← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§230.8-231.24

元素的特有性质与相互生成导论

菲洛波庞根据湿的定义(难以依自身界限受界定)辩护了亚里士多德将特定主导性质(尤其是将湿归于气)分配给各元素的做法,随后引入了关于单纯物体相互生成(331a7)的议题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43

" Οὐ μὴν ἀλλ’ ἁπλῶς τέτταρα ὄντα ἑνός γε ἕκαστόν ἐστιν." Τεσσάρων ὄντων τῶν εἰδοποιούντων τὸ σῶμα, θερμοῦ ψυχροῦ ξηροῦ ὑγροῦ, ἕκαστον τῶν ἁπλῶν σωμάτων ἁπλῶς καὶ κυρίως ἑνὶ χαρακτηρίζεται· συμπληροῦται μὲν γὰρ ἕκαστον ὑπὸ συζυγίας ποιοτήτων, ὡς εἴρηται, κυριώτερον δέ, φησί, χαρακτηρίζεται ἕκαστον κατὰ μίαν ποιότητα. ὅτι μὲν οὖν ὑπὸ συζυγίας δύο ποιοτήτων ἕκαστον κατέχεται, ἐκεῖθεν δῆλον. ᾗ μὲν γὰρ μεταβλητικά ἐστιν εἰς ἄλληλα, ταύτῃ ἐναντίων αὐτὰ χρὴ ποιοτήτων μετέχειν· ᾗ δὲ γειτνιάζουσιν ἀλλήλοις, ἀνάγκη καὶ κοινωνεῖν αὐτὰ κατά τι. οἷον τὸ πῦρ τῷ ἀέρι γειτνιάζει, καὶ καθὸ μὲν γειτνιάζει, κοινωνήσει αὐτῷ κατά τινα ποιότητα, οἷον τὴν θερμότητα· καθὸ δὲ ἑκάτερον εἰς τὸ ἕτερον μεταβάλλει, ἀνάγκη αὐτὰ κατ’ ἄλλην διαφέρειν ποιότητα ὑγρὰν καὶ ξηράν. ἀλλ’ εἰ καὶ δύο ἕκαστον μετέχει ποιοτήτων, φησί, κατὰ μίαν μάλιστα κυρίως χαρακτηρίζεται, τὸ μὲν πῦρ κατὰ θερμότητα, ἀὴρ δὲ κατὰ ὑγρότητα, γῆ δὲ κατὰ ξηρότητα. καὶ ἀποροῦσί τινες τί δήποτε τῷ ἀέρι τὴν ὑγρότητα ἀπένειμε καὶ οὐχὶ τῷ ὕδατι, ὑγραντικωτέρου ὄντος τοῦ ὕδατος, ὡς ἔστιν ἐκ τῆς ἐνεργείας ἀμφοτέρων ἰδεῖν· ὁρῶμεν δὲ τὸ ὕδωρ πολλῷ πλέον ἡμᾶς τοῦ ἀέρος ὑγραῖνον. πρὸς οὓς ῥητέον ὅτι ἀμέθοδόν ἐστι μὴ διορισάμενον πρότερον τί ποτέ ἐστι τὸ ὑγρόν, ἐκ τοῦ ὑγραντικοῦ ποιεῖσθαι τὴν ἀπόδειξιν.1 ἴδωμεν οὖν τίποτε τὸ ὑγρόν ἐστι κατὰ Ἀριστοτέλην. τὸ δυσόριστον, φησίν, οἰκείῳ ὅρῳ.2 τοῦτο δὲ τίνι μᾶλλον ὑπάρχει; ἢ δῆλον ὅτι τῷ ἀέρι μᾶλλον ἤπερ τῷ ὕδατι; ὁ γὰρ ἀὴρ μᾶλλόν τε τοῦ ὕδατος κέχυται καὶ διαρρεῖ καὶ δυσοριστότερος ὑπάρχει. τὸ μὲν γὰρ ὕδωρ κἂν σώσῃ ποτέ τινα ὅρον ἀφιέμενον ἄνωθεν, ὡς συνηγμένον πως αὐτὸ καταφέρεσθαι, ὁ δὲ ἀὴρ διαρρεῖ τε καὶ διαχεῖται ῥᾳδίως. εἰ τοίνυν ὑγρόν ἐστι τὸ δυσόριστον, μᾶλλον ἂν εἴη ὑγρὸς ὁ ἀήρ. ζητητέον λοιπὸν πῶς μᾶλλον τὸ ὕδωρ ὑγραῖνον φαίνεται τὸ σῶμα. ὁρῶμεν δὲ ὅτι καὶ ὁ ἀὴρ αὐτὸς παχυνόμενος καὶ πρὸς τῷ ὕδατι γινόμενος, ὑγραντικώτερος ἀποτελεῖται. τοῦτο δὲ συμβαίνει διὰ τὸ 〈τὸ〉 ὕδωρ παχυμερέστερον ὂν ἀναπληστικὸν εἶναι τῶν ἐν ἡμῖν πόρων, τοῦ ἀέρος ὑπὸ λεπτότητος ῥᾳδίως διαρρέοντος. τοῦτο δὲ εὐλόγως συμβαίνει· τὸ γὰρ ὕδωρ συμφυῶς ἔχει πρὸς τὴν γῆν καὶ ῥᾳδίως αὐτῇ συνδυάζεται συμβαλλομένης εἰς τοῦτο τῆς ῥοπῆς, τοῦ ἀέρος ἀσυνδυάστως πρὸς ταύτην ἔχοντος. διὰ τοῦτο τοίνυν γήϊνα ὄντα τὰ ἡμέτερα σώματα καὶ ταύτης μᾶλλον μετέχοντα, ὑπὸ τοῦ ὕδατος μᾶλλον ἐνυγραίνεται πεφυκότος ῥᾳδίως ἐγκαταμίγνυσθαι καὶ μὴ διαρρεῖν,3 καθάπερ ὁ ἀήρ.

