← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§243.27-245.10

四元素相互转变与单一元素为原理说之辨析

承接亚里士多德关于四元素因两组相反性(热与冷、干与湿)而必然相互转变的总结,菲洛波诺斯解释了质料为何不能构成第三种元素,并展开考察了划分中的第四种情况——即某一元素在转变中作为其余者的原理——指明其逻辑上的不可能性及主张者可能采取的辩护构想。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.67

" Ὅτι μὲν τοίνυν ἀνάγκη μεταβάλλειν εἰς ἄλληλα, εἴρηται πρότερον." Ὑπομιμνήσκει τῶν πρότερον εἰρημένων, ἀναλαμβάνων τὸν λόγον ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει διὰ τὸ πάντα ἔχειν πρὸς ἄλληλα ἐναντίωσιν, καὶ ὅτι τὰ μὲν ῥᾷον μεταβάλλει ὅσα ἔχει πρὸς ἄλληλα τινὰ κοινωνίαν, τὰ δὲ βραδύτερον ὅσα μηδεμίαν ἔχει πρὸς ἄλληλα συγγένειαν, καὶ ὅτι ἀνάγκη τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα διὰ τὸ δύο εἶναι ἐναντιώσεις καθ’ ἃς μεταβάλλουσιν εἰς ἄλληλα, τήν τε τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. τῶν δὲ δύο ἐναντιώσεων συμπλεκομένων ἀλλήλαις ἓξ γίνονται συζυγίαι, ὧν αἱ μὲν δύο ἀσύστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι εἰδοποιοῦσι τὰ τέσσαρα στοιχεῖα.

“因此,它们必然相互转变,这在前面已经说过。” 他在提醒[我们]注意前面所说的话,重拾这一论述:由于所有的东西对彼此都具有相反性,因而所有的东西都相互转变;彼此具有某种共同性的东西转变较容易,而彼此毫无亲缘性的东西转变较缓慢;而且,由于它们据以相互转变的相反性有两个(即热与冷,以及干与湿),单纯物体必然有四个。而当这两个相反性彼此交织时,便产生了六种配对,其中两种不能成立,其余四种得以成立并赋予四种元素以形式。

§2.68

"Εἰ μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθ’ ἣν μεταβάλλουσιν, ἀνάγκη δύο εἶναι." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἰ μὲν μία ἐστὶν ἡ ἐναντιότης καθ’ ἣν μεταβάλλει τὰ στοιχεῖα, οἷον ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, δύο ἂν ἦν μόνα τὰ στοιχεῖα, τὸ μὲν θερμὸν τὸ δὲ ψυχρόν· ἡ γὰρ ὕλη, φησίν, οὐ ποιεῖ τρίτον τι, διότι μέση ἐστί,1 τουτέστιν ὑποκειμένη τῇ ἐναντιώσει καὶ παρὰ μέρος τὸ ἕτερον τῶν ἐναντίων δεχομένη, αὐτὴ ἀναίσθητος οὖσα καὶ ἀνείδεος καὶ καθ’ αὑτὴν μηδέποτε ὑφισταμένη.

“那么,如果它们据以转变的相反性只有一个,必然只有两个[元素]。” 他所说的是指:如果元素据以转变的相反性只有一个(例如热与冷),那么元素就只会是两个,即热与冷;因为他说,质料并不产生第三种东西,因为它处于居中地位,即作为相反性的底层承载者并轮流接受相反者的另一方,而其自身是不可感且无形式的,绝不自身独立实存。

