← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§21.30-23.30

德谟克利特原子论对多样性与变化的解释

注疏者指出了亚里士多德在“关于其他的运动”一语中以宾格代属格的语法特征,并结合亚历山大的注疏,阐释了德谟克利特如何凭借原子的无限形状、位置重排以及微小原子的流出与移位来解释现象的相异与变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28

" Καὶ περὶ τὰς ἄλλας κινήσεις." Κινήσεις εἶπεν ἀντὶ τοῦ μεταβολάς· ἡ γὰρ γένεσις, ὡς αὐτὸς ἔφη ἐν τῇ Φυσικῇ, μεταβολὴ μὲν οὐ μέντοι κίνησις. πτώσει δὲ ἀντὶ πτώσεως ἐχρήσατο, αἰτιατικὴν εἰπὼν ἀντὶ γενικῆς·1 ἔδει γὰρ εἰπεῖν ‘περὶ τῶν ἄλλων κινήσεων’. ἔστι δὲ τοιοῦτον σχῆμα παρὰ τοῖς παλαιοῖς, καὶ παρὰ τῷ ποιητῇ θρήνους ἐξάρχους, οἵ τε στονόεσσαν ἀυτήν ἀντὶ τοῦ θρήνων ἐξάρχους. καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. τὸν ὅρμον γὰρ αἰτιατικὴν εἶπεν ἀντὶ τοῦ ὅρμου· ἡ βάλανος ἐκ τοῦ τρήματος τοῦ ὅρμου ἐκπέπτωκεν.

“以及关于其他的运动。” 他说“运动”是用来代替“变化”;因为正如他自己在《物理学》中所说,生成虽是变化,却不是运动。而且他以一种格代替另一种格,用了宾格来代替属格;因为他本应当说“关于其他的运动[属格]”。这种修辞在古人那里也是存在的,在诗人[荷马]那里也有“领唱哀歌[宾格],他们发出悲哀之鸣”来代替“领唱哀歌[属格]”。阿里斯托芬在《公民大会妇女》中也说:“哦,金匠啊,你打造的那条项链[宾格],我妻子在傍晚跳舞时,饰针从孔中掉落出来了。”因为他用了宾格“那条项链”来代替“那条项链的[属格]”,意思是饰针从项链的孔中掉落出来了。

§1.29

"Ἤδη δὲ ἐν τῷ πῶς διαφέρει." Ἐν τῷ πῶς φησὶ κατὰ τὸν τρόπον. εἰ γὰρ καὶ γένεσιν καὶ ἀλλοίωσιν ὑποτίθεται, ἀλλ’ οὐχ ὅνπερ ἡμεῖς τρόπον, συγκρίσει μὲν καὶ διακρίσει οἰόμενος εἶναι τὴν γένεσιν, μεταθέσει δὲ καὶ μετατάξει τὴν ἀλλοίωσιν. καὶ περὶ αὐξήσεως δὲ οἱ μὲν ἄλλοι τοσοῦτον εἰρήκασιν, ὅσονπερ ἂν λέγοι καὶ ὁ τυχών, ὅτι προσιόντος τινὸς γίνεται αὔξησις (πῶς δὲ πρόσεισιν, ἆρα διὰ πόρων ἢ σῶμα διὰ σώματος διόν, οὐκέτι προστεθείκασι· ταῦτα γὰρ πάντα ἔχει ἀπορίαν· καὶ περὶ τοῦ ποιεῖν δὲ καὶ πάσχειν αἱ αὐταὶ ἀπορίαι, πῶς τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει), ὅτι δὲ Δημόκριτος περὶ αὐξήσεως ἀπεφήνατο ὑποκατιὼν προστίθησιν.

“但在‘如何’上他已经有所不同。” 他说“在‘如何’上”是指依照其方式。因为即使他[德谟克利特]假定了生成和性质变化,但并非依照我们所说的方式,而是认为生成是通过结合与分离而存在,性质变化是通过位置变换与秩序变换而存在。关于生长,其他人也只说了任何一个普通人都会说的程度的话,即当某物添加进来时生长发生(但是如何添加——是通过孔道还是物体穿过物体——他们并未进一步补充;因为所有这些都包含困难;关于作用与受动也存在同样的困难,即一方如何作用而另一方如何受动)。但德谟克利特关于生长有何主张,[亚里士多德]在下文中做了补充。

