← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§227.1-228.19

诸本原向对立关系的归结与元素的复合性

注疏亚里士多德的330b17–330b21,通过援引巴门尼德、柏拉图、伊翁和恩培多克勒,论证了设定两种、三种或四种本原的学说如何归结为少数对立关系,并阐明元素之所以被称为混合物而非单一物体,是因为它们是由质料和形相构成的复合体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

" Καὶ σχεδὸν ταὐτὰ λέγουσιν οἵ τε δύο καὶ οἱ τρία ποιοῦντες· πλὴν οἱ μὲν τέμνουσιν εἰς δύο τὸ μέσον, οἱ δὲ ἓν μόνον ποιοῦσι." Τοῦτο δύναται περὶ Πλάτωνος καὶ Παρμενίδου εἰρῆσθαι. ὥσπερ γὰρ Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος ἄλλο τι μῖγμα ἐκ τούτων ἐποίει, οὕτω καὶ Πλάτων τρία λέγων δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τὸ δὲ τρίτον μεταξὺ τούτων ἐτίθει· ἡ διαφορὰ δὲ μόνον τῶν ἀνδρῶν κατὰ τοῦτο, ὅτι ὁ μὲν Παρμενίδης εἰς δύο διῄρει τὸ μέσον, ἀέρα καὶ ὕδωρ, Πλάτων δὲ ἀδιαίρετον αὐτὸ ἐφύλαττεν. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ῥητόν, μηκέτι περὶ Πλάτωνος αὐτοῦ ποιουμένου τὸν λόγον, ἀλλ’ ὡς ἀποχρήσαντος μὲν αὐτοῦ τῶν πρὸς τοῦτον λόγων,1 τοιοῦτον δέ τι λέγοντος, ὅτι ὁ μὲν Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος μέσον τι τούτων ἐλάμβανεν, ὅπερ εἰς ἀέρα καὶ ὕδωρ διῄρει, οἱ δὲ ἐξ ἀρχῆς ἀρχὰς ὑποτιθέμενοι, καθάπερ ὁ Ἴων, τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, μέσον ἀμφοῖν καὶ αὐτοὶ τὸ ὕδωρ λέγοντες εἶναι ἀδιαίρετον αὐτὸ ἐφύλαττον. μέσον δὲ πυρὸς καὶ γῆς τὸν ἀέρα καὶ τὸ ὕδωρ ὑπετίθεντο, ἴσως τῇ ῥοπῇ προσέχοντες· οὐδὲ γὰρ ἔστιν εἰπεῖν κατὰ τὰς ποιότητας, εἴπερ γῆ μὲν καὶ πῦρ ξηρά, ταῦτα δὲ ἄμφω ὑγρά.

“主张两种本原的人与主张三种本原的人所说的几乎是同一回事;只是前者将居间者切分为二,而后者仅使其为一。” 这可以被理解为是关于柏拉图和巴门尼德而说的。因为正如巴门尼德在假定两种本原时,以此二者制成另一种混合物,柏拉图在主张三种本原时,同样依照对立关系考察前两种,而将第三种置于它们之间;两人的区别仅在于此:巴门尼德将居间者分为气与水两者,而柏拉图则保持其不可分。但这句引文也可以作另一种理解,即他不再是就柏拉图本人立论,而是因为他针对后者的论辩已经充分,从而说出了这样的话:巴门尼德假定了两种本原,并取其间的一个居间物,将之切分为气与水;而那些从一开始就假定[三种]本原的人,正如伊翁假定火、土和水那样,他们自己也声称水是两者的居间物,并保持其不可分。而他们将气和水假定为火与土之间的居间物,或许是着眼于重轻倾向;因为按性质来说这是不可能的,毕竟土与火是干的,而这两者都是湿的。

§2.36

"Ἔνιοι δὲ εὐθὺς τέτταρα λέγουσιν, οἷον Ἐμπεδοκλῆς. συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο." Καὶ ὁ Ἐμπεδοκλῆς, φησί, τέσσαρας ἀρχὰς ὑποτιθέμενος τὰ τέσσαρα στοιχεῖα, ὅμως ἐναντίωσιν μίαν ὑπετίθετο, τὸ μὲν πῦρ θερμὸν εἶναι φάσκων τὰ δὲ ἄλλα τρία ψυχρά.

“然而有些人直接主张四种,例如恩培多克勒。但他也将其归并为两种。” 他说,恩培多克勒即便将四种元素假定为四种本原,也同样假定了一种对立关系,声称火是热的,而其余三种是冷的。

