- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:231.25-233.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯解释了亚里士多德关于若否定元素相互转变则质变本身亦不复存在的论证,反驳了亚历山大对“质变”的理解,并阐明了为何全部四种元素都能相互转变,以及拥有共同性质的元素如何比在两种性质上皆相反的元素更容易且更快地发生转变。
" Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις· κατὰ γὰρ τῶν ἁπτῶν τὰ πάθη ἡ ἀλλοίωσις." Εἰ μὴ ἐξ ἀλλήλων, φησίν, τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις, οὐκ ἂν ἦν ἀλλοίωσις, διότι τὸ γίνεσθαι τούτοις κατὰ τὴν τῶν ἁπτῶν ποιοτήτων μεταβολὴν ὑπάρχει ὡς ἂν κατὰ ταύτας εἰδοποιουμένοις· εἰ δὲ ταῦτα τὰ ἁπτὰ πάθη ἀμετάβλητά φασιν οἱ ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοιχείων, ἀναιροῦσι καὶ τὴν ἀλλοίωσιν, εἴπερ κατὰ τὰ ἁπτὰ πάθη θεωρεῖται ἀλλοίωσις. ἀλλοίωσιν δὲ χρὴ νοεῖν οὐχ, ὥσπερ Ἀλέξανδρος, τὴν γένεσιν·1 οὐδὲ γὰρ κατάλληλος ἡ ἔννοια τοῦ ῥητοῦ εὑρεθήσεται λέγοντος ὅτι εἰ μὴ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις, οὐκ ἂν εἴη γένεσις. ἀλλοίωσιν τοίνυν ἀκούειν χρὴ τὴν καθόλου κατὰ ποιότητα μεταβολήν, εἴτε οὐσιώδης εἴτε συμβεβηκυῖα ὑπάρχει ἡ ποιότης. ἀλλ’ ἴσως τις ἐρεῖ· πῶς τὴν καθόλου ἀλλοίωσίν φησι κατὰ τὰ ἁπτὰ πάθη γίνεσθαι; οὐδὲ γὰρ ἡ τοῦ λευκοῦ εἰς μέλαν μεταβολὴ οὐδὲ ἡ τοῦ γλυκέος εἰς τὸ πικρὸν κατὰ τὰ ἁπτὰ πάθη γίνεται. πρὸς ὃ φαμεν ὅτι αἱ ἄλλαι πᾶσαι ἀλλοιώσεις εἰ καὶ μὴ κατὰ τὰ ἁπτὰ πάθη θεωροῦνται, ἀλλ’ οὖν τῇ τῶν ἁπτῶν ποιοτήτων μεταβολῇ ἕπονται· ταῖς γὰρ κράσεσι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τὰ χρώματα καὶ οἱ χυμοὶ καὶ πᾶσαι αἱ αἰσθηταὶ ποιότητες ἕπονται. Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. τοῦτο διὰ μέσου ἔγκειται·2 ἡ γὰρ συνέχεια τοιαύτη τις ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις, διὰ μέσου δὲ τὸ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. ὑποπίπτει δὲ τῇ αἰσθήσει, ὅτι τὸ τέως ψυχρὸν θερμὸν ἀποτελεῖ καὶ τοὔμπαλιν, καὶ τὸ ὑγρὸν ξηρὸν καὶ τοὔμπαλιν.
