← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§225.1-226.30

早期哲学家对对立特性的采纳与归结

斐洛波诺斯阐释了亚里士多德关于早期哲学家(一元论者、巴门尼德、柏拉图和恩培多克勒)同样将对立关系设定为本原的论证(330b7–15),阐明了稀与密如何归结为热与冷,并结合亚历山大的注疏将对柏拉图《分割篇》的提及解释为其未成文学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32

" Ἅπαντες γὰρ οἱ τὰ ἁπλᾶ σώματα στοιχεῖα ποιοῦντες." Διδάξας ποίας χρὴ τίθεσθαι ἐναντιότητας ἀρχὰς καὶ εἰδοποιοὺς τῶν σωμάτων, νῦν βούλεται τὴν οἰκείαν περὶ τούτων δόξαν κρατῦναι, δι’ ὧν δείκνυσι καὶ τοὺς ἀρχαιοτέρους πάντας τοὺς περὶ στοιχείων δοξάσαντας τὰς εἰρημένας ἐναντιώσεις εἰσάγοντας, ἢ τινὰς ἢ πάσας, τὸν ἀριθμὸν δὲ τῶν τεσσάρων μὴ ὑπερβαίνοντας· εἰ γὰρ καὶ μὴ τὸν αὐτὸν τρόπον περὶ αὐτῶν φασιν, ἀλλ’ οὖν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι φαίνονται ταύτας πρεσβεύοντες. οἵ τε γὰρ ἕν τι τῶν τεσσάρων στοιχείων ποιοῦντες τῶν πάντων μανώσει καὶ πυκνώσει τἆλλα ἐξ αὐτοῦ γεννῶσι (μάνωσις δὲ καὶ πύκνωσις θερμότητι καὶ ψυχρότητι ἀποτελεῖται), ὅ τε Παρμενίδης αὐτόθεν δύο ὑποτιθέμενος στοιχεῖα, πῦρ καὶ γῆν, τὴν ἐναντίωσιν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ εἰσῆγε, τὸν ἀέρα καὶ τὸ ὕδωρ μῖγμα φάσκων εἶναι τῶν δύο στοιχείων, καθάπερ καὶ ὁ Πλάτων. καὶ γὰρ καὶ οὗτος δύο τινὰς ὑποθέμενος ἀρχάς, τὸ μέγα καὶ τὸ μικρόν, τρίτην ὑπετίθετο ἄλλην, ὅπερ μῖγμα ἔφασκεν εἶναι τῆς τοῦ μεγάλου καὶ μικροῦ ἐναντιώσεως, μέγα μὲν καὶ μικρὸν λέγων τὰς ἐπιγινομένας εἰδοποιοὺς διαφορὰς τῇ ὕλῃ, ἃς πρῶτον δέχεται ποσουμένη καὶ διαστατὴ γινομένη,1 μῖγμα δὲ ἐκάλει τὴν ὕλην οὐχ ὡς ἐκ μεγάλου καὶ μικροῦ μιχθέντων γινομένην, ἀλλ’ ὡς ἐν αὐτῇ τούτων μιγνυμένων τῷ ἑκάτερον παρὰ μέρος ἐν αὐτῇ γίνεσθαι. καὶ Ἐμπεδοκλῆς δὲ τέσσαρα μὲν καὶ αὐτὸς ὑπέθετο στοιχεῖα, θερμοῦ δὲ καὶ ψυχροῦ ἐναντίωσιν εἰσηγεῖτο, τὸ μὲν πῦρ θερμὸν ὑποτιθέμενος τἆλλα δὲ πάντα ἀντικεῖσθαι τούτῳ φάσκων ὡς ψυχρά.

“因为所有将简单物体设定为元素的人,”在阐明了应当将何种对立关系确立为物体的本原和赋形差异之后,他现在希望确立自己关于这些问题的见解,通过这些论证,他表明所有曾对元素发表见解的古人也都引入了前述的对立关系,或为其中几种,或为全部,且并未超出四种这一数目;因为即便他们不是以同样的方式谈论它们,他们看起来也是遵从了这些对立关系,宛如被真理本身所迫。因为那些将四种元素中的一种作为万物元素的人,是通过稀疏与致密从这一元素中生成其他一切的(而稀疏与致密乃是由热与冷所成就的);而巴门尼德直接假定了火与土两种元素,引入了热与冷的对立关系,声称气和水乃是这两种元素的混合物,正如柏拉图所做的那样。因为后者同样假定了大与小这两种本原,并假定了第三种另一本原,他声称那是大与小的对立关系的混合物;他把后加于质料之上的赋形差异称为大与小,质料在被量化且具有广延时最先接受这些差异;而他称质料为混合物,并不是说它是由于大与小混合而生成的,而是因为大与小交替在质料中生成而在这之中混合。恩培多克勒本人虽然也假定了四种元素,但也引入了热与冷的对立关系,假定火是热的,并声称所有其他元素作为冷之物而与火对立。

