← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§242.15-243.26

中间物的非自立性与四元素作为原理

斐洛波诺斯阐明了四元素之外的中间物体由于相反者涉及形式与缺失而不可能孤立实存,并得出结论:既然任何单一元素或两三个元素的组合都不能作为其余元素的质料,那么所有四种元素便同等作为复合事物的物体性质料与原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.64

" Ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων." Ὥσπερ αὔξων τὸ ἀδύνατον τοῦτο ἐπιφέρει. εἰ γὰρ ἀδύνατον ὡμολόγηται εἶναι τὸ ἐν ταὐτῷ τὴν στέρησιν καὶ τὴν ἕξιν ὑπάρχειν, ἀδύνατον καὶ τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. καὶ γὰρ καὶ τῶν ἐναντίων τὸ μὲν ἕτερον τῷ εἴδει, τὸ κρεῖττον, τὸ δὲ ἕτερον τῇ στερήσει ἀναλογεῖ. εἴρηται γὰρ κἀν τοῖς προλαβοῦσιν, ὅτι τὸ κρεῖττον τῶν ἐναντίων εἴδει ἀναλογεῖ, οἷον λευκοῦ καὶ μέλανος τὸ μὲν λευκὸν τῷ εἴδει, τὸ δὲ μέλαν τῇ στερήσει.

“但是相反者的另一方是缺失。” 他加上这一句,仿佛是在强化这种不可能性。因为如果已经承认在同一事物中存在缺失与获得态是不可能的,那么相反者存在于同一事物中也是不可能的。因为在相反者中,较优越的一方相当于形式,而另一方相当于缺失。因为在前面也已经说过,相反者中较优越的一方相当于形式,例如在白与黑中,白相当于形式,而黑相当于缺失。

§2.65

"Ὥστε οὐκ ἐνδέχεται μονοῦσθαι." Μονοῦσθαί φησι τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι· ἐκ τῶν εἰρημένων οὖν φησι δῆλον γεγενῆσθαι ὅτι οὐκ ἔστι παρὰ τὰ τέσσαρα στοιχεῖα σῶμά τι ἕτερον ὑφεστηκός. ἤγουν μονοῦσθαι τὸ ἐκτὸς ποιότητός τινος τῶν ἄλλων ὑπάρχειν,1 οἷον θερμότητος ἢ ψυχρότητος. ἐδείχθη δὲ ὅτι ἀνάγκη ταύτας ὑποτίθεσθαι ἐν σώματι ὑπάρχοντι καθ’ αὑτό, καθὼς ἐκεῖνοί φασιν.

“因此它不可能孤立存在。” 他所说的“孤立存在”,是指其自身作为自身而实存;他说,因此根据所说的话,显然并不存在除这四种元素之外实存的某种其他物体。或者“孤立存在”是指存在于其余者的某种性质(如热或冷)之外。然而已经表明,正如他们所说的那样,在自身存在的物体中必然要假设这些性质。