§2.69

"Περὶ μὲν οὖν τούτων εἴρηται πρότερον. ὅτι δὲ ἐπειδὴ μεταβάλλουσιν εἰς ἄλληλα, ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν." Δείξας ὅτι οὐ δυνατὸν ἕν τι τῶν τεσσάρων ἀμετάβλητον μένον ἀρχὴν εἶναι τῶν ἄλλων, νῦν δείκνυσιν ὅτι οὐδὲ μεταβλητικὸν ὑπάρχον ἀρχῆς λόγον ἐφέξει πρὸς τὰ ἄλλα, ἵνα ᾖ δεδειγμένον ὅτι οὐδὲ ὡς ἀμετάβλητον οὐδὲ ὡς μεταβλητικὸν δυνατὸν ὑποθέσθαι ἕν τι ἀρχὴν εἶναι τῶν ἄλλων. ἔστι δὲ τὸ νῦν γυμναζόμενον τέταρτον τμῆμα τῆς ἐκτεθείσης ἐν ἀρχῇ διαιρέσεως, τὸ φάσκον ἕν τι τῶν τεσσάρων μεταβλητικὸν ὂν ἀρχὴν εἶναι τῶν ἄλλων. Ἰστέον δέ, καθάπερ καὶ πρόσθεν ἐλέγομεν, ὅτι οἱ μεταβλητικὸν τοῦτο ὑποτιθέμενοι οὐ δύνανται τὴν τῆς πρώτης καὶ ὄντως ἀρχῆς ἔννοιαν φυλάξαι· δεῖ γὰρ τὴν ἀρχὴν ἀμετάβλητον μένειν, ἐπεὶ οὐκέτ’ ἂν εἴη ἀρχή. ἔπειτα ὑπὸ τίνος μεταβάλλουσα τἄλλα ποιεῖ, οὐκ ἔστι λαβεῖν μιᾶς αὐτῆς ὑποκειμένης· τὸ γὰρ αὐτὴν ὑφ’ ἑαυτῆς λέγειν μεταβάλλειν ἀδύνατον. ἀλλ’ εἴποιεν ἂν οὕτως ἀρχὴν εἶναι ἕν τι τῶν ἄλλων, ὡς διὰ τούτου τῶν ἄλλων ὁδευόντων,2 τουτέστιν ὡς ἐκ τούτου μεταβαλλόντων πάντων καὶ εἰς τοῦτο ἀναλυομένων, οἷον ὡς εἰ λέγοιεν τὸ πῦρ τῶν ἄλλων ἀρχὴν ὡς ἂν μηδενὸς τῶν ἄλλων εἶναι δυναμένου μὴ ἐκ τούτου μεταβάλλοντος, ἀλλὰ καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς ἐκ πυρὸς γινομένων καὶ εἰς τοῦτο ἀναλυομένων, καὶ μήτε ἀέρα γίνεσθαί τι μὴ πῦρ πρῶτον γενόμενον μήτε ὕδωρ πάλιν, ὡς ἂν τούτου κατὰ τὴν τάξιν ἐν τῇ γενέσει προτεταγμένου3 καὶ τούτου πρώτου ἐκ τῆς ἀνειδέου ὕλης, εἰ οὕτως τύχοι, γινομένου καὶ τῶν ἄλλων δὲ ἐξ αὐτοῦ τε γινομένων καὶ εἰς αὐτὸ ἀναλυομένων. ἡ μὲν οὖν ὑπόθεσις τοιαύτη τις εἶναι δύναται, ἴδωμεν δὲ ὅπως πρὸς ταύτην ἀπαντᾷ ὁ Ἀριστοτέλης.

“关于这些事情,在前面已经说过了;但是,既然它们相互转变,它们中的某一个不可能作为原理[这一点在下面表明]。” 在表明了四者之中的任何一个在保持不变的情况下不可能成为其余者的原理之后,他现在表明,即使它作为可转变者存在,它对于其余者也不能保持原理的定义,从而证明无论作为不变者还是作为可转变者,都不可能假设任何单一的元素是其余者的原理。而现在所探讨的,是在最初提出的划分中的第四部分,即主张四者之中的某一个作为可转变者是其余者的原理的部分。但必须知道,正如我们在前面也说过的那样,那些假设这个[原理]是可转变者的人,无法保留第一且真正原理的概念;因为原理必须保持不变,否则它就不再是原理了。再者,若仅仅假设它自身作为底层承载者,就无法理解它是被何物转变而产生其余事物的;因为说它由自身发生转变是不可能的。但他们可能会这样说某一个元素是其余者的原理:仿佛其余者经由这一个而行进,也就是仿佛所有事物都从这一个转变而来并分解为这一个——例如,假设他们主张火是其余者的原理,仿佛若不从火转变而来其余者就无法存在,而是空气、水和土都由火产生并分解为火,并且若不首先变成火,就没有任何东西能变成空气或进而变成水,仿佛火在生成的次序中被置于首位,并且假定火首先由无形式的质料生成,而其余者则都由它生成并分解为它。因此,这一假设可以是这样一种情况;不过让我们来看看亚里士多德是如何应对它的。

语法注3 条
  1. 2.68ἡ γὰρ ὕλη, φησίν, οὐ ποιεῖ τρίτον τι, διότι μέση ἐστί

    原因从属句“διότι μέση ἐστί”(因为它是居中的)修饰主句“οὐ ποιεῖ τρίτον τι”(并不产生第三种东西)。这里的“居中”(μέση)指质料作为无形式的底层既非相反性质的任何一方,又轮流承载两极,因而不构成除两种对立性质之外的第三种自立感觉元素。

  2. 2.69ὡς διὰ τούτου τῶν ἄλλων ὁδευόντων

    这是由 ὡς 引导的属格独立结构,表示假想论敌的主观意图或辩解(“仿佛其余者经由这一个而行进”)。紧接着的“τουτέστιν ὡς ἐκ τούτου μεταβαλλόντων πάντων καὶ εἰς τοῦτο ἀναλυομένων”对该句作出了同位语性质的转述与具体解释。

  3. 2.69ὡς ἂν μηδενὸς τῶν ἄλλων εἶναι δυναμένου... ὡς ἂν τούτου... προτεταγμένου

    这里并列使用了带有小词 ἄν 的 ὡς ἄν + 属格独立结构,用以表达虚拟或假设性的前提(“仿佛若不从这一个转变其余者就无法存在……”、“仿佛这一个在次序中被置于首位……”),体现了注解者对主张单一可变元素为原理者的论证逻辑所作的推论性重构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:243.27-245.10