§2.37

"Οὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρημένων ἁπλοῦν, ἀλλὰ μικτά." Δόξει μὲν λέγειν προχειρότερον σκοποῦσιν, ὅτι τὰ στοιχεῖα οὐκ ἔστιν ἁπλᾶ οὐδὲ εἰλικρινῆ, ἀλλὰ μικτὰ καὶ ὑπ’ ἀλλήλων ἀεὶ νοθευόμενα, ὥσπερ πολλοὶ ἐδόξασαν. ἔστι δὲ τοῦτο καθ’ αὑτὸ σκέψεως ἄξιον. καὶ ζητητέον ἐφεξῆς ὅπως ἔχει τοῦτο, εἰποῦσι πρότερον τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν.2 λέγει δὲ ὅτι οὐ καθάπερ αἱ ἄλλαι ἀρχαὶ πρώτως καὶ δευτέρως λεγόμεναι, οὕτω καὶ ὁ ἀὴρ καὶ τὰ ἄλλα ἁπλᾶ τετύχηκεν ὄντα· ἀλλ’ ἔστι, φησί, ταῦτα μικτὰ καὶ σύνθετα ἐξ ὕλης καὶ εἴδους. ἁπλᾶ δέ, φησίν, ἐστὶ τὰ κατὰ τὰς ἐναντιότητας εἴδη· τὸ γὰρ εἶδος τοῦ πυρὸς τὸ κατὰ τὴν συζυγίαν τῶν ποιοτήτων, θερμοῦ φημι καὶ ξηροῦ, θεωρούμενον, τοῦτο ἁπλοῦν ἐστι καθάπερ καὶ ἡ ὕλη ἁπλῆ, τὸ δὲ πῦρ σύνθετον ἤδη ἐξ ἀμφοῖν. Ἡ μὲν οὖν τοῦ ῥητοῦ ἔννοια τοιαύτη τίς ἐστι. ζητητέον δὲ καθ’ αὐτὸ τὸ περὶ τῶν στοιχείων πρόβλημα, πότερον οὐδέν ἐστι τῶν στοιχείων εἰλικρινές, ὡς φασί τινες, ἀλλὰ πάντα ἀλλήλοις ἀναμέμικται καὶ ἐξ ἀλλήλων νοθεύεται, ἢ οὐδὲν κωλύει καὶ αὐτὰ καθ’ αὑτὰ ὑφεστηκέναι ἄμικτα τῆς πρὸς ἄλληλα συμπλοκῆς θεωρούμενα. πρὸς ὃ ῥητέον ὅτι εἰ μὲν τὸ πῦρ τῷ ὁρατῷ, καθάπερ Τίμαιος, χαρακτηρίσωμεν καὶ τὴν γῆν τῷ ἁπτῷ, ἔσται οὕτω πάντα ἐν πᾶσι καὶ οὐδὲν ἔσται καθ’ αὑτό· ἁπτὰ γὰρ πάντα τὰ στοιχεῖα καὶ ὁρατὰ σχεδὸν πάντα. εἰ δὲ κατὰ τὸν Ἀριστοτέλην ἕκαστον χαρακτηρίσωμεν, τῷ εὐορίστῳ μὲν τὸ ξηρὸν δυσορίστῳ δὲ τὸ ὑγρόν, καὶ τὸ μὲν θερμὸν τῷ διακριτικῷ τὸ δὲ ψυχρὸν τῷ συγκριτικῷ, οὐδὲν ἔσται τὸ κωλῦον εἶναι αὐτὰ εἰλικρινῆ καὶ ἀμιγῆ πρὸς ἄλληλα· εἰ δὲ μηδέν ἐστι τὸ κωλῦον ἀλλ’ ἐνδέχεται, καὶ ἐκβαίη ἄν.

“然而火、气以及所提及的每一种事物都不是单一的,而是混合物。” 对于考察更为肤浅的人而言,他似乎是在说,元素既非简单亦非纯粹,而是混合物且始终被彼此掺杂不纯,正如许多人所认为的那样。但这本身是值得探究的。在我们先陈述了该引文的真实涵义之后,接下来必须探究这一问题究竟如何。他说,气及其他元素并不像按第一和第二意义而言的其他本原那样碰巧是简单的;相反,他说,这些是由质料和形相构成的混合物和复合体。但他指出,依照诸对立关系的形相则是简单的;因为依照性质的结合(我是指热与干)而被考察的火的形相,正如质料是简单的一样也是简单的,但火已经是两者的复合体了。因此,这段引文的含义便是如此。然而必须探究关于元素的问题本身,究竟是如某些人所言,没有任何元素是纯粹的,而是所有元素都互相混杂并因彼此而掺杂不纯,还是说当作为不与彼此的交织相混杂者而被考察时,没有任何东西阻止它们也自身成立。对此必须指出,如果我们像蒂迈欧那样以可见性界定火,以可触性界定土,那么万物都将处于万物之中,没有任何东西能够自身存在;因为所有元素都是可触的,而且几乎所有元素都是可见的。但如果我们依照亚里士多德的方式来界定每一元素,以易被界定者界定干,以难被界定者界定湿,以分离者界定热,以结合者界定冷,那么就没有任何东西阻止它们成为纯粹且互不相混的;而如果没有任何阻碍且是可能的,这也就会实现出来。

语法注2 条
  1. 2.35ὡς ἀποχρήσαντος μὲν αὐτοῦ τῶν πρὸς τοῦτον λόγων

    由 ὡς 引导的属格绝对结构,表示亚里士多德的主观判断或缘由(“因为他针对后者的论辩已经充分”)。动词 ἀποχράω 意为“足够”,后接属格补足语(τῶν πρὸς τοῦτον λόγων)。

  2. 2.37εἰποῦσι πρότερον τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν

    与格分词短语 εἰποῦσι 充当前面的非人称动词性形容词 ζητητέον(“必须探究”)的逻辑施事与格。它表达了一个前提性时间关系:“在我们先陈述了该引文的真实涵义之后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:227.1-228.19