- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:235.19-237.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了331b24–331b35,首先探讨了由土和气生成火(作为燃烧之烟的火焰)的经验证据,随后就相连元素之间不能产生出单一元素这一亚里士多德论断,对比了亚历山大的解释与基于概念抽象的自身解释,并对诸元素相互转变的规则作了总结。
" Ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γένεσις· μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ’ ἐστὶ καπνὸς καιόμενος." Εἰπὼν ὅτι ἐκ γῆς καὶ ἀέρος ἕν τι ἀποτελεῖται, ποτὲ μὲν πῦρ ποτὲ δὲ ὕδωρ, φησὶν ὅτι ἐπὶ πυρὸς ἔστι φανερὰν ἰδεῖν τὴν τοιαύτην γένεσιν. ἡ γὰρ φλόξ, φησί, πῦρ τυγχάνουσα οὐδὲν ἕτερόν ἐστιν ἢ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς μῖγμά ἐστιν ἀέρος καὶ γῆς· ἡ γὰρ ἀπὸ τῆς ὑγρότητος ἀναθυμίασις ἔχουσα σὺν αὑτῇ μεμιγμένον τι γεῶδες συνίστησι τὸν καπνόν, μεταβαλλόντων δὲ τῆς μὲν γῆς κατὰ τὸ ψυχρὸν τοῦ δ’ ἀέρος κατὰ τὸ ὑγρὸν ἡ φλὸξ γίνεται, ἔχουσα τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν.
“火的生成也与感觉相符;因为火焰尤其是火,而火焰就是燃烧着的烟。” 在说明了由土和气产生出单独的一个东西(有时是火,有时是水)之后,他说在火的情形中可以清楚地看到这种生成。因为他说,火焰既然是火,就不外乎是燃烧着的烟,而烟是气与土的混合物;因为来自湿性的蒸发物自身混合了某种土性的东西而构成了烟,而当土依冷、气依湿转变时,火焰便生成,具有土的干与气的热。
"Ἐν δὲ τοῖς ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἐν ἑκατέρῳ θατέρου.1" Καὶ τοῦτο τὸ ῥητὸν ὡσαύτως τῷ προτέρῳ διττῶς ἐνδέχεται ἐξηγήσασθαι, κατὰ μὲν Ἀλέξανδρον λέγοντας [ὅτι] τὰ ἐφεξῆς ἀλλήλων μὴ δύνασθαι ἕν τι ἀπογεννῆσαι· εἰ γὰρ ὑποθώμεθα ἐξ ἑκατέρου μίαν φθειρομένην ποιότητα, αἱ ὑπολειπόμεναι ἢ ἐναντίαι εὑρεθήσονται ἢ αἱ αὐταί, οὐ δύναται δὲ οὐδὲ ἐξ ἐναντίων οὐδ’ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ποιότητος ἀποτελεσθῆναι τρίτον, καθάπερ πρότερον σαφέστατα ἐδείξαμεν. κατὰ μὲν Ἀλέξανδρον οὕτως. κατὰ δὲ τοὺς λέγοντας μὴ δύνασθαι φθαρείσης ποιότητος μὴ ἐπιγενέσθαι τὴν ἐναντίαν, οὐκ ἔσται ἀληθὲς τὸ λέγειν ἐκ τῶν ἐφεξῆς μεταβαλλόντων μὴ δύνασθαι τρίτον τι ἀποτελεσθῆναι· ἐκ γὰρ τοῦ πυρὸς καὶ ἀέρος, μεταβάλλοντος κατὰ μίαν ποιότητα ἑκατέρου, ἔσονται. ἀλλ’ εἰ μὲν ἑκάτερον μεταβάλλοι κατὰ θερμότητα, ἔσται γῆ καὶ ὕδωρ, ἐκ μὲν πυρὸς γῆ ἐξ ἀέρος δὲ ὕδωρ· * * * καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πῶς οὖν δυνατὸν κατὰ ταύτην τὴν ἐξήγησιν ἀληθῆ σῴζειν τὴν Ἀριστοτελικὴν ἔννοιαν; ἢ λέγοντα ὅτι λόγῳ μόνῳ θεωρήσας2 ἐξ ἑκατέρου μίαν ποιότητα ὑπολειπομένην ἔφη ταύτας μὴ δύνασθαι συνδυασθείσας ἀποτελέσαι τρίτον τι ἕτερον, τῆς τῶν πραγμάτων φύσεως μὴ ἐχούσης οὕτως; οὐδὲ γὰρ δυνατὸν τοῦ πυρὸς φθαρείσης τῆς θερμότητος μὴ οὐχὶ ἐπιγενέσθαι3 ψῦξιν, οὐδὲ ἐπὶ τῶν ἄλλων οὐδενός. ὥστε κατ’ ἐπίνοιαν χρὴ μόνον λαβεῖν τὸ εἰρημένον σῳζόμενον, ὅτι ἐὰν ἀφελόντες τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν λάβωμεν τὰς ὑπολειπομένας, τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος τὴν ὑγρότητα, οὐδενὸς ἔσονται αὗται συστατικαί, ὡς ἂν ἐναντίαι οὖσαι καὶ τῷ αὐτῷ μὴ δυνάμεναι ὑπάρχειν. ἀλλ’ οὐδὲ εἰ τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος τὴν ὑγρότητα ἀφέλωμεν, δυνατὸν ἐκ τοῦ κατὰ τὸ πῦρ καὶ τὸν ἀέρα θερμοῦ συστῆσαι στοιχεῖον· κατὰ συζυγίαν γὰρ τούτων ἕκαστον εἰδοποιεῖται.
