- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:223.3-224.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐释了亚里士多德关于所有触觉差异皆归结为热、冷、干、湿四者且不可进一步缩减的论述,并探讨了亚历山大就粗糙与平滑提出的疑问。随后他讨论了由此四种对立属性构成的四种组合与四种简单物体的对应关系,并着重论证了空气具有热与湿的本性。
" Δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας. αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν,1 οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ [τὸ] ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ’ ὑπ’ ἄλληλα οὔθ’ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν." Αἱ μὲν οὖν ἄλλαι ἀντιθέσεις πῶς ὑπὸ τὰς δύο ἀνάγονται διὰ τῶν φθασάντων ἐδείξαμεν. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἡ μὲν λειότης ὑπὸ τὸ ὑγρὸν ἡ δὲ τραχύτης ὑπὸ τὸ ξηρὸν ἀναφέρεται. διότι τὸ τραχύ, φησί, δόξειεν εἶναι τοῦ πεπηγότος καὶ ξηροῦ (ἰδίοις γάρ τισιν ὅροις τὰ μόρια τούτου συνέχεται), τὸ δὲ λεῖον τοῦ ὑγροῦ· ὁμαλὸν γάρ τι τὸ ὑγρὸν καὶ λείαν ἀεὶ τὴν ἐπιφάνειαν ἔχον τῶν μορίων συνιζανόντων εἰς ἄλληλα. ἢ ἄμεινον, φησί, λέγειν ὅτι μήτε ποιητικαὶ μήτε παθητικαὶ αἱ ἐναντιώσεις αὗται, τῷ μηδὲ τὴν ἀρχὴν ποιότητες εἶναι·2 ἐν ποιᾷ γάρ ἐστι τῶν μορίων θέσει τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἐν Κατηγορίαις εἴρηται. εἰ δὲ μὴ ποιότητες, οὐδὲ παθητικαί εἰσιν οὐδὲ ποιητικαί. ὅτι δὲ οὐκέτι τῶν γενικῶν δύο ἐναντιώσεων, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὐδεμία ὑπὸ τὴν λοιπὴν ἀνάγεται, διδάσκει· οὔτε γὰρ τὸ ξηρὸν ὑπὸ τὸ θερμόν (ἐπεὶ πᾶν ξηρὸν ἔμελλεν εἶναι θερμόν· νῦν δὲ ἡ γῆ ξηρὰ οὖσα ψυχρά ἐστιν), οὔτε τὸ ὑγρὸν πάλιν ὑπὸ τὸ θερμόν· τὸ γὰρ ὕδωρ ὑγρὸν ὑπάρχον ψυχρόν ἐστι. πολλῷ οὖν μᾶλλον οὐδὲ τὸ ψυχρὸν ὑπὸ τὸ θερμόν· πῶς γὰρ ἐνδέχεται τὰ μαχόμενα ὑπ’ ἄλληλα εἶναι; πάλιν ὑπὸ τὸ ψυχρὸν οὔτε τὸ ξηρόν (τὸ γὰρ πῦρ ξηρὸν ὑπάρχον θερμόν ἐστιν), οὔτε τὸ ὑγρόν (ὁ γὰρ ἀὴρ ὑγρός ἐστι καὶ θερμός), οὐδὲ πολλῷ μᾶλλον τὸ ἐναντίον θερμόν. καὶ διὰ τὰς αὐτὰς αἰτίας, οὐδ’ εἰ ἀντιστρέψωμεν τὴν τάξιν, οὐδὲν τῶν λοιπῶν οὔτε ὑπὸ τὸ ὑγρὸν οὔτε ὑπὸ τὸ ξηρὸν ἀνοίσομεν.
