρ, φησί, λόγος τῷ φάναι ἐκ πυρὸς ἢ ἐξ ἀέρος εἶναι πάντα, τουτέστι λέγοντες ἐκ πυρὸς μεταβάλλοντος τὰ πάντα γίνεσθαι πύρια πάντα ὑποτιθέμεθα διὰ τὸ ἐκ τούτου μεταβάλλοντος γίνεσθαι πάντα, ὥσπερ ἂν καὶ εἰ ἐξ ὕλης τοῦ πυρὸς ἐλέγομεν γίνεσθαι. ἀλλ’ οὐδὲ οὕτως ἄτοπόν τι ἀκολουθήσει. τί γὰρ ἄτοπον πῦρ λέγειν κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ὥσπερ καὶ ὕλην εἶναι κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ἢ τριχῇ διαστατά; καὶ ἁπλῶς εἰπεῖν, ὥσπερ οὐκ ἄτοπον τὸ φάσκειν πάντα τὰ γενητὰ τὰ αὐτὰ εἶναι κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, οὕτως οὐκ ἄτοπον, ὅσον ἐπὶ τοῖς νῦν λόγοις, τὸ πάντα πῦρ κατὰ τὴν ὕλην ὑποτιθέμενον θεωρεῖν κατὰ τὸ εἶδος μόνον τὴν διαφοράν. εἰ δὲ μὴ ἔστιν ἄτοπον τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς τὰ πάντα λέγειν, εἴπερ δύναιτο ὅλως ὕλη ὑπάρχον διαφόρους ἰδέας δέχεσθαι, δῆλον ὅτι οὐδὲ τὸ ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γεννᾶν καὶ ταύτῃ λέγειν πάντα πῦρ ἔσται ἄτοπον. ὁμοίως γάρ, φησίν, ἄτοπον τό τε τοῦ πυρὸς μεταβάλλοντος τἆλλα λέγειν γίνεσθαι καὶ τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς φάσκειν πάντα τὰ λοιπὰ γίνεσθαι. ὅσον μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις, δοκοῦσι μὴ πάνυ τὸ ἀναγκαῖον ἔχειν οἱ ἔλεγχοι.3 ἔνεστι δὲ καθόλου ἑνὶ λόγῳ, ὥσπερ καὶ αὐτὸς ἐφεξῆς προϊὼν ποιήσει, ἀνελεῖν τὸ ἓν ὁτιοῦν τῶν τεσσάρων ἀρχὴν ὑποθέσθαι τῶν λοιπῶν. εἰ γὰρ πάντα πρὸς ἄλληλα ἔχει ἐναντίωσιν, δέδεικται δὲ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλοντα εἰς ἄλληλα, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ πάντα μεταβάλλει εἰς ἄλληλα, οὐκ ἔσται τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, οὐδὲ τὸ μὲν ἀρχὴ τὸ δὲ ἐκ τῆς ἀρχῆς. πρὸς μὲν οὖν τὸ μηδὲν τῶν ἄκρων ἀρχὴν εἶναι τοσαῦτα μόνον εἰπών, ὅτι πῦρ ἔσται πάντα, ἠρκέσθη· ὅτι δὲ οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, διὰ πλειόνων κατασκευάζει.

