- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:217.24-219.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了亚里士多德在329b26–30中关于热、冷、湿、干四种触觉性质的定义,阐明热的作用在于聚合同类者并离析异类者,并结合灰烬与火焰的例子探讨了为何干被规定为易受自身界限规定。
" Θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμοιογενῆ· τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα." Τὸ θερμόν, φησί, συγκριτικὸν ὂν τῶν ὁμογενῶν οὐσιῶν, νομίζεται διακριτικὸν εἶναι, διότι ἐν τῷ συνάγειν καὶ ἑνοῦν ἀλλήλοις τὰ ὁμογενῆ ἐξ ἀνάγκης διακρίνει καὶ χωρίζει τὰ ἀλλότρια. αὐτὴν γὰρ ἣν ποιεῖται τῶν ἀλλοτρίων διάκρισιν, διὰ τὴν τῶν ὁμοίων οὐσιῶν σύγκρισιν ἐργάζεται· ἐξ ἀλλήλων γὰρ τὰς ἑτερογενεῖς οὐσίας διακρῖνον ἕνωσιν ἑκατέρας καθ’ αὑτὴν ἐργάζεται. διόπερ διακριτικὸν μὲν τῶν ἀλλοτρίων, συγκριτικὸν δὲ τῶν ὁμοίων ὁριζόμεθα τὸ θερμόν. ἔστι δὲ τάχα φάναι τὸ θερμὸν κατὰ πρῶτον λόγον διακριτικὸν εἶναι, διάκρισιν λαμβανόντων ἡμῶν οὐ τὸν χωρισμόν (τοῦτο γὰρ ἐπὶ ἑτερογενῶν καὶ μεμιγμένων ποιεῖ, οὐκέτι δὲ ἐπὶ τῶν ἀμίκτων), ἀλλὰ καθόλου διάκρισιν νοούντων ἡμῶν τὴν οἷον χύσιν καὶ μάνωσιν.1 κατὰ δεύτερον δὲ λόγον ἐπὶ ταύτῃ ἕπεται ὅ τε τῶν ἀλλοτρίων χωρισμὸς καὶ τῶν ὁμοίων ἡ ἕνωσις· χύσεως γὰρ γινομένης ἕκαστον πρὸς τὸ οἰκεῖον χωρεῖ καὶ τούτῳ κολλᾶται, ὡς ἔχει ἐπὶ τῆς χωνεύσεως τῶν μετάλλων. ὅσον γάρ ἐστι τηκτόν, ἀθροιζόμενον ἑαυτῷ προσκολλᾶται τοῦ γεώδους καὶ ἀτήκτου χωριζόμενον. ὅτι δὲ ἡ χύσις αἰτία τῆς τῶν ἑτερογενῶν διακρίσεως, καὶ οὐ καθ’ ἑαυτὸ οὐδὲ πρώτως τὸ πῦρ, δῆλον ἐκεῖθεν. ὅταν γὰρ δύο τινὲς οὐσίαι ὦσι τὴν αὐτὴν χύσιν ἐπιδεχόμεναι, τηνικαῦτα τὸ πῦρ οὐ διακρίνει ταύτας ἐξ ἀλλήλων, ἀλλὰ τοὐναντίον καὶ συγκρίνει καὶ ἑνοῖ ἀλλήλαις οὕτως ὡς μηδὲ χωρίζεσθαι ἔτι δύνασθαι, ὡς ἔχει ἐπὶ κηροῦ καὶ πίττης· ταῦτα 〈γὰρ〉 διακεκριμένα ὄντα ἀλλήλων καὶ ἕτερα ἑνοῖ, καὶ ἡνωμένα χωρίζειν οὐ δύναται. εἰ μέντοι εἴη τι σὺν τῷ κηρῷ γεῶδες, διὰ τὸ μὴ τὰς οὐσίας ἀμφοτέρας πεφυκέναι χεῖσθαι, ἀλλὰ τὸν κηρὸν μόνον, ἑνούμενος κατὰ τὴν χύσιν ὁ κηρὸς ἀποκρίνεται, τοῦ γεώδους ὑφιζάνοντος διὰ τὸ βάρος. ὅταν δὲ δύο τινὲς ὦσιν οὐσίαι τηκταὶ ἀμφότεραι, ἀλλ’ ἡ μὲν μᾶλλον ἡ δὲ ἔλαττον, αὗται ὁμιλοῦσαι τῷ πυρὶ ἑνοῦνται, ἀλλ’ οὐχ οὕτως ὡς μηκέτι διακρίνεσθαι, ὡς ἔχει ἐπὶ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων· καὶ γὰρ ἑνοῦνται ἀλλήλοις ταῦτα καὶ πάλιν διακρίνονται τῷ διαφέρειν ἀλλήλων τὰς συστάσεις. εἰ δέ τις λέγοι ὁμοιογενῆ αὐτὸν λέγειν τὰ ὁμοίως τήκεσθαι δυνάμενα καὶ χεῖσθαι ἢ τὰ μὴ δυνάμενα, ἵνα τὸ ὅμοιον ᾖ μὴ κατὰ τὸ εἶδος μόνον ἀλλὰ κατὰ τὸ γένος, οἷον ἵνα μὴ χρυσὸν χρυσῷ λέγοιμεν μόνον εἶναι ὅμοιον, ἀλλὰ καὶ τὰ ὡσαύτως αὐτῷ χεῖσθαι δυνάμενα, οἷον ἄργυρον ἢ χαλκόν, οὐκ ἔσται οὐδὲ οὕτω καθόλου ὁ λόγος· οὐδὲ γὰρ τὰ ἄτηκτα ὁμογενῆ ὄντα ἀλλήλοις ἑνοῖ τὸ πῦρ, καὶ τὰ πεφυκότα δὲ τήκεσθαι διακρίνει, ὥσπερ τὸν χρυσὸν ἐκ τοῦ ἀργύρου. ἐκεῖνα γάρ ἐστι μόνα ἅπερ ἑνοῖ ὡς μηκέτι διακρίνεσθαι, τὰ τὴν αὐτὴν χύσιν ἔχοντα, ὡς μὴ τὸ μὲν μᾶλλον εἶναι χυτὸν τὰ δ’ ἔλαττον, ὡς τὸν μόλιβδον καὶ τὸν καττίτερον, ἢ τὸν κηρὸν καὶ τὴν πίτταν, καὶ τὰ λίαν μαλακά.
“因为热是将同类者聚合的事物;因为人们所说的火的离析活动,其实是将同族者聚合。” 他说,热虽是同类实体之聚合者,却被认为是离析者,这是因为在将同类者彼此汇聚并合而为一的过程中,它必然离析并分离异类之物。实际上,它对异类之物所作的离析本身,就是通过使同类实体聚合而造成的;因为通过将异类实体彼此离析,它造成了各自就其自身而言的统一。因此我们将热定义为异类之物的离析者,同类之物的聚合者。然而或许可以说,热在第一层意义上是离析者,只要我们将离析不理解为分隔(因为它是在异类的、混合的事物中造成这一点的,而在未混合之物中则不再如此),而是将离析普遍地理解为如同液化和稀薄化那样的状态。而在第二层意义上,伴随于此的既有异类之物的分隔,也有同类之物的结合;因为当液化发生时,每种事物走向属于它自身的同类并与之粘合,正如在金属的熔炼中所见的那样。因为凡是可熔者,汇集在一起便紧密结合于自身,与土性的、不可熔者分隔开来。而液化乃是异类之物离析的原因,火并非就其自身、亦非原初性地是其原因,这一点从以下事实看得很清楚。因为当存在两个接受同等程度液化的实体时,此时火并不将它们彼此离析,反而将它们结合并合而为一,以致它们再也不能被分离,正如在蜡与沥青的情形中那样;因为它们彼此分散且互为相异,火却使它们合一,而一旦合一就无法分开了。然而,如果在蜡中混有某种土性之物,由于并非两种实体都天生适于液化,而唯有蜡如此,于是蜡随着液化而合一并分离出来,土性之物则因重量而下沉。但当存在两种都是可熔的实体,而一种熔度较高、另一种较低时,它们与火接触便合而为一,却不至于达到不再能被离析的程度,正如在金与银等物的情形中那样;因为它们彼此合一,又因它们的构成彼此相异而再次被离析。但若有人说,他所说的“同类之物”是指能够同样被熔化与液化者,或者不能如此者,以使得同类不仅依据形式、而且依据属而言,例如使我们不单说金与金相似,而且说像它那样能以同样方式液化之物(如银或铜)亦属相似,即使这样理解,这一说法也绝非普遍有效的;因为火既不把不可熔的、即使是同类的事物彼此结合,又确实把天生可熔之物离析开来,如同将金从银中分离一样。因为火使之结合到不再能被离析的,唯有那些具有相同液化程度的事物,而不存在一种更易液化而其余不易的情形,如同铅与锡,或者蜡与沥青,以及极度柔软之物。
"Ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα." Ἐν γὰρ τοῖς ὑπὸ ψύξεως πηγνυμένοις ἔστιν ἰδεῖν ἑτερογενεῖς οὐσίας ἐμφερομένας· ἐν γοῦν κρυστάλλῳ καὶ κάρφη καὶ ζωύφιά τινά ἐστιν ἐμπεπηγότα.