§2.33

"Τούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τό τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ θερμὸν καὶ ψυχρόν." Οἱ τὸ ἕν, φησί, στοιχεῖον ὑποτιθέμενοι, μανώσει δὲ καὶ πυκνώσει τούτου τἆλλα λέγοντες γίνεσθαι, ἀρχὰς δύο ποιοῦσι τὸ μανὸν καὶ πυκνόν, μᾶλλον δὲ τὸ θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γάρ ἐστι τὰ δημιουργικὰ καὶ ποιητικὰ μανώσεως καὶ πυκνώσεως. καὶ ἐπισημήνασθαι χρὴ ὅτι τὸ μανὸν καὶ πυκνὸν ὑπὸ τὸ θερμὸν καὶ ψυχρὸν ἄγει· ὅθεν ἴσως παρῆκεν ἐν τῇ τῶν ἁπτῶν ποιοτήτων ἀπαριθμήσει τὸ μανὸν καὶ πυκνόν, ὡς εἰς ταὐτὸν ἀγόμενα τῷ θερμῷ καὶ ψυχρῷ.

“对这些人而言,结果是设定了两种本原,即稀与密,或者热与冷。” 他说,那些假定单一元素并主张其他事物通过该元素的稀疏与致密而生成的人,是将稀与密设定为两种本原,或者更确切地说是将热与冷设定为本原;因为正是这些乃是稀疏与致密的造作性与生产性原因。并且必须指出,他将稀与密归于热与冷之下;因此或许他在列举可触性质时略去了稀与密,因为它们被归为与热和冷相同的事物。

§2.34

"Ὡσαύτως δὲ καὶ οἱ τρία λέγοντες, καθάπερ Πλάτων ἐν ταῖς διαιρέσεσι." Καὶ ὁ Πλάτων, φησίν, ὡσαύτως τῷ Παρμενίδῃ τρεῖς ἀρχὰς ὑποτιθέμενος, δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, τρίτην δὲ τὸ μεταξὺ τούτων, ὃ καὶ μῖγμά φησιν ἀμφοῖν εἶναι. εἰδέναι δὲ χρὴ ὅτι τοῦ Πλάτωνος ἐμνήσθη κατὰ τὸ παρὸν οὐχ ὡς εἰσάγοντός τινας ἀρχὰς τῶν προαποδεδειγμένων τεσσάρων, λέγω δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἀλλ’ ὡς καὶ αὐτοῦ ἐναντίωσίν τινα ἐν ταῖς ἀρχαῖς θεωροῦντος, καθάπερ καὶ ὁ Ἀριστοτέλης, ἔτι δὲ καὶ διὰ τὴν ὁμοιότητα τῶν λόγων τὴν πρὸς Παρμενίδην· μίαν γὰρ ἄμφω τῶν ἀρχῶν ἐναντίωσιν ὑπετίθεντο, καὶ καθάπερ Παρμενίδης τρίτον τι ἐκ πυρὸς καὶ γῆς ὑπετίθετο τὸν ἀέρα καὶ τὸ ὕδωρ, οὕτως καὶ ὁ Πλάτων τὴν ὕλην τρίτην ἀρχὴν λέγων μεταξὺ τῶν ἐναντίων αὐτὴν ἔλεγεν εἶναι, διότι ἀμφοτέροις ὑπόκειται παρὰ μέρος, δι’ αὐτὸ δὲ τοῦτο καὶ μῖγμα ἀμφοῖν ὡς δεχομένην ἀμφότερα. Καθάπερ Πλάτων ἐν ταῖς διαιρέσεσι. ζητητέον ποίας καλεῖ διαιρέσεις, ἐν αἷς διατάττειν φησὶ περὶ τούτων τὸν Πλάτωνα. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρος λέγει τὰς φερομένας Πλάτωνος διαιρέσεις νοθεύεσθαι, ἀλλ’ εἴη ἄν, φησίν, ὁ Ἀριστοτέλης λέγων περὶ τῶν ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ εἰρημένων, διαιρέσεις καλῶν τὰ ἐν ἐκείνῳ. ἰστέον δὲ ὅτι πρῶτον μὲν ‘διαιρέσεις’ ὅλως Πλάτωνος ἐπιγεγραμμέναι οὐ φέρονται, ἐν δὲ τῷ Σοφιστῇ οὐδὲν φαίνεται τοιοῦτον ὁ Πλάτων λέγων οἷον εἴρηται ἐνταῦθα, οὐδὲ ἔστιν εὑρεῖν τινα αὐτοῦ δόξαν τοιαύτην αὐτὸν ἐκτιθέμενον· ὅλως γὰρ οὐδὲ περὶ τῶν τοιούτων ἐστὶν αὐτῷ σκοπὸς ἐκεῖσε2 διαλεχθῆναι, πλὴν ὅτι καθ’ ἱστορίαν διαφόρους δόξας φυσικῶν ἀνδρῶν ἐκτίθεται. ἀποδεκτέον οὖν μᾶλλον ὅπερ τελευταῖον προστίθησιν ὁ Ἀλέξανδρος, φάσκων περὶ τῶν ἀγράφων δογμάτων τοῦ Πλάτωνος λέγειν τὸν Ἀριστοτέλην, ἅπερ αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράφετο, καὶ ταῦτα καλεῖν διαιρέσεις. ἐν ἐκείνοις τοίνυν ὁ Πλάτων τὸ μέγα καὶ μικρὸν καὶ τὸ μεταξὺ τούτων ὑποτίθεται.

