← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§240.22-242.14

驳元素为基底与中间物体假说

斐洛庞奴斯指出自己对火与空气之间的转变关涉干湿而非冷热之变质的存疑,确认了亚里士多德关于四元素均不可能作为不变的底层质料的结论,并通过三条论证反驳了阿那克西曼德关于中间物体的假说,指出该假说会导致相反者并存于一身的不合理结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60

" Ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ θερμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται. ὑπάρξει ἄρα τοῦτο τῷ ἀέρι." Οὐκ ἀναγκαία μοι δοκεῖ ἡ ἀντιστροφή. οὐδὲ γὰρ ὑπόκειται μένον πῦρ καὶ γενόμενον ἀήρ, ἀλλὰ μεταβάλλον· εἰ δὲ τοῦτο, οὐχ ὡς θερμὸν μεταβάλλει ἵνα γένηται ἀήρ, ἀλλ’ ὡς ξηρόν. τάχα δὲ οὐδὲ τὸ πρότερον ἀναγκαῖον. μένων γὰρ ὁ ἀὴρ γινέσθω πῦρ καὶ ἀλλοιούσθω· ἀλλ’ οὐ κατὰ τὸ θερμὸν ἀνάγκη ἀλλοιοῦσθαι, ἵνα ἅμα ψυχρὸς ᾖ καὶ θερμός (ἔστι γὰρ θερμός), ἀλλὰ κατὰ τὸ ξηρόν, καὶ τὸ ἄτοπον τὸ ὑγρὸν εἶναι ἅμα καὶ ξηρόν, οὐ μὴν ψυχρὸν καὶ θερμόν.1

“同时,再者,如果空气由火产生,它将是由于热转变成相反者而产生的。因此,这[相反者]将属于空气。” 在我看来,这一反转并非必然。因为所假定的并非是火持留且变成空气,而是火转变;如果这样,它为了变成空气并不是作为热而转变,而是作为干而转变。或许前一个论据也并非必然。因为且让空气在持留的同时变成火并发生变质;但它为了同时既冷又热(因为它本是热的),并非必然在热上发生变质,而是在干上发生变质,而不合理的后果是同时既湿又干,绝非既冷又热。

§2.61

"Ἄλλο τι ἄρα ἀμφότερα τὸ αὐτὸ ἔσται." Εἰ μὴ δυνατόν, φησί, τὸν ἀέρα ὑπομένοντα ἀμετάβλητον ποιῆσαι τὸ πῦρ, δῆλον ὅτι ἄλλο τι ὑποκείμενον τὸ αὐτὸ μένον ἀμφότερα ἔσται καὶ πῦρ καὶ ἀήρ, ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο γινόμενον, ὅπερ ἐστὶν ἡ ὕλη.

“因此两者将是某种同一的其他事物。” 他说,如果空气在不变地持留的同时不可能产生火,显然某种作为底层的、持留为同一的其他事物将既是火又是空气,一时变成这个,一时变成那个,而这正是质料。

§2.62

"Οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ ταῦτα." Ἐκ τῶν εἰρημένων, φησί, δῆλον ὅτι οὐδὲν τῶν τεσσάρων δύναται ὕλη τῶν λοιπῶν εἶναι, ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα ὂν καὶ ὑφεστὼς παρὰ τὰ τέσσαρα δύναται ὕλη εἶναι τῶν τεσσάρων. καὶ τρέπεται ἐνταῦθα πρὸς τὴν Ἀναξιμάνδρου δόξαν ὑποτιθεμένην σῶμά τι ὑφεστὼς μέσον ἀέρος καὶ πυρὸς ἢ ὕδατος καὶ ἀέρος, ἣν ἤλεγξε καὶ πρῶτον, ἐλέγχει δὲ καὶ νῦν δι’ ἑτέρων ἐγχειρήσεων.

