- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:237.4-238.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞劳解释说,亚里士多德在论证了四元素及其相互转变之后,提出了一个涵盖古人学说与逻辑上可能假说的物体性原理分类(区分),并概述了随后的反驳顺序。
" Οὐ μὴν ἀλλ’ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν." Δείξας ὅτι τέσσαρα τὰ στοιχεῖα καὶ πάντα εἰς ἄλληλα μεταβάλλει, ἔτι τε διδάξας τὸν τρόπον τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν, νῦν προτίθεται οἷον ἀρχήν τινα ποιησάμενος ἄλλης ἐφάψασθαι θεωρίας τῇ περὶ τῶν στοιχείων σκέψει προσηκούσης. τίς δ’ αὕτη ῥητέον. ἐπειδὴ ἀρχόμενος τοῦ βιβλίου ἐξέθετό τινας τῶν παλαιοτέρων δόξας περὶ τῶν ἀρχῶν γενομένας καὶ διελέχθη οὐ πρὸς πάσας, ἀλλὰ μόνην τὴν Ἀναξιμάνδρου ἤλεγξεν ἐπὶ βραχύ, καὶ πρὸς Τίμαιον διαλεχθεὶς ὡς οὐ σαφῶς περὶ τῆς ὕλης διορίζοντα, νῦν μετὰ τὴν τῶν στοιχείων ἅπερ αὐτὸς ἔθετο ἀπόδειξιν ἐκτίθεται πάσας τὰς περὶ στοιχείων δόξας, ὅσας τε οἱ παλαιότεροι ἐδόξασαν καὶ ὅσας δυνατὸν τῇ διαιρέσει ἑπόμενον ὑποθέσθαι, καὶ πάσας ἐλέγχων τὰς ἄλλας καταλείπει τὴν παρ’ αὐτοῦ εἰρημένην ὡς ἀληθῆ. ἔστι δὲ καὶ οὕτως τὸν σκοπὸν τῶν προκειμένων ἀφορίσαι. εἰπὼν τρεῖς ἀρχὰς εἶναι, τὴν ὕλην τὴν ἐναντίωσιν τὰ στοιχεῖα, εἶτα διδάξας περὶ τῶν ἐναντιώσεων, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ ξηροῦ καὶ ὑγροῦ, καὶ προσέτι περὶ τῶν στοιχείων, νῦν βούλεται καὶ περὶ τῆς ὕλης τῆς ὑποκειμένης τοῖς στοιχείοις διδάξαι, εἴτε ἓν τούτων πᾶσιν ὑπόκειται εἴτ’ ἄλλο τι παρὰ ταῦτα. ἵν’ οὖν τοῖς κατὰ μέρος παραδιδομένοις ῥᾳδίως παρακολουθῶμεν, προσληπτέον διαίρεσιν ἐν ᾗ πάντα τὰ μέλλοντα λέγεσθαι ἐμπεριέχεται. ἀνάγκη γὰρ τὸν ἀρχὰς σωματικὰς τῶν ὄντων ὑποτιθέμενον ἤτοι μίαν λέγειν ἢ πλείους· καὶ εἰ μίαν, ἤτοι ἑτέραν οὖσαν τῶν τεσσάρων, ὡς Ἀναξίμανδρος ἔλεγεν, ἢ ἓν τῶν τεσσάρων, ὡς Ἡράκλειτος καὶ Θαλῆς καὶ οἱ ἄλλοι· καὶ εἰ ἓν τῶν τεσσάρων, ἤτοι ὡς ἀμετάβλητον ἢ ὡς μεταβλητικόν· καὶ εἰ ἀμετάβλητον, ἤτοι ὡς ὕλης τάξιν ἐπέχον πρὸς τὰ λοιπὰ τρία καὶ τὰ ἐκ τούτων σύνθετα, ὡς ἔφασκον οἱ ἀέρα ἢ πῦρ ἀρχὴν τῶν ὄντων ὑποτιθέμενοι, ἢ ὡς μηδὲ ὕλης λόγον ἐπέχον πρὸς τὰ ἄλλα, ὅπερ οὐδεὶς ὑπέθετο. εἰ δὲ ἓν καὶ μεταβλητικὸν φαίη τις, ὡς μὲν ὕλην οὐκέτι δυνατὸν