“同样,那些主张三种本原的人也是如此,正如柏拉图在《分割篇》中所做的那样。” 他说,柏拉图同样以类似于巴门尼德的方式假定了三种本原,依照大与小的对立关系看待前两种,而将第三种视为介于二者之间者,他甚至称其为两者的混合物。但必须知晓,此时提及柏拉图,并不是因为他引入了前面已证明的四种本原(即热、冷、干、湿)中的任何一种,而是因为他也像亚里士多德一样在诸本原中考察了某种对立关系,更是因为其论辩与巴门尼德的论辩相似;因为两者都在本原中假定了一种对立关系,正如巴门尼德假定气与水是由火与土构成的第三者,柏拉图称质料为第三本原时,亦说它是介于对立者之间的,因为质料交替作为两者的载体,且正是因此,它作为接受两者的东西亦被称为两者的混合物。“正如柏拉图在《分割篇》中所做的那样。”必须探究他所谓柏拉图在其中论述这些问题的《分割篇》究竟指什么。注疏家亚历山大说,流传的署名柏拉图的《分割篇》是伪作,但他认为亚里士多德所说的可能是对话录《智者篇》中所言之事,将那部作品中的内容称为分割。但应当知晓的是,首先根本没有题为《分割篇》的柏拉图著作流传下来,而且在《智者篇》中,柏拉图似乎根本没有说出此处所提到的这类话,也不可能找到他在那里阐述自己的此类学说;因为总体而言他在那里探讨的目的根本就不在于这类事物,除了以史料方式列举自然哲学家的各种见解之外。因此,更应当接受亚历山大最后补充的看法,即他断言亚里士多德所谈论的是柏拉图的未成文学说,那是亚里士多德本人记录下来的,并把这些学说称为分割。在那些学说中,柏拉图确实假定了大与小以及介于它们之间者。

语法注2 条
  1. 2.32ἃς πρῶτον δέχεται ποσουμένη καὶ διαστατὴ γινομένη

    关系代名词 ἃς 的先行词是紧接在前的 ἐπιγινομένας εἰδοποιοὺς διαφοράς(后加的赋形差异),动词 δέχεται 的主语则是 ὕλη(质料)。现在分词 ποσουμένη(被量化)与 διαστατὴ γινομένη(成为具广延的)与主语质料一致,表示质料获得数量和广延时的伴随或时间状态。

  2. 2.34ἐκεῖσε

    副词 ἐκεῖσε 在古典希腊语中表示方向(“往彼处”),在此则遵循后古典期和晚期希腊语的用法,作静态处所意义(相当于 ἐκεῖ,“在彼处”,即在《智者篇》对话录中)。它在此作为修饰由 σκοπός 所引导的补足不定词 διαλεχθῆναι 的处所状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:225.1-226.30