- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:233.16-234.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐洛庞诺斯讨论了元素转变的第三种形态,即两个相反元素各自毁灭一种性质从而生成第三种元素,并证明了这只能发生在相反元素之间而不可能发生在相连元素之间。
" Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δὲ ἑκατέρου θάτερον φθαρῇ,1 ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ τούτων μετάβασις." Εἰπὼν περὶ τῆς μεταβολῆς τῶν σύμβολα ἐχόντων πρὸς ἄλληλα καὶ σύνεγγυς ὄντων, ἣν καὶ ῥᾴστην εἶπεν, ἔτι τε περὶ τῆς τῶν ἐναντίων, ἥτις γίνεται κατ’ ἄμφω μεταβαλλόντων, ἣν καὶ χαλεπωτέραν φησὶν εἶναι, νῦν ἐκτίθεται τρίτην διαφορὰν μεταβολῆς, καθ’ ἣν ἐκ δύο τινῶν τῶν ἐναντίων ἕν τι τρίτον ἀποτελεῖται, ἑκατέρου κατὰ τὴν ἑτέραν ποιότητα μεταβάλλοντος, οἷον ἐκ πυρὸς καὶ ὕδατος ἐναντίων ὄντων γίνεται ποτὲ μὲν ἀὴρ ποτὲ δὲ γῆ. ὅταν μὲν γὰρ τὸ πῦρ μεταβάλλῃ κατὰ τὸ ξηρὸν τὸ δὲ ὕδωρ κατὰ τὸ ψυχρόν, μένει τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν, ὅπερ εἰδοποιεῖ τὸν ἀέρα· ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρὸν φθαρείη, μένει τὸ ψυχρὸν καὶ ξηρὸν ἀποτελεστικὰ ὄντα τῆς γῆς. οὕτω δὲ κἀπὶ ἀέρος καὶ γῆς συμβαίνει. ποτὲ μὲν γὰρ ὕδωρ ἔσται, ὅταν τοῦ μὲν ἀέρος τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρὸν φθαρῇ· μένει γὰρ τὸ θερμὸν καὶ ξηρόν, ἅπερ εἰδοποιεῖ τὸ πῦρ. τοῦτο μὲν οὖν τὸ ἐκ δύο μεταβαλλόντων στοιχείων ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα ἐπὶ τῶν ἐναντίων συμβαίνει στοιχείων,2 ἐπὶ δὲ τῶν ἐφεξῆς οὐκέτι· οὔτε γὰρ πυρὸς καὶ ἀέρος μεταβαλλόντων δυνατὸν ἄλλο τι τρίτον ἀποτελεσθῆναι, οὔτε ἀέρος καὶ ὕδατος, οὔτε ὕδατος καὶ γῆς. καὶ σαφηνείας ἕνεκεν γυμναζέσθω ὡς ἐπὶ πυρὸς καὶ ἀέρος. φημὶ δὴ ταῦτα μὴ δύνασθαι μεταβαλόντα κατὰ τὴν ἑτέραν τῶν ποιοτήτων ἕν τι ἀποτελέσαι παρὰ ταῦτα. ἀνάγκη δὴ ἢ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ἀέρος τὸ ὑγρὸν φθαρῆναι, καὶ ὑπολειφθήσεται τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμὸν ὅπερ τὸ πῦρ εἰδοποιεῖ, καὶ οὐκ ἔσται ἄλλο τι παρὰ ταῦτα· ἢ ἔμπαλιν τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν, καὶ ἔσται τὸ ὑπολιμπανόμενον θερμὸν καὶ ὑγρὸν ταὐτὸν τῷ ἀέρι· ἢ τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ ὑγρόν, καὶ καταλείπεται δύο θερμὰ μηδὲν εἰδοποιοῦντα· ἢ καὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν φθαρήσεται, καὶ ἔσται λοιπὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἐναντία ὑπάρχοντα ἃ μὴ συνδυάζεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς ὁ αὐτὸς λόγος. ᾧ δῆλον ὅτι κατ’ οὐδένα τρόπον δύναται ἐκ τῶν ἐφεξῆς μεταβαλλόντων ἕν τι τρίτον ἀποτελεσθῆναι. Ἡ μὲν οὖν τοῦ ῥητοῦ πᾶσα ἔννοια τοιαύτη τις ὑπάρχει, ἐνδέχεται δὲ διαφόρως ἐκλαβεῖν τὸ εἰρημένον.
“因此,这种生成更为费时;但如果二者各自的一方毁灭,[转变]虽较容易,它们的过渡却并非朝向彼此的。” 在论述了相互具有信物且彼此相邻者的转变(他也称这种转变最为容易),以及发生在两者皆转变情况下的相反者的转变(他也称这种转变更为困难)之后,现在他提出了转变的第三种属差:依此属差,从两个相反者产生出一个第三者,此时二者各自依另一种性质而转变;例如从作为相反者的火和水,有时生成气,有时生成土。因为当火依干燥而转变、水依寒冷而转变时,火的热与水的湿得以留存,这便赋予气以形相;而当火的热与水的湿毁灭时,寒冷与干燥便留存下来,成为生成土的成分。同样的情形也发生在气与土之上。因为有时生成水,当气的热与土的干毁灭时;因为热与干留存下来,而它们赋予火以形相。因此,从两个转变的元素产生出异于它们的某一个东西,这发生在相反的诸元素中,但在相连的诸元素中则不再如此;因为既不可能在火与气转变时产生出某种其他的第三者,也不可能在气与水、或水与土[转变时]产生出第三者。为了清晰起见,不妨以火与气为例加以操练。我断言,它们依诸性质中的一方转变之后,绝不可能产生出异于它们的某一个东西。因为必然或者火的热与气的湿毁灭,从而留下了火的干与气的热,这赋予火以形相,而不会成为异于它们的某种别的东西;或者相反,火的干与气的热[毁灭],留下来的热与湿便与气同一;或者火的干与气的湿[毁灭],从而留下了两个热,不赋予任何东西以形相;或者火的热与气的热都被毁灭,剩下的将是作为互不结合的相反者的干与湿。对于其余相连的诸元素,论理也是相同的。由此显然,从相连的转变元素中绝不可能产生出某个第三者。这段文句的全部要旨就是如此,但对所说之话也可以有不同的理解。
- 2.49ἐὰν δὲ ἑκατέρου θάτερον φθαρῇ
引文中的句法:ἑκατέρου 为指代两个相反元素的部分属格(或领属格),而 θάτερον (τὸ ἕτερον) 是主格中性单数,作被动虚拟式 φθαρῇ 的主语,指代每个元素所具有的两种性质中的“一方”。
- 2.49τοῦτο μὲν οὖν τὸ ἐκ δύο μεταβαλλόντων στοιχείων ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα ἐπὶ τῶν ἐναντίων συμβαίνει στοιχείων
整句的主语是由中性单数冠词 τό 所统摄的带宾格的不定式短语 τὸ ... ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα(“从两个转变的元素产生出异于它们的某一个东西”),而句首的 τοῦτο 则是指代并预示该主语短语的指示代词,主动词为 συμβαίνει。