§1.30

"Οὐδὲ περὶ μίξεως." Ἡ μίξις ἢ ταὐτόν ἐστι τῇ κράσει (κρᾶσις δέ ἐστιν ὡς ἡ τῶν ὑγρῶν, ὅταν τῶν ὄγκων παρακειμένων δράσασαι εἰς ἀλλήλας αἱ ποιότητες δι’ ἀλλήλων διαβῶσιν) ἢ ἐπὶ πλέον τῆς κράσεως ἡ μίξις· τῶν γὰρ μίξεων ἡ μέν ἐστι κρᾶσις ὡς ἐπὶ τοῦ οἰνομέλιτος, ἡ δὲ παράθεσις ὡς ἐπὶ τῆς πανσπερμίας, ἡ δὲ διαπλοκὴ ὡς ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους. δεῖ δὲ τῷ περὶ γενέσεως διαλεγομένῳ καὶ τοῦ περὶ τούτων λόγου, εἰς τὸ εἰδέναι τίνι τρόπῳ τὸ γινόμενον γίνεται καὶ εἴτε δεῖ τούτων τινὸς εἰς τὴν γένεσιν εἴτε οὐ δεῖ.

“关于混合也[未谈论]。” 混合要么与熔合相同(熔合如同液体的熔合那样,在体积并置时各性质相互作用并相互渗透),要么混合具有比熔合更广泛的意义;因为在混合中,一种是如同在蜜酒中的熔合,另一种是如同在杂谷种混合中的并置,再一种是如同在质料与形式中的交织。探讨生成的人也必然需要关于这些的论说,以便知晓生成之物依何种方式生成,以及这些之中的某一种对于生成而言是必需的还是非必需的。

§1.31

"Ἐπεὶ δὲ ᾤοντο τἀληθὲς ἐν τῷ φαίνεσθαι." Ἐπειδή, φησί, πᾶσαν φαντασίαν ἀληθῆ λέγουσι, καὶ ἕκαστον ὡς φαίνεται οὕτως καὶ εἶναι, φαίνεσθαι δὲ πολλάκις τἀναντία περὶ τοῦ αὐτοῦ τισι, τὸ ταῦθ’ οὕτως περὶ τοῦ αὐτοῦ φαινόμενα ἀληθῶς ἔχειν δύνανται ἐκ τῶν οἰκείων ἀρχῶν σῴζειν οἱ περὶ Δημόκριτον,2 ὑποθέμενοι ἄπειρα εἶναι τῶν στοιχείων τὰ σχήματα. ταῦτα γὰρ τήν τε τάξιν ἀμείβοντα καὶ τὴν θέσιν μεταλλάττοντα, ἐκ τῆς πρὸς τοὺς ὁρῶντας σχέσεως καὶ τοῦ διαστήματος ἄλλοτε ἄλλην καὶ ἐν τῷ αὐτῷ ἄλλῳ ἄλλην φαντασίαν παρέχεται. οὕτω γοῦν ὁ τῆς περιστερᾶς τράχηλος, προσβαλλούσης αὐτῷ τῆς τοῦ ἡλίου ἀκτῖνος, διαφόρων χρωμάτων φαντασίαν παρέχεται· πρὸς ἄλλην γὰρ καὶ ἄλλην τοῦ ὄμματος θέσιν τοῖς μὲν κυανὸς φαίνεται, τοῖς δὲ χρυσίζων, τοῖς δὲ μέλας, καὶ ἄλλοις ἀλλοῖος. καὶ τὰ τετράγωνα δὲ τῶν σχημάτων κυκλοτερῆ πόρρωθεν φαίνεται, καὶ κύκλον δὲ πόρρωθεν κείμενον, εἰ κατὰ τοῦ κροτάφου θεασώμεθα, εὐθεῖαν ὁρῶμεν, καὶ τὸ μέλι τῷ μὲν ἰκτεριῶντι πικρὸν φαίνεται τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ τὸ Ζ γοῦν πρὸς ἄλλην καὶ ἄλλην τοῦ ὁρῶντος σχέσιν ἢ Ν ἢ Ζ ὁρᾶται.

“而由于他们认为真理在于显现。” 亚里士多德说,由于他们声称一切表象都是真实的,每一事物正如其显现的那样存在,但对于同一事物往往在某些人看来呈现出相反的性质,因此德谟克利特派能够通过假定元素的形状是无限的,从他们自有的本原中保全“关于同一事物以这种方式显现的这些现象是真实的”。因为这些形状变换秩序并改变位置,由于对观看者的关系以及距离,在不同时候产生不同的表象,并且对于同一事物在不同的人看来产生不同的表象。至少鸽子的颈项在太阳光线照射其上时,呈现出不同颜色的表象:因为对应于眼睛的不同位置,在一些人看来是蓝色的,在另一些人看来泛着金黄色,在还有一些人看来是黑色的,在其他人看来又是别的样子的。并且四方形的形状从远处看显得是圆的,而远处的圆如果我们从侧面边缘看去,见到的则是一条直线;蜂蜜对患黄疸的人显得是苦的,对健康人则是甜的;字母 Ζ 根据观看者的不同关系,要么被看作 Ν 要么被看作 Ζ。

