← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§219.24-221.10

将各种触觉差异归结为原初性质

斐洛庞诺斯逐一论述了细与粗、粘与脆、软与硬等各种触觉差异如何被系统地归结到能动(热与冷)和受动(干与湿)这两对原初的对立之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25

" Τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων." Δείξας ὅτι τῶν δύο ἀντιθέσεων ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, τὰς λοιπὰς πάσας ὑπὸ ταύτας ἀναγαγεῖν βούλεται, ὡς εἶναι τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ τὰς δύο ταύτας πρωτίστας,1 ἵνα τοῦτο δείξας ἐντεῦθεν δείξῃ τὰ τέσσαρα στοιχεῖα γινόμενα. τὸ δὲ καὶ αἱ ἄλλαι διαφοραὶ προσέθηκεν ἤτοι διὰ τὴν λειότητα καὶ τραχύτητα, ἃς πρὸ τούτου καταριθμησάμενος νῦν παρέλειπεν, ἢ μᾶλλον δι’ ἃς προσθήσει· διαιρεῖ γὰρ ἐφεξῆς τὸ ξηρὸν καὶ ὑγρόν, καὶ δείκνυσι τούτων ἕκαστον πολλαχῶς λεγόμενον.

“而细与粗、粘与脆、硬与软以及其他的差异都源自这些。” 在表明这两对对立中一者是能动的、另一者是受动的之后,他希望将所有其余的差异都归结到它们之下,从而使热与冷、湿与干这两对成为最根本的原初者,以便在指明这一点后,由此表明四种元素的生成。他加上“以及其他的差异”,或者是因为光滑与粗糙(此前他曾列举过,现在却省略了),或者更确切地说是为了他随后将要补充的内容;因为他接下来划分干与湿,并表明它们各自都是在多重意义上被言说的。

§2.26

"Ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ2 διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δὲ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ." Πῶς ὑπὸ τὸ ὑγρὸν ἀναφέρεται τὸ λεπτὸν δείκνυσι. τὸ γὰρ λεπτόν, φησίν, ἀναπληστικόν ἐστι· μικρομερὲς γὰρ ὑπάρχον τὰς κενὰς ἀναπληροῖ χώρας. εἰ γὰρ εἰς μέδιμνον καρύων σεμίδαλιν ἐμβάλοις, διεισδύνουσα εἰς τὰς μεταξὺ τῶν καρύων κενὰς τοῦ στερεοῦ σώματος χώρας ἀναπληροῖ ταύτας. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τὸ ὑγρόν, οἷον τὸ ὕδωρ· εὐόριστον γὰρ ὂν ἀλλοτρίῳ ὅρῳ ἀκολουθεῖ, φησί, τῷ ἁπτομένῳ καὶ περιέχοντι καὶ πανταχόθεν ἅπτεται αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ λεπτόν. εἰκότως ἄρα τὸ λεπτὸν τοῦ ὑγροῦ. οὐκοῦν καὶ τὸ ἐναντίον τὸ παχὺ ὑπὸ τὸ ἐναντίον τὸ ξηρὸν ἔσται· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὑπάρχει. ὡς γὰρ τὸ ξηρὸν ἀντιβατικὸν καὶ οὐκ ἀκολουθεῖ τοῖς περιέχουσιν οὐδ’ ὅλων ἅπτεται (δυσόριστον γάρ ἐστιν ἀλλοτρίῳ ὅρῳ), οὕτω καὶ τὸ παχὺ μεγαλομερὲς ὂν οὐκ εἰς ἅπασαν εἴσεισι χώραν.

“因为充填性属于湿,乃是由于它未受规定,却易受规定,并随顺接触之物。” 他指明了细是如何被归到湿之下的。因为他说,细是具有充填性的;由于它由微小部分构成,因而能充填空虚的处所。因为如果你把细面粉倒进一梅狄姆诺斯核桃中,面粉便会钻入核桃之间空无坚实物体的处所中,将它们充填起来。而湿——例如水——也做同样的事情;他说,因为它易受外在界限规定,便随顺接触并包围它的事物,并从各方面与之接触。细也是如此。因此,细合乎情理地属于湿。既然如此,相反的粗也就归在相反的干之下了;因为相反者属于相反者。因为正如干是抗拒的,既不随顺包围它的事物,也不接触其整体(因为它是难受外在界限规定的),同样,粗由大的部分构成,也不会进入每一个空间之中。

§2.27

"Πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ· τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον." Ὅτι καὶ τὸ γλίσχρον ὑπὸ τὸ ὑγρόν, συντόμως ἔδειξεν εἰπὼν ὅτι ὑγρόν τί ἐστι τὸ γλίσχρον πεπονθός τι. τὰ γὰρ μὴ εὐδιαίρετα τῶν ὑγρῶν μηδὲ δυσαπάλλακτα τῶν ἁπτομένων καὶ ὀλισθηρὰ γλίσχρα λέγεται, ὡς ἰξὸς ἔλαιον ὑγρὰ πίσσα. τὸ δὲ κραῦρον ὑπὸ τὸ ξηρόν· τὸ γὰρ δι’ ἔλλειψιν ὑγρότητος πεπηγὸς καὶ διὰ τοῦτο εὔθραυστον, κραῦρον καλεῖται.

