← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§228.20-230.7

元素形相、天然场所与实体的对立性

斐洛波诺斯注解了亚里士多德330b23–331a1的文本,讨论了元素形相与日用之火的区别、两对元素(火与气、水与土)对天然场所(上下)的归属、火与土作为极点的性质,以及元素间的对立性与《范畴篇》中“实体没有对立面”这一论断的调和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38

" Οἷον τὸ τῷ πυρὶ ὅμοιον, [τὸ] πυροειδές, οὐ πῦρ." Αἱ ἐναντιότητες αἱ εἰδοποιοὶ τῶν ἁπλῶν σωμάτων ὅμοιαι, φησί, τοῖς στοιχείοις, οὐ μὴν αἱ αὐταί, διότι τὸ πῦρ ἔοικε μὲν τῇ συζυγίᾳ καθ’ ἣν εἰδοποιεῖται, οὐ μὴν ταὐτὸν ἡ συζυγία καὶ τὸ πῦρ, ἀλλ’ ἡ ὁμοιότης κατὰ τὴν ποιότητα, καὶ ἡ συζυγία πῦρ μὲν οὐκ ἔστι, πυροειδὲς δὲ καὶ εἶδος τοῦ πυρός. κἀπὶ τῶν ἄλλων δὲ ἑκάστου ὁ αὐτὸς λόγος.

“例如同火相似之物,[即]似火者,而非火。” 他说,赋予单纯物体以形相的对立关系与这些元素相似,但绝非同一,因为火虽与赋予它形相的结合相似,但这种结合与火并非同一,而是依性质而相似,且这种结合不是火,而是似火者以及火的形相。对于其余各元素,同样的道理亦然。

§2.39

"Τὸ δὲ πῦρ ἐστιν ὑπερβολὴ θερμότητος, ὥσπερ κρύσταλλος ψυχρότητος." Πῦρ ἐνταῦθά φησι τὸ διακονικόν, ὅπερ ὑπερβολὴν ἔχειν λέγει ζέσεως, ὥσπερ τὸν κρύσταλλον ὑπερβολὴν ψύξεως, καὶ διὰ τοῦτο μηδὲν ζωογονεῖσθαι μήτε ὑπὸ κρυστάλλου μήτε ὑπὸ τοῦ ἐν χρήσει πυρός, διότι τὸ στοιχειῶδες πῦρ καὶ τὸ ὕδωρ, ἅπερ καὶ ζωογόνα ἐστὶ καὶ πρὸς σύστασιν τῶν συνθέτων σωμάτων παραλαμβάνεται, ἐξιστάμενα ἐπὶ ἀμετρίαν τὸ μὲν ὕδωρ τὸν κρύσταλλον ἐργάζεται, τὸ δὲ στοιχειῶδες πῦρ τουτὶ τὸ διακονικὸν καὶ ἐν τῇ χρήσει λεγόμενον πῦρ.

“然而火是热之过度,犹如冰是冷之过度。” 他在此所说的是日常功用之火,他说这种火具有沸腾之过度,正如冰具有冷却之过度一样;正因如此,无论是由冰还是由日用之火都不能产生任何生命,因为当生命所由生出、并被用以构成复合性物体的元素性火与水偏离而趋向无节制时,水造成了冰,而元素性火则造成了这日常功用之火,即所谓的日用之火。

§2.40

"Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστί.1" Περὶ τῆς πρὸς τοὺς τόπους οἰκειότητος τῶν στοιχείων διαλέγεται, ἥτις ἐστὶ ῥοπὴ αὕτη καθ’ ἣν βαρέα καὶ κοῦφα λέγεται. ὄντων οὖν δύο τόπων, τοῦ μὲν ἄνω ὃν πρὸς τὸν ὅρον φησὶν εἶναι (ὅρον καλῶν τὸ πέρας τοῦ περιέχοντος καὶ πέριξ), τοῦ δὲ πρὸς τὸ κάτω καὶ μέσον, τὸ μὲν πῦρ καὶ ὁ ἀὴρ τοῦ ἄνω ἐστὶ τόπου, ὕδωρ δὲ καὶ γῆ πρὸς τὸ κάτω. ἑκάτερα γὰρ τοῖν δυοῖν, τουτέστι τῶν δυάδων τῶν δύο ἑκατέρα ἑκατέρου τῶν τόπων, ἡ μὲν τοῦ ἄνω ἡ δὲ τοῦ κάτω· ἑκάτερα γὰρ εἶπεν οὐδετέρως, οἱονεὶ τὰ ἑκάτερα τῶν δύο.