ἀρχὴν τοῦτο ὑποθέσθαι, κατ’ ἄλλον δὲ τρόπον δυνατὸν ἴσως ἀρχὴν τοῦτο λέγειν, οἱονεὶ προσεχεστέραν ὕλην, ὡς ἂν μηδενὸς ἐκ τῆς πρώτης ὕλης γενέσθαι δυναμένου μὴ πρῶτον πυρὸς γενομένου, εἰ πῦρ εἴη ἡ ἀρχή, καὶ διὰ τούτου εἰς τὴν τῶν ἄλλων φύσιν μεταβάλλοντος,1 λέγω δὲ ἀέρος καὶ ὕδατος καὶ γῆς, ὡς δέον τὸ γινόμενον ἀέρα πῦρ πρότερον γενέσθαι,2 ὡσαύτως δὲ καὶ τὸ ὕδωρ διὰ πυρὸς πρότερον ὁδεῦσαν γενέσθαι ὕδωρ, κἀπὶ τῶν ἄλλων ὡσαύτως. ταῦτα μὲν οὖν εἰ μία εἴη ἡ ἀρχή. εἰ δὲ πλείους, ἤτοι ἐλάττους ἔσονται τῶν τεσσάρων ἢ πάντα τὰ τέσσαρα· πλεῖον γὰρ οὐδεὶς ὑπέθετο. εἰ μὲν οὖν τινὰ τῶν τεσσάρων ἀρχὰς θώμεθα, ἀνάγκη πάλιν ταῦτα ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ λέγειν· καὶ εἰ ἀμετάβλητα, ἢ ὡς ὕλην ὑποκείμενα τοῖς ἄλλοις ἢ οὔ· καὶ πάντα ἁπλῶς ὅσα περὶ τοῦ ἑνὸς εἴρηται, τὰ αὐτὰ δυνατὸν λέγεσθαι κἀπὶ τῶν πλειόνων μὲν ἔλαττον δὲ τῶν τεσσάρων. εἰ δὲ τὰ τέσσαρα εἴη, ἤτοι ἀμετάβλητα, ὡς Ἐμπεδοκλῆς, ἐροῦμεν, ἢ μεταβλητικά· καὶ εἰ μεταβλητικά, ἢ πάντα, ὡς αὐτῷ δοκεῖ, ἢ τὰ μὲν τὰ δ’ οὔ, ὥσπερ ὁ Πλάτων ἔφασκε, τὴν γῆν ἀμετάβλητον οἰόμενος εἶναι. ἡ μὲν οὖν πᾶσα διαίρεσις τοιαύτη τις. ἀποτείνεται δὲ πρότερον πρὸς τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως, τὸ λέγον ἓν τῶν τεσσάρων ἀμετάβλητον ὑπάρχον ἀρχὴν ὑλικὴν εἶναι τῶν ἄλλων, εἶτα τοῦτο ἐλέγξας ἐρεῖ τινα καὶ πρὸς τὴν Ἀναξιμάνδρου δόξαν, ἣν ἤλεγξε μὲν κἀν τοῖς προλαβοῦσιν, ἐλέγχει δὲ καὶ νῦν δι’ ἑτέρων τινῶν λόγων, καὶ μετὰ ταῦτα τρέπεται ἐπὶ τὸ τέταρτον τμῆμα, τὸ ἓν τῶν τεσσάρων μεταβλητικὸν ὑποτιθέμενον. τὸ γὰρ τρίτον οὐδὲ λόγου ἀξιοῖ, τὸ φάσκον ἕν τι τῶν τεσσάρων ἀρχὴν εἶναι ἀμετάβλητον ὂν καὶ ἐν ὕλης τάξει μὴ ὑποκείμενον, ὡς εὔηθες· εἰ γὰρ ἀμετάβλητόν ἐστι καὶ ὡς ὕλη μὴ ὑπόκειται, πῶς ἔσται ἀρχὴ τῶν ἄλλων μηδεμίαν ἔχουσα σχέσιν πρὸς ταῦτα; οἷς δὲ τὰ προειρημένα τμήματα λόγοις ἐλέγχεται, τοῖς αὐτοῖς καὶ ἡ τινὰ τῶν τεσσάρων ἀρχὰς λαμβάνουσα ὑπόθεσις ἐλέγχεται. καὶ γὰρ καὶ αὐτὴ ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ ὑποτίθεται, καὶ ἢ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ ἄλλα ἢ μή· ὥστε καὶ οἱ ἔλεγχοι κοινοὶ ἔσονται, ὡς προϊόντος τοῦ λόγου δείκνυμεν.