“因此显而易见,所有其他差异都归结到最原初的四种之中。而这四种则不再归结为更少的几种;因为热既非在本质上是湿或在本质上是干,湿亦非在本质上是热或在本质上是冷,冷与干既非相互从属,亦非从属于热与湿。” 其他对立如何归结到这两对对立之下,我们已通过前文的论述阐明了。然而亚历山大提出了疑问:平滑何以被归于湿,而粗糙何以被归于干?因为他说,粗糙似乎属于凝固之物和干之物(因为其各部分是通过自身固有的某些界限连结在一起的),而平滑则属于湿之物(因为湿乃是某种均匀之物,由于其各部分相互沉降汇合而始终具有平滑的表面)。或者他说,更好的说法是:这些相反关系既非作用性的,亦非受动性的,因为它们根本就不是性质;因为粗糙与平滑乃在于各部分的某种位置配置之中,正如在《范畴篇》中所说的那样。而如果它们不是性质,它们就既非受动性的亦非作用性的。并且他[亚里士多德]教导说,热与冷、干与湿这两个属一般的相反关系中,再没有任何一个可以归结到余下的之中;因为干不从属于热(因为若是如此,一切干之物都必定是热的;而事实上大地虽是干的,却是冷的),湿同样亦不从属于热(因为水虽是湿的,却是冷的)。因此,冷就更不可能从属于热了;因为相互排斥的事物怎能相互从属呢?同样,在冷之下既没有干(因为火虽是干的,却是热的),也没有湿(因为空气是湿的且是热的),更没有与之相反的热。由于同样的原因,即使我们颠倒次序,亦不能将余下的任何一种归到湿之下或干之下。
"Ἐπειδὴ τέτταρα τὰ στοιχεῖα, τῶν δὲ τεττάρων ἓξ αἱ συζεύξεις." Στοιχεῖα μὲν καλεῖ τὰς ἐναντιώσεις (εἴρηνται γὰρ δευτέρως μετὰ τὴν ὕλην στοιχεῖα καὶ ἀρχαὶ αἱ ἐναντιώσεις), φησὶ δὲ ἐκ τῶν τεσσάρων ἐναντιώσεων ἓξ ἀποτελεῖσθαι συζυγίας, ὧν ἀσύστατοι μὲν αἱ τὰ ἐναντία παραλαμβάνουσαι, ἡ τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ ἡ τὸ ξηρὸν καὶ ὑγρόν (ἅμα γὰρ τἀναντία ὑπάρχειν ἀδύνατον), αἱ λοιπαὶ δὲ συνίστανται τέσσαρες, αἷς φησιν εὐλόγως ἠκολουθηκέναι τὸν ἀριθμὸν τῶν φαινομένων ἁπλῶν σωμάτων· ταῦτα γὰρ καὶ τῇ αἰσθήσει ὑποπίπτει ἑκάστου αὐτῶν κατὰ μίαν συζυγίαν χαρακτηριζομένου, πυρὸς μὲν κατὰ τὸ θερμὸν καὶ ξηρόν, τοῦ δ’ ἀέρος κατὰ τὸ θερμὸν καὶ ὑγρόν, καὶ κατὰ μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν τοῦ ὕδατος, κατὰ δὲ τὸ ψυχρὸν καὶ ξηρὸν τῆς γῆς. ἐπισημαίνεσθαι δὲ χρὴ ὅτι τἆλλα μὲν ἐκτὸς κατασκευῆς τέθεικεν, ἐπὶ δὲ μόνου τοῦ ἀέρος ὡς ἔχοντός τινα ἀμφισβήτησιν κατασκευῇ ἐχρήσατο τοῦ εἶναι αὐτὸν θερμὸν καὶ ὑγρόν,3 οὐχ ὅτι ὑγρός ἐστι κατασκευάζων, ἀλλ’ ὅτι θερμός· γεγόνασι γὰρ οἱ δοξάσαντες αὐτὸν ψυχρὸν καὶ ὑγρὸν εἶναι. τί οὖν φησιν αὐτός; ὅτι οἷον ἀτμίς ἐστιν ὁ ἀήρ, ἡ δὲ ἀτμὶς θερμή τε καὶ θερμῷ τὴν γένεσιν ἔχουσα. ἔστι δὲ καὶ διὰ πλειόνων τοῦτο κατασκευάσαι, πρῶτον μὲν ἐκ τοῦ κοῦφον αὐτὸν εἶναι, ὅπερ ἐστὶ θερμότητος. ὅτι δὲ τὸ κοῦφον θερμότητος, ἐκεῖθεν γνώσῃ· ἐπειδὴ γὰρ τὸ πῦρ θερμὸν καὶ ξηρὸν 〈ὂν〉 κοῦφόν ἐστιν, ἀνάγκη