← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§234.20-235.18

关于二元素生成之一在数目与形式上的解释

关于两个元素产生出一个元素这一说法,菲洛波庞首先介绍了亚历山大关于生成数目之“一”的解释,随后提出了自己关于生成形式之“一”的解释,并阐明了为何这种转变更为容易。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.49#2

ὁ μὲν γὰρ Ἀλέξανδρος ἁπλούστερον, καθάπερ καὶ φαίνεται λέγων Ἀριστοτέλης, οὕτως ἐξηγήσατο, φάσκων τὰ ἐναντία στοιχεῖα δύνασθαι ἕν τι κατὰ ἀριθμὸν ἀποτελέσαι, ἑκατέρου αὐτῶν τὴν μὲν ἑτέραν τῶν ποιοτήτων μεταβάλλοντος, τὴν δὲ ἑτέραν φυλάξαντος. ἡ γὰρ γῆ καὶ ὁ ἀὴρ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ ἀποτελοῦσιν. εἰ γὰρ φθαρείη τοῦ μὲν ἀέρος τὸ ὑγρὸν καὶ μένει τὸ θερμόν, τῆς δὲ γῆς τὸ ψυχρὸν ὡς ὑπολειφθῆναι τὸ ξηρόν, τὸ πῦρ ἀποτελεσθήσεται· καὶ ὕδωρ δὲ πάλιν ἔσται τοῦ μὲν θερμοῦ καὶ ξηροῦ φθαρέντος, ὑπολειφθέντος δὲ τοῦ ὑγροῦ καὶ ψυχροῦ. καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, εἴρηκεν ταύτην τὴν μεταβολὴν ῥᾷον γίνεσθαι τῆς ἐξ ἐναντίας ἐναντίον ἓν ἐξ ἑνὸς ποιούσης,1 διότι, φησίν, ἐν μὲν τῷ γίνεσθαι πῦρ ἐξ ὕδατος δύο φθείρονται ποιότητες, τὸ θερμὸν καὶ ξηρόν, καὶ ἕτεραι δύο γεννῶνται, τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἐκ δύο ἓν ἀποτελεῖται τρίτον, δύο μὲν φθείρονται, οὐ γεννῶνται δὲ ἕτεραι. οὕτως μὲν ὁ Ἀλέξανδρος. δυνατὸν δὲ λέγειν ὅτι Ἀριστοτέλης ἕν φησιν ἀποτελεῖσθαι ἐκ δύο, οὐ κατὰ ἀριθμὸν ἕν, ἀλλὰ τῷ εἴδει. οὐδὲ γὰρ δυνατὸν τῆσδέ τινος τῆς ποιότητος φθαρείσης μὴ οὐ τὴν ἐναντίαν γενέσθαι,2 οἷον, φησίν, ἐκ πυρὸς καὶ ὕδατος μεταβαλλόντων ἀὴρ ἀποτελεῖται, οὐχ εἷς κατ’ ἀριθμόν, ἀλλ’ ἄλλος μὲν ἐκ πυρὸς ἕτερος δὲ ἐξ ὕδατος. φθειρομένης γὰρ τῆς τοῦ πυρὸς ξηρότητος ἐπιγίνεται πάντως ὑγρότης, καὶ ἀποτελεῖται ὁ ἀήρ· καὶ τὸ ὕδωρ ὡσαύτως ἀποβάλλον τὴν ψύξιν προσκτᾶται θερμότητα καὶ ἀὴρ ἀποτελεῖται. καὶ ἴσως τις ἐρεῖ· εἰ δύο μὲν φθείρεσθαι λέγοιμεν ποιότητας δύο δὲ γίνεσθαι, πῶς ἂν εὐχερεστέρα λέγοιτο ἡ μεταβολὴ αὕτη τῆς εἰς τἀναντία μεταβολῆς, εἴ γε ἐφ’ ἑκατέρας μεταβολῆς δύο ποιοτήτων γένεσις καὶ δύο φθορὰ θεωρεῖται; πρὸς ὃν εὐλόγως ἐροῦμεν ὅτι τοῦ μὲν ἐναντίου εἰς τὸ ἐναντίον μεταβάλλοντος περὶ τὸ αὐτὸ θεωρεῖται ἡ πᾶσα μεταβολή, τουτέστιν ἡ γένεσις τῶν δύο καὶ ἡ φθορὰ τῶν ἄλλων δύο ποιοτήτων, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἓν ἐκ δύο ἀποτελεῖται, περὶ δύο θεωρεῖται ἡ τῶν δύο ποιοτήτων μεταβολὴ ἑκατέρου κατὰ μίαν μεταβάλλοντος ποιότητα, τοῦ μὲν πυρὸς κατὰ τὴν ξηρότητα μεταβάλλοντος τοῦ δὲ ὕδατος κατὰ τὴν ψυχρότητα. αὕτη δὲ ῥᾴστη ἐστὶν ἡ μεταβολὴ μηδὲν διαφέρουσα τῆς πρώτης παρ’ αὐτοῦ εἰρημένης, καθ’ ἣν ἓν εἰς ἓν μεταβάλλει τῶν ἐφεξῆς ἀλλήλων καὶ σύμβολα ἐχόντων πρὸς ἄλληλα, ἣν καὶ εὐχερεστέραν πασῶν εἶναι ἀπεφήνατο.

