← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§238.30-240.21

反驳以单一自然物体为原理的学说

针对亚里士多德对将某种单一自然物体(如气或水)作为不变质料原理之观点的反驳,菲洛波庞诺斯阐明了如果底层元素得以持留所导致的荒谬后果:产生的转变将仅仅是变质而非生成,并且相反的性质(冷与热、湿与干)将同时归属于同一事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.55

" Εἰ γὰρ ἐστί τι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα." Νῦν ἐλέγχει τὸ τμῆμα τὸ φάσκον ἕν τι τῶν φυσικῶν καὶ ἁπλῶν σωμάτων ὕλην εἶναι τῶν ἄλλων.

“因为如果自然物体中的某一个是质料,正如某些人所认为的那样,如水、气及诸如此类之物。” 现在他反驳了声称自然且简单的物体中的某一个是其余者的质料这一部分。

§2.56

"Ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω." Εἰπὼν ὅτι ἀνάγκη τὸν ὑποτιθέμενον ἀρχὴν τῶν ἄλλων ὡς ἀμετάβλητον καὶ ὕλης λόγον ἐπέχον ἤτοι ἕν τι τῶν τεσσάρων ὑποτίθεσθαι ἢ δύο ἢ πλείω,1 ἐφεξῆς ὡς ἐπὶ ἑνὸς γυμνάζει τὸν λόγον, φάσκων ἓν μὲν δὴ πάντα οὐχ οἷόν τε εἶναι· δι’ ὧν γὰρ δείκνυμεν ἀδύνατον ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ δύο δυνατὸν οὐδὲ τρία. διόπερ ὡς ἐπὶ ἑνὸς ποιεῖται τὸν λόγον.

“这些必然要么是一个,要么是两个,要么是更多。” 在说明了凡是将其余者的原理假设为不变且占有质料规定的人,必然要么假设四个中的某一个,要么假设两个,要么假设更多之后,他接下来仿佛针对单一者展开论述,声称实际上一切事物不可能是一个;因为我们通过证明四个中的某一个不可能作为其余者的质料的那些论据,同样证明了两个或三个也是不可能的。因此,他是仿佛针对单一者来进行论述的。

§2.57

"Εἴπερ ἡ μεταβολὴ εἰς τἀναντία." Ὡμολογημένου, φησί, τοῦ τὴν μεταβολὴν εἰς τἀναντία γίνεσθαι,2 ἀδύνατον τὸν ἀέρα ἢ τὸ ὕδωρ ὕλην εἶναι τῶν λοιπῶν· τούτῳ γὰρ χρώμενος ἐφεξῆς δείκνυσι τὸ ἀδύνατον, ὡς μαθησόμεθα.

“如果转变确实是向着相反者进行的。” 他说,既然已承认转变是向着相反者进行的,气或水就不可能作为其余者的质料;因为他在接下来正是利用这一点来指出其不可能性的,正如我们所将要获知的那样。

§2.58

"Εἰ γὰρ εἴη ἀήρ, εἰ μὲν ὑπομένει." Εἰπὼν τὸ εἰ μὲν ὑπομένει εἴασε τὸ ἕτερον προσυπακούεσθαι, ἔστι δὲ τοῦτο ‘εἰ δὲ μὴ ὑπομένει ἀλλὰ μεταβάλλει’· τοῦτο γάρ ἐστι τὸ ἀντιδιαιρούμενον, ὅπερ ἐν τοῖς ἐφεξῆς ἐξετάζει, τέταρτον ὂν τμῆμα τῆς παραδεδομένης διαιρέσεως. ὅπως δὲ τέως τὸ παρὸν ἐλέγχει, τὸ μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην ἀμετάβλητον εἶναι τῶν λοιπῶν, θεωρητέον.