“然而,既然它们径直就是四种,每一个便确乎属于一种[性质]。” 赋予物体以形相的性质既有四种——热、冷、燥、湿,那么单纯物体中的每一个都径直且在严格意义上由一种性质来表征;因为正如已经说过的,每一个虽然由性质的结合所充满,但他指出,在更严格的意义上,每一个是依单一性质而被表征的。因此,每一个都由两种性质的结合所占据,从以下论据便可明了:因为就它们能够相互转化而言,它们在这方面必须分有相反的性质;但就它们彼此为邻而言,它们也必然在某一方面相共通。例如火与气为邻,就其为邻而言,火在某种性质上与气共通,例如热;但就它们各自转化为对方而言,它们必然在另一种性质,即湿与燥上有所区别。但他指出,即便每一个都分有两种性质,它在最严格的意义上还是依单一性质来表征的:火依热,气依湿,土依燥。有人提出疑问:既然水更具湿润力(正如从两者的功用中可以看出的那样),他究竟为何将湿归于气而非水?因为我们确实看到水湿润我们远甚于气。针对这些人应当回答:若不先界定湿究竟为何物,就从湿润作用出发进行证明,这是不合方法的。那么让我们来看看依照亚里士多德,湿究竟为何物:他说,是难以被自身界限所界定者。那么这一特征更属于两者中的哪一个?这难道不显然是更属于气而非水吗?因为气比水更易倾散和流溢,并且更难被界定;因为水从高处落下时,或许有时还能保持某种界限,以便某种程度上聚拢着下坠,而气却极易流散与弥漫。既然难以被界定者即是湿,那么气便会更是湿的。接下来尚须探究的是,为何水显得更能湿润身体。然而我们看到,连气本身在变得浓厚并接近水时,也会变得更具湿润力。而这种情况的发生,是因为水由于其微粒更为粗大,能够充填我们体内的孔隙,而气则因微细而极易流散。这一情况的发生是合乎情理的:因为水与土同类,且极易与其相结合,其趋向对此有所助益,而气对于土则是无法结合的。因此,由于我们的身体是土性的且更多地分有土,便更容易被水从内部浸湿,因为水生来就容易渗入混合而不会像气那样流散。

§2.44

"Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις." Δείξας ὅτι τέσσαρά ἐστι τὰ στοιχεῖα, καὶ τίνι ἕκαστον εἰδοποιεῖται, νῦν προτίθεται διδάξαι ὅτι τε ἐξ ἀλλήλων ἔχουσι τὴν γένεσιν, καὶ εἴτε πάντα εἴτε μή, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὅτι μὲν οὖν τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις, διώρισται, φησί, πρότερον· εἴρηται δὲ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. λέγει δὲ αὐτὸ τοῦτο κἀνταῦθα, πῇ μὲν τὴν αἴσθησιν ἐπιμαρτυρόμενος πῇ δὲ καὶ λογικῇ ἐφόδῳ κατασκευάζων. τοῦτο δὲ δείξας τρέπεται ἐπὶ τὸν τρόπον τῆς ἐξ ἀλλήλων μεταβολῆς, διδάσκων πῶς τε εἰς ἄλληλα μεταβάλλει καὶ ποῖα μὲν ῥᾷον μεταβάλλει ποῖα δὲ χαλεπώτερον.

“而既然此前已界定,对于单纯物体而言其生成是相互由来的。” 在指明了元素有四种、以及每一个是由什么赋予形相之后,现在他[亚里士多德]提议阐明:它们相互由来而生成,并且是否全都是如此,以及相互生成的途径是什么。因此他说,单纯物体的生成是相互由来的,这一点此前已被界定;而这是在《论天》第三卷中讲过的。然而他在此处也讲了同一件事,一方面诉诸感觉作为见证,另一方面也通过逻辑步骤予以确立。在表明了这一点之后,他转而探讨相互转变的途径,教导它们如何相互转变,以及哪些转变起来较为容易,哪些较为困难。

语法注3 条
  1. 2.43ἀμέθοδόν ἐστι μὴ διορισάμενον πρότερον τί ποτέ ἐστι τὸ ὑγρόν, ἐκ τοῦ ὑγραντικοῦ ποιεῖσθαι τὴν ἀπόδειξιν

    宾格分词 διορισάμενον 与不定式 ποιεῖσθαι 的逻辑主语(泛指的主体“人们/某人”)相一致。在非人称表达式(ἀμέθοδόν ἐστι)之后,不定式的主语常采取泛指的宾格形式,而非与假想的与格连结。

  2. 2.43τὸ δυσόριστον, φησίν, οἰκείῳ ὅρῳ

    οἰκείῳ ὅρῳ 是依存于形容词 δυσόριστον(“难界定的”)的手段或关涉与格。此句引用了亚里士多德在《生灭论》卷二第二章中对“湿”的定义,表明其无法依靠自身的界限界定,而易受外物界限界定的特性。

  3. 2.43πεφυκότος ῥᾳδίως ἐγκαταμίγνυσθαι καὶ μὴ διαρρεῖν

    完成体分词 πεφυκότος(中性单数属格)作为定语修饰前面由 ὑπό 所支配的 τοῦ ὕδατος,而非独立属格。它对水“生来容易混合而不流散”的固有本性进行了补充说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:230.8-231.24