“实则也不能是除这些之外的某种其他事物。” 他说,根据所说的话,显然四个之中的任何一个都不能作为其余者的质料,不仅如此,除这四个之外存在且实存的任何其他物体,也不能作为这四者的质料。在此他转向了阿那克西曼德的看法,该看法假设了实存于空气与火之间或水与空气之间的某种物体;这一看法他先前反驳过,如今也通过其他论证来予以反驳。

§2.63

"Ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως." Τὸ μεταξύ, φησί, κατὰ Ἀναξίμανδρον εἰ ὑφεστηκὸς ὂν σῶμα ὑπομένει ἐν τῇ παρ’ ἑκάτερα μεταβολῇ, ἐναντίωσιν ἕξει πρὸς ἑκάτερον ἐξ ἀνάγκης, καὶ ἔσται κατὰ τὸ αὐτὸ θερμὸν καὶ ψυχρόν. εἰ γὰρ ὡμολόγηται ὅτι τὸ μεταβάλλον ἐξ ἐναντίου μεταβάλλει εἰς ἐναντίον, δῆλον ὅτι τοῦτο κατὰ Ἀναξίμανδρον σῶμα γινόμενον θερμὸν ἐν τῇ εἰς πῦρ μεταβολῇ ἐκ ψυχροῦ γίνεται θερμόν. ἔστιν οὖν ἐν αὐτῷ ψύξις ἐνθεωρουμένη κατὰ οὐσίαν. εἰ δὲ ὑπομεῖναν τοῦτο γέγονε πῦρ, δῆλον ὅτι μὴ ἀποβάλλον τὴν ψύξιν γέγονε θερμόν. ἐν τῷ αὐτῷ ἄρα ἕξει τὸ ἐναντίον. ᾗ μὲν γὰρ θερμὸν γέγονε, δῆλον ὅτι ἐκ ψυχροῦ, τῷ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολήν,2 ταύτῃ ψύξιν ἀποτιθέμεθα ἐν τῷ σώματι τῷ μεταξύ· ᾗ δὲ πάλιν φαμὲν αὐτὸ ὑπομένον ποιεῖν τὸ πῦρ, ταύτῃ ἀναγκαζόμεθα κατὰ τὸ αὐτὸ τῇ θερμότητι καὶ ψύξιν λέγειν ἐν τῷ ὑποκειμένῳ ὑπάρχειν, ὅπερ ἀδύνατον. ἄμεινον δὲ τοῦτον τὸν τρόπον κατασκευάζειν τὸ προκείμενον. εἰ τοῦτο τὸ μεταξύ, ὃ λέγουσι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ μανότερον, κατὰ μηδὲν διαφέρει τοῦ πυρὸς ἢ κατὰ τὴν πύκνωσιν, ὡς μάνωσιν μόνον προσλαβὸν ποιεῖν τὸ πῦρ, δῆλον ὅτι τἆλλα τὰ ἐν τῷ πυρὶ θεωρούμενα ὑπῆρχεν ἐν αὐτῷ. ἦν οὖν ξηρὸν τοῦτο φύσει· πυκνώσει γὰρ καὶ μανώσει γεννῶσι τἆλλα ἐξ αὐτοῦ. ὡσαύτως δὲ εἰ πύκνωσιν μόνον προσλαβὸν γέγονεν ἀήρ, τὰ ἄλλα ὅσα ἐστὶν ἐν ἀέρι ὑπῆρχεν αὐτῷ. ἓν δέ ἐστι τούτων ἡ ὑγρότης τῶν ὑπαρχόντων τῷ ἀέρι·3 ἦν ἄρα ὑγρότης ἐν τῷ μεταξὺ σώματι. προϋπεθέμεθα δὲ καὶ ξηρότητα· τὸ αὐτὸ ἄρα καὶ ξηρὸν καὶ ὑγρὸν ὑπάρχει, ὅπερ ἀδύνατον. ἢ ἐκ τρίτου καὶ συντομώτερον οὕτω. εἰ τὸ μέσον τοῦτο πυρὸς καὶ ἀέρος ἑκάτερον γίνεται, πᾶσα δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ πῦρ θερμόν ἐστι, ψυχρὸν ἄρα ἦν. μεταβάλλον δὲ πάλιν εἰς ὕδωρ γίνεται ψυχρόν· θερμὸν ἄρα ἦν. ἅμα οὖν ψυχρὸν ἔσται καὶ θερμόν. τὸ αὐτὸ ἔσται καὶ ἐπὶ ξηροῦ καὶ ὑγροῦ. μεταβάλλον γὰρ εἰς πῦρ κατὰ τὸ ξηρὸν ὑγρὸν ἔσται, εἰς δὲ ἀέρα κατὰ τὸ ὑγρὸν ξηρὸν ἔσται· ἅμα οὖν ἔσται ξηρὸν καὶ ὑγρόν. καὶ τοῦτό ἐστιν ἔσται ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως.