“但是在相连的诸元素中,当每一方中的另一性质毁灭时,则不可能[生成]。” 这句文句也如同前一句一样可以有两种解释:依亚历山大而言,是说彼此相连者不可能产生出一个东西;因为如果我们假设每一方都毁灭一个性质,留下的性质将被发现要么是相反的,要么是同一的,但正如我们先前极其明白地指出的那样,既不可能从相反者产生出第三者,也不可能从一个且同一的性质产生出第三者。依亚历山大而言便是如此。但依那些声称一旦某一性质毁灭相反的性质就不可能不随后产生的人而言,说由转变的相连者不可能产生出第三个东西就不是真的了;因为当火与气各自依一个性质转变时,[事物]就会产生。但是,如果二者各自依热转变,就会成为土和水,由火产生土,由气产生水;[……]其余各物亦是如此。那么依这种解释,如何可能保持亚里士多德的思想为真呢?抑或是通过说:他仅仅在道理上考察了从每一方留下一个性质,便宣称这些性质结合起来不可能产生出第三个不同的东西,即便事物的本性并非如此?因为火的热毁灭时冷不可能不随后产生,在任何其他事物上也是如此。因此,必须把所说的话理解为仅在观念中得以保全:如果我们去除了火与气的热,取留下的性质——火的干与气的湿,它们既然是相反的且不能属于同一事物,就不会构成任何东西。但即使我们去除了火的干与气的湿,也不可能从火与气中的热构成一个元素;因为它们各自都是依照配对而被赋予形式的。
"Ἐν ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸν τὸ δὲ ἐναντίον." Σαφῶς αὐτὸς ἐδίδαξε διὰ τί ἐκ τῶν ἐφεξῆς ἑκατέρου μίαν ὑπολιπόντες ποιότητα οὐ γεννᾶταί τι· ταῦτα γάρ, φησί, τὴν μὲν ἑτέραν τῶν ποιοτήτων κοινὴν ἔχουσι, τὴν δὲ ἑτέραν ἐναντίαν, οὔτε δὲ τῶν ἐναντίων ὑπολειφθεισῶν οὔτε τῆς αὐτῆς ποιότητος δυνατὸν γενέσθαι τι ἕτερον.
“因为在所有相连者中,一者是同一的,而另一者是相反的。” 他自己清楚地说明了为什么在从相连者中各自留下一个性质时不会生成任何东西;因为他说,它们具有诸性质中的一个作为共同的,而另一个作为相反的,无论是相反的性质被留下,还是同一的性质〔被留下〕,都不可能生成某种别的东西。
"Ὥσθ’ ἅμα δῆλον ὅτι τὰ μὲν ἐξ ἑνὸς εἰς ἓν μεταβαίνοντα. " Συμπεραινόμενος τὸν λόγον ἀναλαμβάνει τὰ εἰρημένα, ὅτι ὅταν μὲν ἐξ ἑνὸς γίνηται, μιᾶς φθαρείσης ποιότητος, ἀποτελεῖταί τι, ὡς ἐπὶ τῶν ἐχόντων πρὸς ἄλληλα σύμβολα· ὅταν δὲ ἐκ δύο ἓν γίνηται, δύο φθείρονται ποιότητες. ὡσαύτως δὲ καὶ ὅταν τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνηται· καὶ τότε γὰρ δύο φθείρονται ποιότητες, ὡς εἴρηται.
“因此同时也清楚的是,由一向一过渡者……” 他在总结论证时重申了所说的话:即当从一者生成时,一个性质毁灭便产生出某物,正如在彼此互有信物者身上的情形那样;但当由二者生成一者时,有两个性质毁灭。而当相反者由相反者生成时同样如此;因为正如所说的那样,那时也有两个性质毁灭。
- 2.51φθαρέντος ἐν ἑκατέρῳ θατέρου
独立属格结构。θατέρου(即 θάτερον = τὸ ἕτερον 的属格)充当语义主语,意为“当每一方中的另一性质毁灭时”。
- 2.51ἢ λέγοντα ὅτι λόγῳ μόνῳ θεωρήσας
用于引出回应前文疑问句 πῶς οὖν δυνατόν... σῴζειν τὴν Ἀριστοτελικὴν ἔννοιαν? 的另一种解答。分词 λέγοντα 为宾格,与不定式 σῴζειν 的泛指逻辑主语一致(即“抑或是通过[某人]说:仅仅在道理上考察了……”)。
- 2.51μὴ οὐχὶ ἐπιγενέσθαι
双重否定结构(μὴ οὐ(χὶ) 加上不定式),呼应前面的否定句 οὐδὲ γὰρ δυνατόν。表达强烈的肯定:“……不可能不随后产生”(即必然随后产生)。