“不仅如此,我们还要以此方式进一步考察它们。” 在表明了元素有四个且全部彼此相互转变,并进一步讲授了它们彼此转变的方式之后,他现在打算仿佛作了一个新的开端那样,着手进行属于有关元素考察的另一种探讨。而这种探讨是什么,必须予以说明。因为在本卷开始时,他列举了古人关于原理所产生的某些看法,并没有对所有看法展开论述,而只是简短地反驳了阿那克西曼德的看法,并针对《蒂迈欧篇》论述道它没有清楚地界定质料;现在,在他自己所设立的元素得到证明之后,他列举了关于元素的所有看法——既包括古人们所主张的看法,也包括依照划分所可能假设的所有看法——并且通过反驳所有其余看法,将由他自己所说的看法作为真理保留下来。也可以通过这种方式来界定摆在我们面前的讨论的目的:在说明了原理有三个(质料、相反性、元素),接着讲授了相反性(热与冷、干与湿),并进一步讲授了元素之后,他现在希望也讲授作为元素底层的质料,究竟是它们中的一个作为所有元素的底层,还是它们之外的某种别的东西。因此,为了使我们能够容易地理解各部分所传授的内容,必须预先引入一个包含了所有将要被讲述的事物的划分。因为凡是假设实存者的物体性原理的人,必然要么说它是一个,要么说是多个;而如果是一个,要么是不同于这四者之物(如阿那克西曼德所说),要么是这四者之一(如赫拉克利特、泰勒斯及其他人所说);而如果是这四者之一,要么作为不变的,要么作为可转变的;而如果是不变的,要么是相对于其余三者及由它们组成的复合物居于质料地位(如那些假设气或火为实存者原理的人所主张的),要么是相对于其余者甚至不占有质料的规定(这是没有人假设过的)。但若有人说它是一个且是可转变的,作为质料就已不再可能假设其为原理,但以另一种方式,即仿佛作为更直接的质料,或许可以称之为原理:仿佛若火是原理,则没有任何东西能够由第一质料生成,除非先生成火,并通过它转变入其他者的本性——我是指气、水和土——因为生成气者必须先成为火,同样水也必须先通过火才成为水,在其余者上亦是如此。如果原理是一个,情况便是如此。但如果是多个,要么少于四个,要么全部四个;因为没有人假设过更多。如果我们把四者中的某些确立为原理,又必然要说它们要么是不变的,要么是可转变的;而如果是不变的,要么作为质料成为其余者的底层,要么不是;而且简言之,凡是关于单一者所说的一切,同样也可以用于多于一个但少于四个者。而如果是这四个,我们或者如恩培多克勒那样说它们是不变的,或者说是可转变的;如果是可转变的,要么如他[亚里士多德]所见全部可转变,要么一部分转变而另一部分不转变,正如柏拉图所主张的那样(他认为土是不变的)。整套划分大致就是如此。他首先针对划分的第二部分展开论述,即主张四者之一作为不变的存在是其余者的质料原理;接着在反驳了这一点之后,也会针对阿那克西曼德的看法讲几句话(他虽然在前面的段落中已经反驳过该看法,但现在也通过某些其他论据予以反驳);此后他转向第四部分,即假设四者之一是可转变的。因为第三部分——即声称四者中的某一个是原理、既不变又不以质料的地位作为底层的看法——由于愚蠢,他甚至不屑一提;因为如果它是不变的且不作为质料居于底层,它对它们没有任何关系,又怎能成为其余者的原理呢?前述各部分是由哪些论据反驳的,接受四者中的某些作为原理的假说同样也由这些论据反驳。因为该假说也同样假设它们要么不变要么可转变,要么相对于其余者居于质料的规定,要么不居于;因此,正如我们在论述的推进中所指出的那样,这些反驳也将是共通的。
- 2.54ὡς ἂν μηδενὸς ἐκ τῆς πρώτης ὕλης γενέσθαι δυναμένου μὴ πρῶτον πυρὸς γενομένου, εἰ πῦρ εἴη ἡ ἀρχή, καὶ διὰ τούτου εἰς τὴν τῶν ἄλλων φύσιν μεταβάλλοντος
在由 ὡς ἄν 引出的一连串属格独立结构(μηδενὸς ... δυναμένου, μὴ πρῶτον πυρὸς γενομένου)中,分词 μεταβάλλοντος 在语法上与 πυρός 一致,或作为隐含生成主体的属格独立分词。它表达了一种假设性的说明:若火是原理,则没有任何事物能直接从第一质料生成,而必须先成为火并通过火转变入其他元素的本性。
- 2.54ὡς δέον τὸ γινόμενον ἀέρα πῦρ πρότερον γενέσθαι
这是由 ὡς 引导的无人称动词 δεῖ 的中性宾格分词 δέον 构成的宾格独立结构(accusativus absolutus),表示一种假定的必然性或主观理由(“基于……乃是必须的”)。不定式从句的主语为 τὸ γινόμενον ἀέρα(生成气者),谓语为 πῦρ πρότερον γενέσθαι(先成为火)。