“因为如果是气,一方面如果它持留。” 通过说“一方面如果它持留”,他留下了另一对立项让人补充理解,即“但如果它不持留而是转变”;因为这正是相区分的对立项,也就是他在后文中考察的、属于所传授划分的第四部分。但目前必须考察他如何反驳当前的命题,即四个中的某一个不能作为其余者不变的质料。

§2.59

"Εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλ’ οὐ γένεσις. ἅμα δὲ οὐδὲ οὕτως δοκεῖ, ὥσθ’ ὕδωρ ἅμα εἶναι καὶ ἀέρα." Εἰ ἐξ ἑνός, φησί, τῶν τεσσάρων μὴ μεταβάλλοντος ἀλλ’ ἐν ὕλης τάξει ὑποκειμένου καὶ ὑπομένοντος τἆλλα ἀποτελοῦνται, πρῶτον μέν, φησίν, οὐκέτι ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις (ἡ γὰρ περὶ εἰδοπεποιημένον γινομένη κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσίς ἐστιν, εἰδοπεποιημένα δὲ πάντα τὰ στοιχεῖα, ὧν ἕν τι πρόκειται ὑπομένον ποιεῖν τἆλλα), ἔπειτα, φησίν, εἰ μένων ὁ ἀὴρ (ὑποκείσθω γὰρ τοῦτο ὂν ἀρχή) πῦρ γίνεται, ἔσται τὸ αὐτὸ πῦρ καὶ ἀήρ, ὅπερ μάχεταί τε τοῖς φαινομένοις καὶ τἀναντία ἐν τῷ αὐτῷ εἰσάξει ὑπάρχοντα. εἰ γάρ, ὡς ἡ ὑπόθεσις, ὁ ἀὴρ ὑπομένων γέγονε πῦρ, ἐπειδὴ ἀνάγκη τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως ἁπτῆς οὔσης τὴν ἑτέραν εἶναι ἐν τῷ πυρί, κείσθω θερμὸν ὄν. ἔσται οὖν ὁ ἀὴρ ὁ πῦρ γενόμενος οὐδὲν ἄλλο ἢ θερμὸς ἀήρ, καὶ ταύτῃ ἀληθὲς ἂν εἴη τὸ μὴ εἶναι γένεσιν ἀλλὰ ἀλλοίωσιν τὸ γινόμενον. ἔπειτα καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐξ ἀνάγκης ἕξει. εἰ γὰρ πῦρ ὁ ἀὴρ γενόμενος θερμὸς ἀπετελέσθη, δῆλον ὅτι πρότερον οὐκ ἦν θερμός· εἰ γὰρ ἦν θερμός, πῶς γέγονε θερμός; εἰ δὲ μὴ εἶχε τὴν θερμότητα, τῇ ἐναντίᾳ πάντως κατείχετο ποιότητι. ἡ γὰρ μεταβολὴ ἐξ ἐναντίων, καὶ προείληπται ὅτι αἱ ἐναντιώσεις κοιναί εἰσιν ὑπὸ πάντων κατεχόμεναι. εἰ γὰρ ὁ ἀὴρ μὴ ὢν θερμὸς γέγονε θερμὸς εἰς πῦρ μεταβαλών, ψυχρὸς ἦν δήπου. ἀλλὰ καὶ νῦν πῦρ ὢν ἐφύλαξε τὴν τοῦ ἀέρος φύσιν· ἐν τῷ αὐτῷ ἄρα ἕξει ψῦξιν μὲν ὡς ἀήρ, θερμότητα δὲ ὡς πῦρ. τὸ αὐτὸ καὶ εἰ μένων ὁ ἀὴρ καὶ εἰς πῦρ μεταβάλλων ξηρὸς γέγονεν· ἦν γὰρ καὶ ὑγρός· ἅμα ἄρα ξηρὸς καὶ ὑγρὸς ἔσται. δείκνυσι δὲ τοῦτο καὶ ἔμπαλιν. ἀνακάμπτον γάρ, φησί, τὸ πῦρ εἰς τὴν τοῦ ἀέρος οὐσίαν ἀποβάλλει τὴν θερμότητα, ταύτην δὲ ἀποβάλλον ψύξιν ἐξ ἀνάγκης προσκτᾶται,3 διὰ τὸ προσληφθὲν ἀξίωμα· εἰ δὲ ψυχρὸς ὁ ἀὴρ κατὰ φύσιν γεγονὼς πῦρ καὶ μὴ μεταβάλλων (τοῦτο γὰρ ὑπόκειται), ἐν τῷ αὐτῷ ἄρα θερμότητα καὶ ψύξιν ἐκτήσατο, ὅπερ ἀδύνατον. τὸν δὲ ἀέρα ψυχρὸν εἶπεν καθ’ ὑπόθεσιν προαγαγὼν τὸν λόγον· κατὰ γὰρ τὸ ἀληθὲς κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν μεταβολὴ γίνεται ἐν τῇ ἐξ ἀέρος εἰς πῦρ γενέσει.