ἢ τῷ ξηρὸν εἶναι κοῦφον ὑπάρχειν ἢ τῷ θερμόν. ἀλλ’ εἰ μὲν καθὸ ξηρὸν τὸ πῦρ κοῦφον ἦν, ἐχρῆν καὶ τὴν γῆν ξηρὰν οὖσαν κούφην ὑπάρχειν· τοῦτο δὲ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ τὸ ξηρὸν ἔχει τὸ κοῦφον. λείπεται ἄρα κατὰ τὸ θερμόν. εἰ οὖν τὸ κοῦφον λόγῳ θερμότητος γίνεται, ἔστι δὲ ὁ ἀὴρ κοῦφος, ἔσται ἄρα καὶ αὐτὸς θερμός. ἔτι ὁρῶμεν ὅτι τὰ γειτνιάζοντα ἀλλήλοις στοιχεῖα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, ἐπεὶ οὐκ ἂν οὐδὲ πλησίον ἀλλήλων ὑπῆρχον. εἰ οὖν καὶ ὁ ἀὴρ τοῦ πυρὸς διενήνοχε κατὰ τὸ ὑγρόν, κοινωνήσει αὐτῷ δηλονότι κατὰ τὸ θερμόν· καὶ εἰ κοινωνεῖ τῷ ὕδατι κατὰ τὸ ὑγρόν, εἰ μὴ κατὰ τὸ θερμὸν αὐτοῦ διοίσει, οὐκ ἔσται διαφορὰ ὕδατος καὶ ἀέρος. ἔτι ὁρῶμεν ὅτι ἡ μεταβολὴ αὐτῷ ἐξ ὕδατος διὰ θερμοῦ γίνεται· ἐξατμιζόμενον γὰρ τὸ ὕδωρ ἀεροῦται, ὡς καὶ αὐτός φησιν ὁ Ἀριστοτέλης.
“既然元素有四种,而四种事物的结合方式有六种,”他把这些相反关系称为元素(因为在质料之后,在第二层次上这些相反关系被称作元素和本原);他说从这四种相反关系中构成了六对组合,其中包含相互对立者的组合是无法共存的,即热与冷,以及干与湿(因为对立者同时存在是不可能的);而余下的四种组合得以成立,他说显现的简单物体的数量合乎理据地与之一致。因为这些物体也是落入感官知觉的,它们各自依照一种组合而被规定:火依照热与干,空气依照热与湿,水依照冷与湿,大地依照冷与干。但必须指出,关于其他物体他是未经论证而直接设立的,唯独对于空气,由于存有某种争议,他使用了关于它是热且湿的论证;他不是在论证它是湿的,而是在论证它是热的;因为曾有人认为它是冷且湿的。那么他自己怎么说呢?他说空气就像是一种水汽,而水汽是热的且由热之物使其产生。并且也可以通过更多的论证来证明这一点:首先是从它是轻的这一点来证明,而轻乃是热的属性。至于轻属于热,你将从以下方面得知:因为既然火作为热且干之物是轻的,那么它必定或是由于是干的而是轻的,或是由于是热的而是轻的。然而,如果火是因其为干而是轻的,那么大地由于是干的也应当是轻的;但这并不成立;因此它并非依照干而具有轻。因此剩下的结论就是它依照热而具有轻。所以,如果轻是由于热的缘故而产生的,而空气是轻的,那么空气本身也将是热的。此外,我们看到相互邻接的元素彼此之间具有某种共通性,因为否则它们甚至不可能彼此靠近而存在。因此,如果空气与火在湿的方面有所不同,显然在热的方面将与它共有;如果它与水在湿的方面共有,除非它在热的方面与水不同,否则水与空气之间就将没有差异。此外,我们看到它从水的转变是通过热来进行的;因为水被蒸发时便化为空气,正如亚里士多德自己所说的那样。
- 2.30οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν
关系代词 ὅπερ(省略了 ἐστί)在此处作表语,表示本质上或定义上的同一性(“正所谓……者”)。它表达了否定判断,即热在本质上并非湿或干。
- 2.30τῷ μηδὲ τὴν ἀρχὴν ποιότητες εἶναι
带冠词不定式 τῷ... εἶναι 作表原因的与格。副词性宾格短语 τὴν ἀρχήν 与否定词连用,表示“根本(不)”、“起初就(不)”。
- 2.31κατασκευῇ ἐχρήσατο τοῦ εἶναι αὐτὸν θερμὸν καὶ ὑγρόν
带冠词属格不定式 τοῦ εἶναι 作解释性属格(epexegetical genitive),修饰并说明名词 κατασκευῇ(论证、证明)的具体内容。宾格代词 αὐτόν 为该不定式的逻辑主语。