§1.32

"Ὥστε ταῖς μεταβολαῖς τοῦ συγκειμένου." Συγκειμένου λέγει οὐ τοῦ συνθέτου, ἀλλὰ τοῦ συντιθέντος τὸ σύνθετον.3

“因此通过组合之物的变化。” 他说“组合之物”指的不是复合之物,而是把复合事物组合起来的东西。

§1.33

"Καὶ μετακινεῖσθαι μικροῦ ἐμμιγνυμένου, καὶ ὅλως ἕτερον [,φησί,] φαίνεσθαι ἑνὸς μετακινηθέντος." Οὐ μόνη ἡ μετάθεσις καὶ μετάταξις τῶν ἀτόμων ἀμείβει τὴν φαντασίαν τῶν ὁρωμένων, ἀλλὰ καὶ παρὰ τὰς ἀπορρεούσας ἀτόμους τῶν συνθέτων καὶ προσπιπτούσας τοῖς ὁρῶσιν ἑτέρα τις γίνεται σχέσις καὶ διάφορος φαντασία. οὕτω μὲν ὁ Ἀλέξανδρος ἐξηγήσατο, ἴσως δὲ ἄν τις εἴποι ὅτι τοῦτο τῇ κατὰ αὔξησιν μεταβολῇ ἁρμόττει· κατὰ γὰρ τὴν ἀπορροὴν καὶ εἴσκρισιν τῶν ἀτόμων τὴν αὔξησιν καὶ φθίσιν ἔφασκον γίνεσθαι οἱ περὶ Δημόκριτον, ταύτην δὲ οὐ φαινομένην ἔλεγον τὴν μεταβολὴν καθάπερ τὴν ἀλλοίωσιν. καὶ ἐν τῇ ἀπορροῇ δὲ μικροῦ ἀπορρέοντος ἀλλοῖον τὸ ὅλον γίνεται. εἰ γοῦν ἐκ τοῦ ‘ἀδυνάτου’ ἀφέλῃς τὸ ᾱ μόνον, τὸ ‘δυνατὸν’ ποιεῖς. ὥστε μικρὰ ἀπορροὴ ἐναντίον τῷ ἐξ ἀρχῆς τὸ καταλειφθὲν ἐποίησεν.

“并且当微小之物混入时便发生移位,[他说,]在单一之物移位后整体便显得截然不同。” 不仅原子的位置转换与秩序转换改变了所见之物的表象,而且由于从复合事物中流出并投射到观看者身上的原子,也产生了某种不同的关系和相异的表象。亚历山大是这样解释的,但也许有人会说,这适合于依照生长的变化;因为德谟克利特派声称生长与衰减是依照原子的流出与渗入而产生的,并且他们说这种变化并不像性质变化那样显现出来。而且在流出中,即使微小之物流出,整体也会变成另一类。至少如果你从‘不可能的(ἀδύνατον)’中仅去掉 ᾱ,就会做成‘可能的(δυνατόν)’。因此微小的流出使得残留之物与最初之物截然相反。

语法注3 条
  1. 1.28πτώσει δὲ ἀντὶ πτώσεως ἐχρήσατο, αἰτιατικὴν εἰπὼν ἀντὶ γενικῆς

    注疏者指出了亚里士多德原文 περὶ τὰς ἄλλας κινήσεις 中的语法变用,即在介词 περὶ 之后使用宾格代替了通常预期的属格(περὶ τῶν ἄλλων κινήσεων)。注疏者引用了荷马和阿里斯托芬的先行宾格句式作为这种格替代修辞的佐证。

  2. 1.31τὸ ταῦθ’ οὕτως περὶ τοῦ αὐτοῦ φαινόμενα ἀληθῶς ἔχειν δύνανται ἐκ τῶν οἰκείων ἀρχῶν σῴζειν οἱ περὶ Δημόκριτον

    句子的主语是 οἱ περὶ Δημόκριτον,主谓动词是 δύνανται σῴζειν。带冠词不定式从句 τὸ ... ἀληθῶς ἔχειν 整体充当 σῴζειν 的直接宾语。不定式 ἔχειν 的逻辑主语是带分词的宾格短语 ταῦθ’ οὕτως περὶ τοῦ αὐτοῦ φαινόμενα(“关于同一事物以这种方式显现的这些现象”)。

  3. 1.32Συγκειμένου λέγει οὐ τοῦ συνθέτου, ἀλλὰ τοῦ συντιθέντος τὸ σύνθετον.

    注疏者说明,中被动态分词 συγκείμενον 通常表示被动的组合结果(“复合体”),但在本语境中应当理解为主动/施动意义,即“将复合事物组合起来的东西”(即构成结合构造的成分/原子)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:21.30-23.30