“一方面如果它持留,将是变质而不是生成。同时情况看来甚至也不会如此,以致水和气同时存在。” 他说,如果从四个中的某一个——不是转变,而是在质料的地位上作为底层并且持留——产生出其余者,首先,他说,将不再有生成,而是变质(因为发生在已被赋予形相之物上关于性质的转变就是变质,而所有元素都已被赋予形相,其中某一个被提出在持留的同时产生其余者);其次,他说,如果气在持留的同时(且假设它是原理)变成了火,同一事物就将既是火又是气,这既与现象相冲突,又会将相反者作为属于同一事物而引入。因为按照假说,如果气在持留的同时变成了火,由于热与冷之间的对立是可触知的,其中之一必然属于火,那么就设定它是热的。于是变成火的气将无非是热气,从这点来看,所发生的事情不是生成而是变质将是真实的。其次,在同一事物中也将必然具有相反者。因为如果气变成火并被造成是热的,显然它此前不是热的;因为如果它是热的,又怎能变成热的呢?而如果它没有热,它完全被相反的性质所占据。因为转变是出于相反者的,并且前面已经假定相反性是共同的、被一切所占据的。因为如果气在不热的情况下因转变成火而成为热的,它先前无疑是冷的。但现在它既然是火,却仍保留着气的本性;因此在同一事物中,它将作为气具有冷,而作为火具有热。如果气在持留且转变成火的同时变成了干的,同样的情况也成立;因为先前它也是湿的;因此它将同时既是干的又是湿的。他也反过来证明这一点。因为他说,火折返回气的实体时抛弃了热,而通过抛弃热,根据预设的公理,它必然获得了冷;但如果气在本性上是冷的,在变成火却不转变的情况下(因为这是假定的),它就在同一事物中获得了热与冷,这是不可能的。他说气是冷的,是由于根据假说推进了论述;因为按真实情况而言,从气生成火的过程中,转变是关于湿和干发生的。

语法注3 条
  1. 2.56Εἰπὼν ὅτι ἀνάγκη τὸν ὑποτιθέμενον ἀρχὴν τῶν ἄλλων ὡς ἀμετάβλητον καὶ ὕλης λόγον ἐπέχον ἤτοι ἕν τι τῶν τεσσάρων ὑποτίθεσθαι ἢ δύο ἢ πλείω

    在分词从属结构 Εἰπὼν ὅτι... 内部,带冠词的分词短语 τὸν ὑποτιθέμενον 作不定词 ὑποτίθεσθαι 的主格性宾格,二者构成无人称词 ἀνάγκη 的主词性补足成分。不定词的直接宾语为 ἤτοι ἕν τι ... ἢ δύο ἢ πλείω。短语 ἀρχὴν τῶν ἄλλων ὡς ἀμετάβλητον... 则是修饰分词 τὸν ὑποτιθέμενον 的补足语(“将其余者的原理假设为不变者的人”)。

  2. 2.57Ὡμολογημένου, φησί, τοῦ τὴν μεταβολὴν εἰς τἀναντία γίνεσθαι

    属格绝对结构。带冠词的不定词短语 τοῦ τὴν μεταβολὴν εἰς τἀναντία γίνεσθαι 以中性单数属格形式作为完成时被动分词 Ὡμολογημένου 的逻辑主语。语序上分词置于句首,随后是插入语 φησί,带冠词的不定词短语后置。

  3. 2.59ἀνακάμπτον γάρ, φησί, τὸ πῦρ εἰς τὴν τοῦ ἀέρος οὐσίαν ἀποβάλλει τὴν θερμότητα, ταύτην δὲ ἀποβάλλον ψύξιν ἐξ ἀνάγκης προσκτᾶται

    句子的核心骨架由两个连贯的谓语结构(ἀποβάλλει... προσκτᾶται)构成。分词 ἀνακάμπτον 为中性单数主格,修饰主语 τὸ πῦρ(表时间或条件性伴随状况)。在紧随的 ταύτην δὲ ἀποβάλλον 中,重复出现的从属分词 ἀποβάλλον 同样依附于该主语,引向主动词 προσκτᾶται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:238.30-240.21