“而既然单纯物体有四种,两组中的每一组便各属于两个场所中的各一个。” 他在此讨论的是元素对其场所的亲和性,这亲和性正是它们借以被称为重或轻的倾向。既然有两个场所,一个是位于界限一侧的上部场所(他将包围者和周边处的极限称为“界限”),另一个是朝向下部和中心的场所,那么火与气便属于上部场所,而水与土则朝向下部。因为所谓“两组中的每一组”,即两对中的每一对各属于两个场所中的各一个,一对属于上部,另一对属于下部;因为他以中性复数的形式说“每一组”,仿佛是说“两者的各个侧面”。

§2.41

"Καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα γῆ καὶ πῦρ." Ἄκρα καὶ εἰλικρινῆ καλεῖ κατὰ τὴν ῥοπὴν τὸ πῦρ 〈καὶ τὴν γῆν〉· πῦρ μὲν γὰρ ἄκραν τὴν πρὸς τὸ ἄνω ῥοπὴν ἔχει, γῆ δὲ τὴν πρὸς τὸ κάτω, ὕδωρ δὲ καὶ ἀὴρ μέσως πως ἔχουσι κατὰ τὴν δύναμιν, τὸ μὲν ὕδωρ ἧττον κατώφορον ὑπάρχον τῆς γῆς, ἀὴρ δὲ τῷ πυρὶ ἡσσώμενος κατὰ τὸ ἀνώρροπον.

“而土与火是极点且最为纯粹。” 他依照其倾向将火〈与土〉称为极点且纯粹的。因为火具有朝向上部的极度倾向,土具有朝向下部的极度倾向,而水和气在其能力上则处于某种居间状态,水之下倾不及土,而气在上倾的倾向方面则逊于火。

§2.42

"Ἑκάτερα δὲ ἑκατέροις ἐναντία." Ἑκάτερον, φησί, τῶν ἐν τῇ ἑτέρᾳ τῶν δυάδων ἐναντίον ἐστὶν ἑκατέρῳ τῶν ἐν θατέρᾳ, πῦρ μὲν ὕδατι γῇ δὲ ὁ ἀήρ. δεικνὺς δὲ πῶς ποτέ φησιν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, ἐπιφέρει λέγων ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων ἐστίν. οὐ γὰρ ἡ σύνθετος οὐσία τῇ συνθέτῳ ἐστὶν ἐναντία ὡς ὕλη θεωρουμένη· οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἐναντιότης ἐν τῇ συνθέτῳ οὐσίᾳ, ἀλλὰ μόνον κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἃς καὶ ἐναντιώσεις ὀνομάζομεν. ὥστε ἡνίκα λέγομεν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, τὴν κατὰ τὸ εἶδος λέγομεν οὐσίαν. οὕτως δὲ καὶ πῦρ ὕδατί φαμεν ἐναντίον εἶναι, τῷ ἐξ ἐναντίων εἰδοποιεῖσθαι διαφορῶν.2 ἐν δὲ ταῖς Κατηγορίαις εἰκότως εἶπεν οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν, ὡς ἂν περὶ τῶν συνθέτων οὐσιῶν ποιούμενος τὸν λόγον3 καὶ μὴ θέμενος ἐκεῖσε μήτε τὴν ὕλην μήτε τὸ εἶδος οὐσίαν λέγεσθαι.

“而每一组与另一组互相对立。” 他说,两个对子中之一者所包含的每一事物,都与另一对子中所包含的每一事物相对立:火对水,气对土。为了表明他究竟如何能说实体与实体互相对立,他接着说:“因为这些是由相反的情状所构成的。”因为复合实体作为质料被考察时,并不会与复合实体相对立;在复合实体中并不依底层而存在对立,而仅仅依照我们亦称为对立关系的构成形相之差异而存在[对立]。因此,每当我们说实体与实体相对立时,我们所说的是依照形相而言的实体。同样地,我们之所以说火与水相对立,也是由于火由相反的差异构成形相。但在《范畴篇》中,他合理地主张实体与实体并不对立,因为他那时是在就复合实体立论,并且并未在那里假定质料或形相被称为实体。

语法注3 条
  1. 2.40ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστί

    中性复数 ἑκάτερα 作为主语,指代两个对子(火与气、水与土),并由双数属格 τοῖν δυοῖν(“这两[对]中的”)所限定。正如斐洛波诺斯本人所解释的(ἑκάτερα γὰρ εἶπεν οὐδετέρως, οἱονεὶ τὰ ἑκάτερα τῶν δύο),这是一个属格结构,表示“两对中的每一对属于两个场所中的各一个”(ἑκατέρου τῶν τόπων,即上与下)。

  2. 2.42τῷ ἐξ ἐναντίων εἰδοποιεῖσθαι διαφορῶν

    带冠词不定式 τῷ εἰδοποιεῖσθαι 是表示原因的与格,意为“通过被赋予形相”,介词短语 ἐξ ἐναντίων διαφορῶν(“由相反的差异”)作其状语,表示构成形相的来源。

  3. 2.42ὡς ἂν περὶ τῶν συνθέτων οὐσιῶν ποιούμενος τὸν λόγον

    连接词结构 ὡς ἄν 后接分词 ποιούμενος,在此并非引导潜在或虚拟条件,而是表示亚里士多德在《范畴篇》中立论的视角与理由(“作为就复合实体立论的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:228.20-230.7