因为亚历山大以更为简易的方式,正如亚里士多德表面所说的那样,作了如此解释:他声称相反的诸元素能够产生出数目上的一个东西,此时它们各自改变诸性质中的一方,而保留另一方。因为土和气有时产生火,有时产生水。因为如果气的湿毁灭而热留存,土的冷[毁灭]从而干被留下,火就会被产生出来;而当热与干毁灭、湿与冷被留下时,又会成为水。亚历山大说,正因如此,他才说这种转变比起由一个相反者生成一个相反者的转变更容易发生,因为他说,在火从水生成时,有两个性质即热与干毁灭,另外两个即湿与冷生成,而在眼下的这种依其从二者产生出第三个单独者的转变中,虽然有两个[性质]毁灭,却没有另外两个生成。亚历山大便作如是说。但也可以说,亚里士多德所说的由二者产生出的“一”,并非数目上的一,而是在形式上的一。因为某一特定性质毁灭之后,相反的性质不可能不生成;例如他说,当火与水转变时,产生出的是气,却并非数目上的一个,而是一个由火产生,另一个由水产生。因为当火的干燥毁灭时,湿性无论如何都会随后产生,从而产生出气;同样,水抛弃冷性而获得热性,从而产生出气。或许有人会说:如果我们说有两个性质毁灭且有两个性质生成,既然在每一种转变中都看到两个性质的生成和两个性质的毁灭,那么这种转变怎么能被称为比向着相反者的转变更容易呢?对此我们将合乎情理地回答说:当相反者向相反者转变时,整个转变都是在同一个东西上被看到的,也就是这两个性质的生成与另两个性质的毁灭;而在眼下的这种由二者产生出一者的转变中,两个性质的转变是在两个东西上被看到的,二者各自依一个性质而转变,火依干燥转变,而水依寒冷转变。这种转变是最为容易的,与他所说的第一种转变毫无差别——在那第一种转变中,彼此相连且互有信物者是一对一转变的,而他也断定这种转变比所有转变都更为容易。

语法注2 条
  1. 2.49τῆς ἐξ ἐναντίας ἐναντίον ἓν ἐξ ἑνὸς ποιούσης

    阴性属格定冠词 τῆς 承接前文出现的阴性名词 μεταβολήν(补出属格 μεταβολῆς),并将整个分词短语名词化,意为“由一个相反者生成一个相反者的[转变]”。介词短语 ἐξ ἐναντίας 作副词性修饰,意为“从相反者出发”,而宾格 ἐναντίον 则充当分词 ποιούσης 的直接宾语。

  2. 2.49οὐδὲ γὰρ δυνατὸν τῆσδέ τινος τῆς ποιότητος φθαρείσης μὴ οὐ τὴν ἐναντίαν γενέσθαι

    这是否定重叠结构:在否定性的无人称表达 οὐ δυνατὸν 之后,不定式带有否定词 μὴ οὐ(μὴ οὐ γενέσθαι)。在否定主句之后使用 μὴ οὐ 表达强烈的必然性,即“……不可能不生成”(亦即“必然生成”)。短语 τῆσδέ τινος τῆς ποιότητος φθαρείσης 则是表时间或条件的属格独立结构(属格绝对结构)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:234.20-235.18