“同时,依感觉也显然可见[它们]在生成;因为否则就不会有质变;因为质变是依照触觉对象的受动而成立的。” 他说,如果对于单纯物体而言生成并非相互由来的,那么就不会有质变,因为对于它们而言生成是在于触觉性质的转变,正如它们是依照这些性质被赋予形相的那样;而如果那些否定诸元素相互生成的人声称这些触觉受动是不可转变的,那么倘若质变确实是依触觉受动而被考察的,他们也就否定了质变。但不应像亚历山大那样把质变理解为生成;因为若断言如果它们不是相互生成就不会有生成,这一文句的含义就无法显得融贯。因此,应当把质变理解为依性质的一般转变,无论该性质是本质性的还是偶性的。然而或许有人会说:他怎能说一般的质变是依触觉受动而发生的?因为从白到黑的转变,或者从甜到苦的转变,都不是依触觉受动而发生的。对此我们说,所有其余的质变即使不是依触觉受动而被考察的,但也毕竟伴随着触觉性质的转变;因为颜色和滋味以及一切可感性质都伴随着热、冷、燥、湿的调配。“同时,依感觉也显然可见[它们]在生成。”这一句是中间插入的;因为连贯的思路是这样的:单纯物体的生成是相互由来的,因为否则就不会有质变;而“依感觉也显然可见[它们]在生成”是夹在中间的。而在感觉中呈现出来的则是:此前冷的东西产生出热,反之亦然;湿的东西产生出燥,反之亦然。
"Καὶ πότερον ἅπαν ἐξ ἅπαντος γίνεσθαι δυνατόν." Οὐ μόνον, φησίν, εἰπεῖν χρὴ ὅτι ἐξ ἀλλήλων γεννῶνται, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων μεταβολῆς διδάξαι, ἀλλὰ καὶ ὅτι ἕκαστον τῶν τεσσάρων ἐξ ἑκάστου γεννᾶται καὶ οὐκ ἔστι τι αὐτῶν ἀμετάβλητον, καθάπερ ὁ Πλάτων τὴν γῆν ὑπετίθετο.
“以及是否一切都可能从一切生成。” 他说,不仅应当说明它们相互生成,并阐明相互转变的途径是什么,而且还必须说明四者中的每一个都从每一个生成,并且它们之中没有任何一个是不可转变的,并不像柏拉图对土所假设的那样。
"Ὅτι μὲν οὖν ἅπαντα πέφυκεν εἰς ἄλληλα μεταβάλλειν,〈φανερόν〉." Νῦν δείκνυσιν ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, ἔστι δὲ ἡ δεῖξις τοιαύτη. τἀναντία ἐξ ἀλλήλων γίνεται (εἰς ἄλληλα γὰρ μεταβάλλει· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχόν, ὡς ἀποδέδεικται), τὰ δὲ στοιχεῖα ἐναντίως ἔχει, τὰ στοιχεῖα ἄρα πάντα ἐξ ἀλλήλων γίνεται καὶ εἰς ἄλληλα μεταβάλλει. ὅτι δὲ τὰ στοιχεῖα ἐναντία, δείξει διὰ τοῦ ἐκθέσθαι τὰς διαφορὰς αὐτῶν ἐναντίας οὔσας, καθ’ ἃς καὶ εἰδοποιοῦνται καὶ εἰς ἄλληλα μεταβάλλουσιν.