“因为那一事物将带着相反性而既是空气又是火。” 他说,按照阿那克西曼德的观点,中间物作为一个实存的物体,如果在向着两边的转变中持留,就必然对每一方都具有相反性,并且在同一方面将既是热的又是冷的。因为既然已承认转变之物是从相反者转变成相反者,显然按照阿那克西曼德的这种物体在向着火的转变中变成热的,是从冷变成热的。因此在其实体上考察包含着冷。但如果这一物体在持留的同时变成了火,显然它是在没有抛弃冷的情况下变成了热的。因此在同一事物中它将具有相反者。因为一方面,就它变成热的而言,显然是从冷而来的,这是由于转变必须出于相反者,在这一点上我们将冷赋予中间物体;但另一方面,就我们说它在持留的同时产生火而言,在这一点上我们被迫断言在底层中在同一方面既有热又有冷,这是不可能的。然而以如下方式确立所提出的论题更为妥当。如果他们所说的这个比火密而比气疏的中间物,与火除了在浓缩之外毫无区别,以至于仅仅接受了稀疏化就产生火,显然在火中所考察到的其余性质原本就属于它。因此它在本性上是干的;因为他们是通过浓缩和稀疏化从中产生其余者的。同样,如果它仅仅接受了浓缩就变成了空气,凡存在于空气中的其他一切性质就原本属于它。而这些属于空气的性质之一就是湿;因此湿原本就在中间物体中。但我们此前也假定了干;因此同一事物既是干的又是湿的,这是不可能的。或者第三种、更简短地可以这样论证:如果火与空气之间的这个中间物变成了它们各自,而一切转变都是从相反者向相反者进行的,且火是热的,因此中间物先前是冷的。但它再次转变成水时变成冷的,因此先前是热的。于是它将同时既是冷的又是热的。同样的情况也适用于干与湿。因为在干的方面向着火转变时它将是湿的,而在湿的方面向着空气转变时它将是干的;因此它将同时既是干的又是湿的。而这正是“那一事物将带着相反性而既是空气又是火”的意思。

语法注3 条
  1. 2.60καὶ τὸ ἄτοπον τὸ ὑγρὸν εἶναι ἅμα καὶ ξηρόν, οὐ μὴν ψυχρὸν καὶ θερμόν.

    名词短语 τὸ ἄτοπον 作为表语(或主语),冠词不定式短语 τὸ ὑγρὸν εἶναι ἅμα καὶ ξηρόν 作为同位语构成主语(或表语),系动词 ἐστί 被省略。

  2. 2.63τῷ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολήν

    冠词不定式 τῷ δεῖν 用作表示原因或理由的与格,其下从属于宾格不定式结构 τὴν μεταβολὴν γίνεσθαι。介词短语 ἐξ ἐναντίου 修饰 γίνεσθαι,意为“由于转变必须出于相反者”。

  3. 2.63ἓν δέ ἐστι τούτων ἡ ὑγρότης τῶν ὑπαρχόντων τῷ ἀέρι

    此处出现了修辞性的离隔语序(hyperbaton):主语 ἡ ὑγρότης 被插入在代词 τούτων 与同格修饰的分词短语 τῶν ὑπαρχόντων τῷ ἀέρι 之间。基本结构为“属于空气的这些[性质]之一是湿”(ἓν τούτων τῶν ὑπαρχόντων τῷ ἀέρι ἐστὶν ἡ ὑγρότης)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:240.22-242.14