§2.66

"Ὁμοίως ἄρα ὁτιοῦν τούτων ἢ οὐδέν. εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα." Δείξας ὅτι οὐ δύναται ἕν τι τῶν τεσσάρων ὕλη εἶναι τῶν λοιπῶν, προσθεὶς δὲ καὶ τὰς πρὸς Ἀναξίμανδρον ἀντιρρήσεις, νῦν συμπεραινόμενός φησιν ὅτι ὁμοτίμου τάξεως οὔσης ἑκάστου τῶν τεσσάρων στοιχείων ἀνάγκη ἢ ἕκαστον αὐτῶν ὕλην εἶναι καὶ ἀρχὴν σωματικὴν ἢ μηδὲν αὐτῶν. εἴπερ οὖν ἐπὶ ἑνὸς δεδείχαμεν μὴ δύνασθαι ὕλης τάξιν ἐπέχειν πρὸς τὰ ἄλλα, δῆλον ὅτι οὐδὲν αὐτῶν ἔσται ὕλη τῶν λοιπῶν· ἐδείξαμεν δὲ ὅτι οὐδὲ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα κατὰ Ἀναξίμανδρον γεννήσει ὡς ὕλη τὰ ἄλλα. δι’ ὧν δὲ λόγων ἀπεδείξαμεν μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δειχθήσεται ὅτι οὐδὲ δύο ἐξ αὐτῶν, οἷον τὸ πῦρ καὶ ἡ γῆ, καθάπερ Παρμενίδης ἔφασκεν, ὕλη ἔσται τῶν λοιπῶν, ἀέρος καὶ ὕδατος. καὶ γὰρ ὑπομένον καὶ μὴ μεταβάλλον τὸ πῦρ καὶ ἡ γῆ ποιεῖ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι.2 ὁμοίως δὲ οὐδὲ τρία ἔσται ὕλη τοῦ λοιποῦ. εἰ τοίνυν μηδ’ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα ἀρχὴ ὑλική ἐστι τῶν ὄντων μηδὲ τῶν τεσσάρων ἕν τι μηδέ τινα τῶν τεσσάρων δύο ἢ τρία, ἀνάγκη δὲ εἶναι ἀρχὴν σωματικὴν τῶν ὄντων, ταῦτα ἂν εἴη, φησί, πάντα τὰ τέσσαρα ἀρχὴ σωματική, οὐκ ἀλλήλων (τοῦτο γὰρ ἐδείχθη ἀδύνατον), ἀλλὰ τῶν συνθέτων. τούτων δὲ ἡ ὕλη οὐκ ἔστι σωματική, ἀλλ’ ἀσώματος καὶ ἀνείδεος. ταῦτα δὲ πάντα τὰ τέσσαρα ὕλη ἐστὶ τῶν ἐφεξῆς τῶν συνθέτων. ἀλλ’ εἰ ἀρχή ἐστι πάντα καὶ ὕλη τῶν συνθέτων, ἆρα, φησίν, ὡς ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, ἢ ὡς μεταβλητικὰ εἰς ἄλληλα; καὶ εἰ μεταβάλλει εἰς ἄλληλα, ἆρα τὰ μὲν μεταβάλλει τὰ δ’ οὔ, ὥσπερ Πλάτων ἔλεγε τὴν γῆν ἀμετάβλητον ὑποτιθέμενος, ἢ πάντα εἰς ἄλληλα μεταβάλλει, καθάπερ ἐδείξαμεν, διότι καὶ πάντα ἐναντίωσιν ἔχει πρὸς ἄλληλα;

“因此,这些[元素]中的任何一个同样如此,或者没有一个如此。如果没有任何感觉之物先于这些,那么所有这些就都该是[质料与原理]。” 在表明了四者之中的任何一个都不能作为其余者的质料,并且加上了针对阿那克西曼德的反驳之后,他如今作出结论说,既然四种元素的每一种都处于同等的地位,必然要么它们各自都是质料和物体性原理,要么它们没有一个是。因此,如果我们已经在一个元素的情形下表明它不能对其他元素居于质料的地位,显然它们没有一个会是其余者的质料;并且我们已经表明,按照阿那克西曼德的观点,除这四者之外的任何其他物体也不能作为质料产生其余者。而正是通过我们用来证明四者中的任何一个不能作为其余者的质料的那些论证,同样也将表明,它们之中的两个(例如火与土,正如巴门尼德所主张的)也不能作为其余者(空气与水)的质料。因为如果火与土在持留且不转变的情况下产生空气与水,前面所说的论据就会同样适用。同样,三个元素也不能作为其余一个元素的质料。因此,如果除这四者之外没有任何其他物体是存在之物的质料原理,四者之中的任何一个不是,四者之中的任何两个或三个也不是,而存在之物必然有某种物体性原理,那么,他说,所有这四种元素就都将是物体性原理,但不是彼此的原理(因为这已被证明是不可能的),而是复合事物的原理。然而这些[元素]的质料并不是物体性的,而是非物体且无形式的。而所有这四种元素则是后继的复合事物的质料。但是,如果所有元素都是复合事物的原理和质料,他说,究竟是像恩培多克勒所说的那样作为不变者,还是作为可以相互转变者呢?如果它们相互转变,究竟是如同柏拉图假设土不可转变而主张的那样,一些转变而另一些不转变,还是如同我们所表明的那样,由于所有元素对彼此都具有相反性,因而所有元素都相互转变呢?

语法注2 条
  1. 2.65ἤγουν μονοῦσθαι τὸ ἐκτὸς ποιότητός τινος τῶν ἄλλων ὑπάρχειν

    由 ἤγουν(“或者说”)引出,带定冠词的不定式短语 τὸ ἐκτὸς ... ὑπάρχειν 作为对前句所解释的动词 μονοῦσθαι 的同位语或述语性说明。

  2. 2.66καὶ γὰρ ὑπομένον καὶ μὴ μεταβάλλον τὸ πῦρ καὶ ἡ γῆ ποιεῖ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι

    这是一个隐含条件连词(如 εἰ)的结构,分词短语 ὑπομένον καὶ μὴ μεταβάλλον 伴随着主句前的分句 ποιεῖ ... 起条件从句的作用,而 ἥξουσιν 构成归结主句。中性单数分词 ὑπομένον 与就近的主语一致或作综合考量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:242.15-243.26