“因此,一切自然地能够相互转变,[这是显然的]。” 现在他证明一切都相互转变,其论证如下。相反者相互由来而生成(因为它们相互转变;因为正如所证明的,绝非任意之物转变为任意之物),而诸元素处于相反的状态;因此,诸元素全都相互由来而生成并相互转变。至于诸元素是相反的,他将通过揭示它们之间的差异是相反的来予以证明,它们正是依这些差异而被赋予形相并相互转变的。
"Ἤδη δὲ καθ’ ἕκαστον οὐ χαλεπὸν ἰδεῖν πῶς." Εἰπὼν ὅτι ἐξ ἀλλήλων γεννῶνται οὐ τὰ μὲν τὰ δ’ οὔ, ἀλλ’ ἕκαστον ἐξ ἑκάστου, νῦν ἐπὶ δεύτερον μετῆλθε πρόβλημα, τὸν τρόπον ζητῶν τῆς ἐξ ἀλλήλων μεταβολῆς. φησὶ δὲ ὅτι τὰ μὲν ἔχει κοινὴν ποιότητα πρὸς ἄλληλα, ὅπερ σύμβολον προσαγορεύει, ὥσπερ τὸ πῦρ πρὸς τὸν ἀέρα ἔχει κοινωνίαν κατὰ τὴν θερμότητα, καὶ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν ὑγρότητα, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐφεξῆς ἀλλήλων· τὰ δὲ οὐδεμίαν ἔχει πρὸς ἄλληλα κοινωνίαν κατ’ ἀμφοτέρας ἐναντία ὄντα τὰς συζυγίας, ὥσπερ ἔχει πῦρ πρὸς ὕδωρ καὶ ἀὴρ πρὸς γῆν. τὰ μὲν οὖν, φησίν, ἔχοντα πρὸς ἄλληλα κοινωνίαν ῥᾷον μεταβάλλει, διότι κατὰ μίαν μόνην ποιότητα μεταβάλλει, τὰ δὲ κατ’ ἄμφω ἐναντία βραδύτερον ἐξ ἀλλήλων γίνεται· δυσχερέστερον γὰρ ἀμφότεραι αἱ ποιότητες μεταβάλλουσι τῆς μιᾶς.3 καθόλου τοίνυν πάντα εἰς ἄλληλα μεταβάλλει, ἀλλὰ τὰ μὲν συγγένειάν τινα κατὰ μίαν τῶν ἐναντιώσεων 〈ἔχοντα〉 ῥᾷον, τὰ δὲ ἐναντία πάντῃ βραδύτερον.
“而现在就个别情况来看其如何并不困难。” 在说明了它们相互生成并非某些如此而某些不如此、而是每一个都从每一个生成之后,现在他转入了第二个论题,探究相互转变的途径。他说,某些元素相互之间拥有共同的性质,他称之为信物,正如火依照热与气具有共通性,气依照湿与水[具有共通性],简而言之,所有相互毗邻者皆是如此;而另一些元素相互之间则毫无共通性,依照两种组合都是相反的,正如火之于水,气之于土。因此他说,相互之间拥有共通性的元素转变起来更为容易,因为它们仅仅依照单一性质而转变;而在两方面都相反的元素相互生成起来则更为迟缓;因为两种性质都转变比一种[性质转变]更为困难。因此,普遍地讲,一切都相互转变,但依照其中一种相反性而具有某种亲缘关系者转变较易,而在各方面都相反者转变较缓。
- 2.45ἀλλοίωσιν δὲ χρὴ νοεῖν οὐχ, ὥσπερ Ἀλέξανδρος, τὴν γένεσιν
否定词 οὐχ 既修饰 ὥσπερ Ἀλέξανδρος 也支配 τὴν γένεσιν,构成“不应当像亚历山大那样把质变理解为生成”的否定结构。后文以 οὐδὲ γάρ 引出的论据表明,若将质变(ἀλλοίωσις)等同于生成(γένεσις),亚里士多德的论述就会变成同义反复(“若无生成便无生成”),由此确证了这一句法关联。
- 2.45τοῦτο διὰ μέσου ἔγκειται
τοῦτο 指代前文所引的“同时,依感觉也显然可见[它们]在生成”(Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα)。διὰ μέσου ἔγκειται 是注疏术语,意为“作为插入成分(括号句)而存在”。注疏家借此梳理句法逻辑连贯性(συνέχεια),指出原因从句 οὐ γὰρ ἂν ἦν ἀλλοίωσις 实际上直接承接前文单纯物体相互生成的论点,而诉诸感觉的这句话是夹在两者之间的插入语。
- 2.48δυσχερέστερον γὰρ ἀμφότεραι αἱ ποιότητες μεταβάλλουσι τῆς μιᾶς
τῆς μιᾶς 是比较属格,与主语 ἀμφότεραι αἱ ποιότητες 形成对比。中性比较级 δυσχερέστερον 作副词性修饰或表语,与主动动词 μεταβάλλουσι 构成比较句:“两种性质都发生转变比单一性质[转变]更为困难”。在比较的第二项中省略了动词 μεταβάλλειν。