“而冷是将同族者与非同族者同样汇聚并聚合的事物。” 因为在因受冷而凝固之物中,可以看到含有异类实体的存在;例如在冰中,甚至有草屑和某些小虫冻结在其中。
"Ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ ὅρῳ, δυσόριστον δέ." Δείξας διὰ τῶν ὅρων τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ὅτι ποιητικὰ εἰκότως λέγεται, λοιπὸν τοὺς τοῦ ὑγροῦ καὶ ξηροῦ προχειριζόμενος ὅρους δείκνυσιν ὅτι παθητικὰ ταῦτα· τὸ εὐόριστον γὰρ καὶ δυσόριστον παθῶν ὀνόματά ἐστιν. Ἀπορεῖται δὲ πρὸς τὸν ὅρον τοῦ ξηροῦ, πῶς φησιν αὐτὸ εὐόριστον οἰκείῳ ὅρῳ. ἰδοὺ γάρ, φασίν, ἡ τέφρα ξηρὰ οὖσα διαρρεῖ. πρὸς ὃ ῥητέον ὅτι εἰ καὶ μὴ περιώρισται ἡ τέφρα καὶ μένει τὸν οἰκεῖον ὅρον φυλάττουσα, ἀλλ’ οὖν δύναται σωρευθῆναι, ὅπερ οὐχ ὑπάρχει τῷ ὑγρῷ· καὶ ἄλλως ἔχει τινὰ καὶ σύστασιν οἰκείαν, καὶ οὐ πᾶσα διαπίπτει, ὡς καὶ ἡ ψάμμος. καὶ περὶ τῆς φλογὸς δὲ ἀποροῦσί τινες, ὡς ξηρᾶς οὔσης καὶ ἀλλοτρίῳ ὅρῳ συσχηματιζομένης ἐν ταῖς καμίνοις. ῥητέον δὲ ὅτι πρῶτον μὲν οὐδέποτε ἡ φλὸξ ἀκριβῶς συσχηματίζεται τοῖς περιέχουσιν ἀνώφορος οὖσα καὶ οὐχ ὅλῳ συσχηματίζεται τῷ περιέχοντι· θᾶττον γὰρ ἂν οὕτως ἀποσβεσθείη, μὴ διαλαμβανομένη κενοῖς ἑκατέρωθεν, κενοῖς δέ φημι πυρός.2 ἄλλως τε εἰ καὶ συγχωρηθείη ὁρίζεσθαι τοῖς περιέχουσιν, ἀλλ’ οὖν καὶ οἰκείῳ συνέχεται σχήματι· οὐ γὰρ διαπίπτει καὶ χεῖται, ἀλλὰ συνεχὴς μένουσα ἐπὶ τὸ ἄνω χωρεῖ. τὸ μέντοι ὑγρὸν τοῖς περιέχουσιν ἀκριβῶς συσχηματίζεται· εἰ οὖν ἐν κεράμῳ παγείη ὕδωρ, εἶτα καταθραύσεις τὸν κέραμον, ὄψει συνεσχηματισμένον αὐτῷ.
“湿是不受自身界限规定而易受〔外在界限〕规定者,干是易受自身界限规定而难受〔外在界限〕规定者。” 他通过热与冷的定义表明它们被称为能动的是合乎情理的之后,接着提出湿与干的定义,表明它们是受动的;因为“易受界限规定”和“难受界限规定”是受动状态的名称。但对于干的定义有人提出疑问,问他何以说它是易受自身界限规定的。因为他们说,看哪,灰烬虽是干的,却会流散。对此应当说,即使灰烬没有固定的边界、不能保持其自身的界限,但它终究能够被堆积起来,而这是湿所不具备的;况且灰烬也有其自身的某种构造,并不完全坍散,正如沙子一样。某些人对火焰也提出疑问,认为它是干的,却在炉中顺应外在界限而成形。但应当说,首先,火焰由于向上运动,决不会精确地与包围它的事物同形,也不会与包围者的整体同形;因为若非两边被空隙(我指的是没有火的空隙)隔开,它就会以这种方式更快地熄灭。此外,即使承认它受包围者限定,它终究也被自身的形状所维系;因为火焰并不坍散流溢,而是保持连续向上行进。然而湿则是精确地与包围者同形;因此,如果水在陶器中结冰,然后你将陶器砸碎,就会看到水顺应着陶器的形状。
- 2.22διάκρισιν λαμβανόντων ἡμῶν οὐ τὸν χωρισμόν... ἀλλὰ καθόλου διάκρισιν νοούντων ἡμῶν τὴν οἷον χύσιν καὶ μάνωσιν
此处的属格独立结构(λαμβανόντων ἡμῶν / νοούντων ἡμῶν)表达主句“或许可以说热在第一层意义上是离析者”(ἔστι δὲ τάχα φάναι...)得以成立的限制性条件(“只要我们将……理解为”)。互相对比的宾格短语 οὐ τὸν χωρισμόν 与 τὴν οἷον χύσιν καὶ μάνωσιν 分别充当分词 λαμβανόντων 与 νοούντων 的直接宾语。
- 2.24κενοῖς δέ φημι πυρός
这是对前文短语“若非两边被空隙隔开”(μὴ διαλαμβανομένη κενοῖς ἑκατέρωθεν)中 κενοῖς 所作的插入性限定说明。形容词/名词 κενός 支配表示缺乏或分离的属格 πυρός,意为“缺少火的[空隙]”。