“因此,[原理]不会在两端之中,因为万物都将是火或土。” 他说,无论两端中的任何一个,还是中间的任何一个,都不能作为可转变者成为其余者的原理。他所谓的两端是指火与土,而中间是指空气与水。首先他表明两端中的任何一个都不可能是原理;因为他说,如果我们假设火或土为原理,万物都将是火或土。于是我们探问:从主张其余者是由发生转变的火生成这一说法出发,怎么能够得出万物都是火的结论呢?因为如果火在发生转变且不持存的情况下产生空气和其余各个元素,空气或其余各个元素怎么还能正当地被称为火呢?但或许有人会说,即使它转变了,但也并未改变其整个本性,正如我们在四种元素的情形下所说的那样。因为即使它们相互转变并彼此混合产生复合物,它们也并未完全毁灭,只是纯粹之物丧失了,而它们的整个本性绝未改变。因此,对于这样主张火在转变中产生其余者并得出万物都将是火之结论的人,应当说:当某种复合物由单纯物生成时,〔它们〕不完全改变其根据规定单纯物特征的性质所特有的本性,这是合理的;但当单纯物相互生成时,做出这种假设是不可能的;因为每一个单纯物都具有极端的、未掺杂的性质,而不像复合物那样因相反者的混合而得到缓和。因为火既然是干的,怎么可能在某种程度上保持其固有的本性而产生湿的空气呢?因为空气并非湿与干的中介,而是极度湿的,正如火是极度干的一样。因此,火的整个本性必然发生转变以生成空气,除非我们假设相反者存在于同一事物中,而这是不可能的。所以,按照这种理解,在火被假设为原理时得出万物都将是火的结论是不合情理的,经文似乎宁可说是在暗示别的某种东西;因为他说,这与主张万物出自火或出自空气是同一道理,也就是说,我们主张万物是由发生转变的火生成的,从而假设万物都是由火构成的,因为万物都是由这一转变中的火生成的,正如我们说它们是由作为质料的火生成的一样。但即使这样也不会得出荒谬的结论。因为正如在底层承载者方面说万物是质料,或在底层承载者方面说万物是三维伸展的那样,在底层承载者方面说万物是火,又有何荒谬之处呢?简而言之,正如主张所有生成之物在底层承载者和质料方面是同一个并不荒谬一样,就目前的论据而言,假设万物在质料方面是火并且仅在形式方面考察其差异,也同样不是荒谬的。但如果说万物如同出自作为质料的火并不荒谬(假若火作为质料完全能够接受不同的相),显然,由发生转变的火产生其余者并以此声称万物都是火,也绝不会是荒谬的。因为他说,主张其余者是由转变的火生成的,与断言其余一切如同由作为质料的火生成的,是同样荒谬的。因此,就所说的话而言,这些反驳似乎并没有绝对的必然性。但是完全可以通过一条普遍的论据(正如他自己在接下来的论述中所做的那样)来取消将四者之中的任何一个假设为其余者的原理的做法。因为如果所有事物对彼此都具有相反性,而且已经证明具有相反性的事物相互转变,那么显然所有事物都相互转变。如果所有事物都相互转变,就不会一个是第一而另一个是第二,也不会一个是原理而另一个出自原理。因此,对于两端中的任何一个都不是原理这一点,他仅说了这么多(即万物都将是火)便感到满意了;但关于中间的任何一个也不会是原理,他是通过更多的论据来确立的。

语法注3 条
  1. 2.70πρὸς οὖν τὸν οὕτω φάσκοντα μεταβάλλον τὸ πῦρ ποιεῖν τἆλλα, καὶ συμπεραινόμενον ὡς ἔσται πάντα πῦρ, ῥητέον ὡς

    句首的介词短语 πρὸς τὸν φάσκοντα... καὶ συμπεραινόμενον(“对主张……并得出……结论的人”)从属于非人称动形容词 ῥητέον(“应当说”)。在随后的 ὡς 从句中,展开了 ἡνίκα μὲν...(“当……时”)与 ὅταν δὲ...(“而当……时”)的对比结构。

  2. 2.70ὁ αὐτὸς γάρ, φησί, λόγος τῷ φάναι ἐκ πυρὸς ἢ ἐξ ἀέρος εἶναι πάντα

    ὁ αὐτὸς λόγος 与带冠词的不定词与格短语 τῷ φάναι...(“与主张……同一”)相连,意为“与主张……是同一道理”(指涉亚里士多德原文 332b8)。此处需补出省略的动词 ἐστί。

  3. 2.70ὅσον μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις, δοκοῦσι μὴ πάνυ τὸ ἀναγκαῖον ἔχειν οἱ ἔλεγχοι

    ὅσον ἐπὶ τοῖς εἰρημένοις 采用了惯用短语 ὅσον ἐπί + 与格(“就……而言”),作为整句话的限制性状语。主语是后置的 οἱ ἔλεγχοι(“反驳”),与谓语动词 δοκοῦσι(“似乎”)及其不定词补足语 ἔχειν 相搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:245.11-246.28