“此外,粘属于湿;因为粘乃是承受了某种受动态的湿,例如油。” 通过说粘是承受了某种受动态的湿,他简要地表明了粘也归在湿之下。因为在湿的事物中,凡不易被分割、亦不易脱离接触之物且滑溜者,便被称为粘,如捕鸟胶、油和液态沥青。而脆则归在干之下;因为由于缺少湿气而凝结、且因此易于破碎之物,被称为脆。

§2.28

"Ἔτι τὸ μὲν μαλακὸν τοῦ ὑγροῦ· μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς αὑτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ τὸ ὑγρόν." Πάλιν τὸ μὲν μαλακὸν ὑπὸ τὸ ὑγρὸν ἀνάγει, τὸ δὲ σκληρὸν ὑπὸ τὸ ξηρόν· μαλακὸν γάρ ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτὸ τοῖς ἁπτομένοις, ὅπερ ποιεῖ καὶ τὸ ὑγρόν· ὑπείκει γὰρ καὶ τοῦτο. ἀλλὰ τίς ἡ διαφορά; ὅτι πάλιν τὸ μὲν μαλακὸν ὑγρόν ἐστι πεπονθός τι τὸ μὴ μεθίστασθαι,3 ὅπερ οὐ πρόσεστι τῷ ὕδατι (μεθίσταται γάρ), ὡς καὶ τὸ γλίσχρον ὑγρὸν ἦν πεπονθός τι. τοιοῦτον οὖν καὶ τὸ μαλακόν. ὥστε εἴ τι μαλακόν, ὑγρόν πώς ἐστιν (εὐόριστον γὰρ ἀλλοτρίῳ ὅρῳ), οὐκ εἴ τι ὑγρόν, μαλακόν. ἐπὶ πλέον οὖν τὸ ὑγρόν. διὸ καὶ ὑπὸ τοῦτο τὸ μαλακὸν ἀναφέρομεν· διαφοραὶ γὰρ τοῦ ὑγροῦ τὸ μεθίστασθαι καὶ μὴ μεθίστασθαι, ἴδιον δὲ καὶ συμπληρωτικὸν τὸ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, εὐόριστον δὲ ἀλλοτρίῳ. πάλιν οὖν καὶ τὸ σκληρὸν ὑπὸ τὸ ξηρὸν ἀνάγει. τὸ γὰρ σκληρὸν πεπηγός ἐστι (τῷ συνεστράφθαι γὰρ τὰ μόρια καὶ πεπῆχθαι σκληρὸν γέγονεν), τὸ δὲ πεπηγὸς ξηρόν· δυσόριστον γὰρ ἀλλοτρίῳ γέγονεν ὅρῳ τῷ πεπῆχθαι, ὥστε ξηρὸν γέγονεν.

“再者,软属于湿;因为软乃是退让于自身之内而不移位之物,这正是湿所做的事情。” 他再次将软归到湿之下,将硬归到干之下;因为软是对接触它的事物向自身之内退让之物,而湿也做同样的事情;因为湿同样会退让。但差异何在呢?在于软又是承受了某种受动态(即不移位)的湿,而这一特性并不属于水(因为水是移位的),正如粘也是承受了某种受动态的湿一样。因此软也是如此。所以,如果某物是软的,它在某种程度上就是湿的(因为它易受外在界限规定),但并不是凡湿的事物都是软的。因此湿的外延更广。所以我们也把软归在湿之下;因为移位与不移位乃是湿的种差,而难受自身界限规定且易受外在界限规定则是其固有的、构成性的特性。因此,他也再次将硬归到干之下。因为硬乃是凝固之物(因为通过各微粒凝聚结实并凝结,它才变得坚硬),而凝固之物乃是干的;因为通过凝结,它变得难受外在界限规定,以至于变为了干的。

语法注3 条
  1. 2.25ὡς εἶναι τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ τὰς δύο ταύτας πρωτίστας

    ὡς 引导不定式 εἶναι 表示结果或目的。宾格主语为省略了 ἀντίθεσιν 的 τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ 与 τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ,谓语成分为宾格补足语 τὰς δύο ταύτας πρωτίστας。

  2. 2.26τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ

    属格 τοῦ ὑγροῦ 是表所属的谓语属格(“属于湿”或“是湿的特性”),构成由 Ἐπεὶ γάρ 引领的整个分句的谓语部分。

  3. 2.28ὑγρόν ἐστι πεπονθός τι τὸ μὴ μεθίστασθαι

    πεπονθός τι 是表示“承受了某种受动态”的完成时分词。其后的冠词加不定式短语 τὸ μὴ μεθίστασθαι(“不移位”)与不定代词 τι 构成同位语,具体指明该受动态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:219.24-221.10